ἐνιαυτὸν κατέτριψε, Σόσσιος δέ, ἅτε τὰ ἐκείνου ἀλλʼ οὐ τὰ ἑαυτοῦ ἐπαύξων, καὶ διὰ τοῦτο καὶ τὸν φθόνον τήν τε ὀργὴν αὐτοῦ φοβούμενος, διετέλεσε διασκοπῶν οὐχ ὅπως προσκατορθώσας τι ἀπεχθήσοιτό οἱ, ἀλλʼ ὅπως ἡσυχίαν ἄγων χαρίσαιτο· τὰ δὲ δὴ τῶν Πάρθων ἰσχυρῶς αὐτὰ καθʼ ἑαυτὰἐκ τοιοῦδέ τινος ἐνεωτερίσθη. ὁ Ὀρώδης ὁ βασιλεὺς αὐτῶν ἐπειδὴ τῇ τε ἡλικίᾳ καὶ τῷ πένθει τῷ τοῦ Πακόρου ἔκαμνε, Φραάτῃ τῷ πρεσβυτάτῳ τῶν λοιπῶν παίδων τὴν ἀρχὴν ζῶν ἔτʼ ἐνεχείρισε, καὶ ὃς παραλαβὼν αὐτὴν ἀνοσιώτατος ἀνθρώπωνἐγένετο· τούς τε γὰρ ἀδελφοὺς τοὺς ἐκ τῆς τοῦ Ἀντιόχου θυγατρὸς γεγεννημένους ἐδολοφόνησεν, ὅτι καὶ τὴν ἀρετὴν καὶ τὸ γένος τὸ μητρόθεν ἀμείνους αὐτοῦ ἦσαν, καὶ αὐτὸν ἐκεῖνον δυσανασχετοῦντα ἐπὶ τούτῳ ἐπαπέκτεινε, καὶ μετὰ ταῦτακαὶ τῶν ἄλλων τοὺς γενναιοτάτους ἔφθειρε, καὶ πολλὰ ἕτερα καὶ δεινὰ ἐποίει, ὥστε συχνοὺς τῶν πρώτων ἐγκαταλιπόντας αὐτὸν τοὺς μὲν ἄλλοσε τοὺς δὲ καὶ πρὸς τὸν Ἀντώνιον ἀποχωρῆσαι, ἐν οἷς καὶ ὁ Μοναίσης ἦν. τοῦτο μὲν ἐπὶ τοῦ Ἀγρίππου καὶ ἐπὶ τοῦΓάλλου ὑπατευόντων ἐγένετο· ἐν δὲ δὴ τῷ λοιπῷ χειμῶνι, τοῦ τε Γελλίου καὶ τοῦ Νέρουα ἀρχόντων, Πούπλιος Κανίδιος Κράσσος ἐπὶ Ἴβηρας τοὺς ταύτῃ στρατεύσας μάχῃ τε τὸν βασιλέα αὐτῶν Φαρνάβαζον ἐνίκησε καὶ ἐς συμμαχίαν προσηγάγετο, καὶ μετʼ αὐτοῦ ἐς τὴν Ἀλβανίδα τὴν ὅμορον ἐμβαλών, καὶ ἐκείνους τόν τε βασιλέα αὐτῶν Ζόβηρα κρατήσας, ὁμοίως αὐτοὺς ᾠκειώσατο.τούτοις τε οὖν ἐπαρθεὶς ὁ Ἀντώνιος, καὶ προσέτι καὶ ἐπὶ τῷ Μοναίσῃ πολλὰ ἐπελπίσας (καὶ γὰρ ὑπέσχητο αὐτῷ τῆς τε στρατείας ἡγήσεσθαι καὶ τὰ πλείω τῆς Παρθίας ἀκονιτὶ προσποιήσεινʼ τόν τε πόλεμον τὸν πρὸς αὐτοὺς ἐς χεῖρας ἤγετο καὶ τῷ Μοναίσῃ ἄλλα τε καὶ τρεῖς τῶν Ῥωμαίων πόλεις, μέχρις ἂν διαπολεμήσῃ, νέμεσθαι ἔδωκε, καὶ προσέτι καὶ τὴν τῶν Πάρθωνβασιλείαν ὑπέσχετο. πραττόντων δὲ αὐτῶν ταῦτα δείσας ὁ Φραάτης, ἄλλως τε καὶ τῶν Πάρθων χαλεπῶς ἐπὶ τῇ τοῦ Μοναίσου φυγῇ φερόντων, ἐπεκηρυκεύσατο τε αὐτῷ οὐδὲν ὅ τι οὐκ ἐπαγγελλόμενος, καὶ ἔπεισεν αὐτὸν ἐπαναχωρῆσαι.γνοὺς οὖν τοῦτο ὁ Ἀντώνιος ὀργὴν μέν, ὥσπερ εἰκός, ἐποιεῖτο, οὐ μέντοι ἀπέκτεινε τὸν Μοναίσην, καίπερ ἐν τῇ αὐτοῦ ἐπικρατείᾳ ἔτʼ ὄντα· οὔτε γὰρ ἂν ἄλλον τινὰ τῶν βαρβάρων, ἄν γέ τι τοιοῦτο ποιήσῃ, σφετερίσασθαι προσεδόκησε, καιτινα ἀπάτην ἐπʼ αὐτοὺς παρεσκευάζετο. ἐκεῖνόν τε οὖν ἀφῆκεν ὡς καὶ τὰ τῶν Πάρθων οἱ προσποιήσοντα, καὶ πρέσβεις μετʼ αὐτοῦ πρὸς τὸν Φραάτην ἔπεμψε. καὶ λόγῳ μὲν τὴν εἰρήνην ἔπραττεν ἐπὶ τῷ τά τε σημεῖα καὶ τοὺς αἰχμαλώτους τοὺς ἐν τῇ τοῦ Κράσσου συμφορᾷ ἁλόντας κομίσασθαι, ἵνα ἀπαράσκευον τὸν βασιλέα διὰ τὴν τῆς συμβάσεως ἐλπίδα λάβῃ, ἔργῳ δὲ τὰ τοῦ πολέμου πάντα ἡτοιμάζετο.καὶ ἦλθε μέχρι τοῦ Εὐφράτου, νομίζων ἔρημον αὐτὸν φρουρᾶς εἶναι· ἐπεὶ μέντοι πάντα τὰ ταύτῃ διὰ φυλακῆς ἀκριβοῦς ὄντα εὗρεν, ἐκεῖθεν μὲν ἀπετράπετο, ἐπὶ δὲ τὸν τῶν Μήδων βασιλέα Ἀρταουάσδην τῷ τῆς Ἀρμενίας τῆς μείζονος βασιλεῖ, ὁμωνύμῳ τέ οἱ καὶ ἐχθρῷ ὄντι, πεισθεὶς στρατεῦσαι πρὸς τὴν Ἀρμενίαν εὐθὺς ὥσπερ εἶχενἐχώρησε, καὶ μαθὼν ἐνταῦθα τὸν Μῆδον πολὺ ἀπὸ τῆς οἰκείας ἐπὶ τῇ τοῦ Πάρθου συμμαχίᾳ ἀπηρκότα, τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ μέρος μετʼ Ὀππίου Στατιανοῦ ὑπελίπετο, ἐπακολουθεῖν σφας κελεύσας, αὐτὸς δὲ τούς τε ἱππέας καὶ τοῦ πεζοῦ τὸ κράτιστον λαβὼν ἠπείχθη ὡς καὶ αὐτοβοεὶ πάντα τὰ τῶν ἐναντίων αἱρήσων,καὶ τοῖς Πραάσποις τῷ βασιλείῳ αὐτῶν προσπεσὼν χώματά τε ἔχου καὶ προσβολὰς ἐποιεῖτο. πυθόμενοι δὲ ταῦτα ὅ τε Πάρθος καὶ ὁ Μῆδος ἐκεῖνον μὲν μάτην εἴων πονεῖσθαι (τά τε γὰρ τείχη ἰσχυρὰ ἦν καὶ συχνοὶ ἀπʼ αὐτῶν ἠμύνοντὀ,τῷ δὲ δὴ Στατιανῷ ἀπροσδοκήτῳ τε ἐν τῇ πορείᾳ καὶ κεκμηκότι προσπεσόντες πάντας, πλὴν τοῦ Πολέμωνος τοῦ ἐν τῷ Πόντῳ βασιλεύοντος καὶ τότε συστρατεύοντος αὐτῷ, ἐφόνευσαν· τοῦτον γὰρ δὴ μόνον καὶ ἐζώγρησαν καὶ ἀπέλυσαν χρήματα λαβόντες.ἠδυνήθησαν δὲ ταῦτα πρᾶξαι, ὅτι ὁ μὲν Ἀρμένιος οὐ παρεγένετο τῇ μάχῃ, ἀλλὰ καὶ δυνηθεὶς ἄν, ὥς φασί τινες, ἐπικουρῆσαι τοῖς Ῥωμαίοις οὔτε τοῦτʼ ἐποίησεν οὔτε πρὸς τὸν Ἀντώνιον ἀφίκετο,ἀλλʼ ἐς τὴν οἰκείαν ἀνεχώρησεν, ὁ δʼ Ἀντώνιος ἠπείχθη μὲν πρὸς τὴν πρώτην πεμφθεῖσάν οἱ ὑπὸ τοῦ Στατιανοῦ ἀγγελίαν ὡς καὶ βοηθήσων αὐτῷ, ὑστέρησε δέ· ἔξω γὰρ τῶν νεκρῶν οὐδένα εὗρε. καὶ κατὰ μὲν τοῦτʼ ἐφοβήθη, ὅτι δὲ οὐδενὶ τῶν βαρβάρων ἐνέτυχεν, ὑπετόπησέ τε ἀπεληλυθέναι ποι αὐτοὺς ὑπὸ δέους καὶ ἀνεθάρσησε.κἀκ τούτου συμβαλών σφισιν οὐ πολλῷ ὕστερον τροπὴν μὲν αὐτῶν ἐποιήσατο· οἱ γὰρ σφενδονῆται πολλοί τε ὄντες καὶ μακροτέραν τῶν τόξων ἱέντες πάντα καὶ τὸν κατάφρακτον ἰσχυρῶς ἐλυμαίνοντο· οὐ μέντοι καὶ ἀξιόλογόν τι πλῆθος ἔφθειρεν· οἱ γὰρ βάρβαροι διὰ ταχέων ἵππευον.τοῖς τε οὖν Πραάσποις αὖθις προσέμιξε καὶ ἐκεῖνα ἐπολιόρκει, τοὺς μὲν πολεμίους μηδὲν μέγα λυπῶν (οἵ τε γὰρ ἔνδον ὄντες ἰσχυρῶς αὐτὸν ἀπεκρούοντο, καὶ οἱ ἔξωθεν οὐ ῥᾳδίως αὐτῷ συνέμισγονʼ, τῶν δὲ δὴ σφετέρων πολλοὺς μὲν ἐν τῇ τῶν ἐπιτηδείων καὶ ζητήσει καὶ ἐπαγωγῇ ἀποβάλλων,