συχνοὺς δὲ καὶ αὐτὸς κολάζων. τὸ μὲν γὰρ πρῶτον, ἕως ἔτι αὐτόθεν ποθὲν τὴν τροφὴν ἐλάμβανον, ἐξήρκουν ἐς ἀμφότερα, ὥστε καὶ τὴν προσεδρείαν καὶ τὴν λῆψιν αὐτῆς ἀσφαλῆ ποιεῖσθαι· ἐπεὶ δὲ τά τε ἐγγὺς πάντα κατανάλωτο καὶ πόρρω ποι οἱ στρατιῶται προχωρεῖν ἠναγκάζοντο,συνέβαινεν αὐτοῖς, εἰ μὲν ὀλίγοι ποι πεμφθεῖεν, μὴ μόνον μηδὲν φέρειν ἀλλὰ καὶ προσαπόλλυσθαι, εἰ δὲ δὴ πλείους, ἔρημον τὸ τεῖχος τῶν πολιορκησόντων καταλείπειν, καὶ πολλοὺς μὲν ἄνδρας ἐν τούτῳ πολλὰς δὲ καὶ μηχανάς, ἐπεξιόντων σφίσιτῶν βαρβάρων, ἀποβάλλειν. καὶ διὰ ταῦτα ὁ Ἀντώνιος καὶ κριθὴν πᾶσιν αὐτοῖς ἀντὶ τοῦ σίτου ἔδωκε καὶ ἐδεκάτευσέ τινας, τό τε σύμπαν πολιορκεῖνδοκῶν τὰ τῶν πολιορκουμένων ἔπασχεν· οἵ τε γὰρ ἐν τῷ τείχει τοὺς καιροὺς τῶν ἐπεκδρομῶν ἀκριβῶς ἐτήρουν, καὶ οἱ ἔξω τοῖς τε κατὰ χώραν μένουσιν αὐτῶν, ὁπότε δίχα γένοιντο, δεινῶς, καὶ προσελαύνοντες ἐξαπίνης καὶ ὑποστρέφοντες διʼ ὀλίγου, ἐνέκειντο, καὶ τοῖς σιταγωγοῦσιν ἐπὶ μὲν τὰς κώμας ἀπιοῦσιν οὐκ ἠνώχλουν, σκεδαννυμένοις δὲ δὴ καὶ ἀνακομιζομένοις προσέπιπτονἀνέλπιστοι. προσκαθημένου δʼ οὖν καὶ ὣς αὐτοῦ τῇ πόλει, δείσας ὁ Φραάτης μὴ καὶ κακόν τι αὐτὴν ἐν τῷ χρόνῳ, ἤτοι καθʼ ἑαυτὸν τρόπον τινὰ ἢ καὶ συμμαχίαν ποθὲν προσλαβών, ἐργάσηται, ἔπεισεν αὐτόν, ὑποπέμψας τινάς, ἐπικηρυκεύσασθαί οἱ ὡς καὶ ῥᾷστα τῶν σπονδῶν τευξόμενον.κἀκ τούτου τοῖς τε πεμφθεῖσιν ὑπʼ αὐτοῦ ἐχρημάτισεν ἐπί τε χρυσοῦ δίφρου καθήμενος καὶ τὴν νευρὰν τοῦ τόξου ψάλλων, καὶ καταδραμὼν αὐτοὺς πολλὰ τέλος τὴν εἰρήνην, ἄν γε παραχρῆμα ἀποστρατοπεδεύσωνται, δώσειν ὑπέσχετο.ἀκούσας οὖν τοῦτο ὁ Ἀντώνιος, καὶ φοβηθείς τε ἅμα τὴν μεγαλαυχίαν αὐτοῦ, καὶ πιστεύσας ὅτι, ἄν που μεταστῇ, σπείσεται, ἀπανέστη, μηδὲν τῶν ἐς τὴν πολιορκίαν παρεσκευασμένων ὡς καὶ ἐν φιλίᾳ φθείρας.ποιήσαντος δὲ αὐτοῦ τοῦτο καὶ τὰς σπονδὰς προσδεχομένου, οἵ τε Μῆδοι καὶ τὰ μηχανήματα κατέκαυσαν καὶ τὰ χώματα διεσκέδασαν, καὶ οἱ Πάρθοι λόγον μὲν οὐδένα ὑπὲρ τῆς εἰρήνης αὐτῷ ἔπεμψαν, προσπεσόντες δὲ αἰφνίδιοι πολλὰ καὶδεινὰ εἰργάσαντο. ὡς οὖν ἔμαθεν ὅτι ἠπάτηται, πρεσβεύσασθαι μὲν οὐκέτʼ ἐτόλμησεν (οὔτε γὰρ ἐπὶ μετρίοις τισὶ καταλύσεσθαι προσεδόκησε, καὶ τοὺς στρατιώτας ἐς ἀθυμίαν ἐκ τῆς τῶν σπονδῶν διαμαρτίας ἐμβαλεῖν οὐκ ἠθέλησενʼ, ἐπειχθῆναι δέ, ἐπειδήπερ ἅπαξ ἐξανειστήκει, ἐς τὴν Ἀρμενίανἔγνω. καὶ ἑτέραν τινὰ ὁδὸν (ἣν γὰρ ἦλθον, ἀποκεκλεῖσθαί σφισι παντελῶς ἐνόμιζονʼ ἰόντες πολλὰ καὶ ἄτοπα ἔπαθον. ἔς τε γὰρ χωρία ἄγνωστα ἐσπίπτοντες ἐσφάλλοντο, καὶ προσέτι καὶ οἱ βάρβαροι τὰ στενόπορα αὐτῶν προκαταλαμβάνοντες τὰ μὲν ἀπέσκαπτον τὰ δὲ ἀπεσταύρουν, τήν τε ὑδρείαν πανταχοῦ ἐδυσχέραινον καὶ τὰςνομὰς ἐξέτριβον· καὶ εἴγε που κατὰ τύχην διʼ ἐπιτηδειοτέρων τινῶν τόπων χωρήσειν ἔμελλον, ἐκείνων μέν σφας ὡς καὶ προκατειλημμένων ψευδαγγελίαις ἀπέτρεπον, ἑτέρας δʼ ὁδοὺς προλελοχισμένας ἰέναι ἐποίουν, ὥστε πολλοὶ μὲν ἐν τῷτοιούτῳ πολλοὶ δὲ καὶ ὑπὸ λιμοῦ ἐφθείροντο. καὶ ἐκ τούτου καὶ αὐτομολία τις ἐγένετο. κἂν πάντες μετέστησαν, εἰ μήπερ οἱ βάρβαροι τοὺς τολμήσαντας αὐτὸ ποιῆσαι ἐν τοῖς τῶν ἄλλων ὀφθαλμοῖςκατετόξευσαν. τούτου τε οὖν ἐπέσχον, καί τι καὶ τοιόνδε παρὰ τῆς τύχης εὕροντο. ἐσπεσόντες ποτὲ ἐς ἐνέδραν καὶ πυκνοῖς τοξεύμασι βαλλόμενοι τήν τε χελώνην ἐξαπιναίως συνασπίσαντες ἐποίησαν καὶ τὰ γόνατά σφων τὰἀριστερὰ πρὸς τὴν γῆν ἤρεισαν. νομίσαντες οὖν αὐτοὺς οἱ βάρβαροι (οὐ γάρ πω τοιοῦτόν τι ἑωράκεσανʼ καταπεπτωκέναι τε ὑπὸ τῶν τραυμάτων καὶ μιᾶς ἐπικοπῆς εἶναι, τὰ μὲν τόξα ἀπέρριψαν καὶ ἀπὸ τῶν ἵππων ἀπεπήδησαν, τοὺς δʼ ἀκινάκας σπασάμενοι ἐγγύς σφισιν ὡς καὶ ἐπισφάξοντεςαὐτοὺς προσῆλθον. κἀν τούτῳ ἐξαναστάντες οἱ Ῥωμαῖοι πᾶσάν τε ἀπὸ παραγγέλσεως τὴν φάλαγγα ἅμα ἀνέπτυξαν, καὶ τοῖς πλησίοις ἀντιπρόσωποι ὡς ἕκαστοι προσπεσόντες παμπληθεῖς, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι, κατέκοψαν, ὥστε τοὺς λοιποὺς πάντας παραχρῆμα ἀποχωρῆσαι καὶ μηκέτι μηδένʼ αὐτοῖς ἐπακολουθῆσαι.ἡ δὲ δὴ χελώνη αὕτη τοιάδε τίς ἐστι καὶ τόνδε τὸν τρόπον γίγνεται. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ οἵ τε ἱππῆς ἐν μέσῳ τοῦ στρατεύματος τετάχαται· τῶν δʼ ὁπλιτῶν οἱ μὲν ταῖς προμηκέσιν ἀσπίσι ταῖς κοίλαις ταῖς σωληνοειδέσι χρώμενοι περί τε τὰ ἔσχατα ὥσπερ ἐν πλινθίῳ τινὶ τάσσονται, καὶ τοὺς ἄλλους, ἔξω τε βλέποντες καὶ τὰ ὅπλα προβεβλημένοι, περιέχουσιν·οἱ δʼ ἕτεροι οἱ τὰς πλατείας ἀσπίδας ἔχοντες ἔν τε τῷ μέσῳ συσπειρῶνται καὶ ἐκείνας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων ὑπεραίρουσιν, ὥστε μήτʼ ἄλλο τι πλὴν ἀσπίδων διὰ πάσης ὁμοίως τῆς φάλαγγος ὁρᾶσθαι, καὶ ἐν σκέπῃ τῶν βελῶν πάντας αὐτοὺς ὑπὸ τῆς πυκνότητος τῆςσυντάξεως γίγνεσθαι. οὕτω γάρ τοι δεινῶς ἰσχυρίζεται ὥστε καὶ βαδίζειν τινὰς ἐπάνωθεν αὐτῆς, καὶ προσέτι καὶ ἵππους καὶ ὀχήματα, ὁσάκις ἂν ἐν κοίλῳ τινὶ καὶ στενῷ χωρίῳ γένωνται, ἐνελαύνεσθαι. τοιοῦτον μὲν δὴ τὸ σχῆμα τῆς τάξεως ταύτης ἐστί, καὶ διὰ τοῦτο καὶ τὴν τῆς χελώνης ἐπίκλησιν, πρός τε τὸ ἰσχυρὸν καὶ πρὸς τὸ εὐσκέπαστον