εἶναι ἔλεγἐ, καὶ τοῦτο αὐτόν τʼ ἀνέπεισε πιστεῦσαι, καὶ τὸν Πάκορον διʼ αὐτοῦ προσεξηπάτησε· τὴν γὰρ πεδιάδα, ἣν προσεποιεῖτο ὁ Οὐεντίδιος μὴ βούλεσθαι αὐτὸν ἐλθεῖν, μακροτέραν τῆς ἑτέρας οὖσαν τραπεὶς παρέσχεν οἱκαιρὸν τὰς δυνάμεις ἀθροῖσαι. καὶ οὕτως ἐν τῇ Συρίᾳ αὐτῷ τῇ Κυρηστικῇ γενομένῳ συμβαλὼν ἐνίκησεν. ἐπειδὴ γὰρ οὔτε τὸν ποταμὸν διαβῆναί σφας ἐκώλυσεν οὔτʼ αὖ διαβᾶσιν εὐθὺς ἐπέθετο, μαλακίαν τέ τινα καὶ ἀρρωστίαν τῶν Ῥωμαίων κατέγνωσαν, κἀκ τούτου πρὸς τὸ ἔρυμα αὐτῶν καίπερ ἐν μετεώρῳ ὂν προσήλασαν ὡς καὶαὐτοβοεί σφας αἱρήσοντες. ἐπεκδρομῆς τε αἰφνιδίου γενομένης κατά τε τοῦ πρανοῦς οὐ χαλεπῶς, ἅτε καὶ ἱππῆς ὄντες, ἀπεώσθησαν, κἀνταῦθα ἀνδρείως μὲν ἀμυνόμενοι (κατάφρακτοι γὰρ οἱ πλείους αὐτῶν ἦσανʼ ταραττόμενοι δὲ πρός τε τὸ ἀνέλπιστον καὶ περὶ ἀλλήλοις, ὑπό τε τῶν ὁπλιτῶν καὶ ὑπὸ τῶν σφενδονητῶν μάλιστα ἡττήθησαν· πόρρωθεν γὰρ σφοδραῖς ταῖς βολαῖςἐξικνούμενοι χαλεπώτατοι αὐτοῖς ἐγίγνοντο. κἀν τῷ πόνῳ τούτῳ καὶ ὁ Πάκορος πεσὼν πλεῖστον αὐτοὺς ἔβλαψεν· ὡς γὰρ τάχιστα τὸν ἄρχοντά σφων ἀπολωλότα ᾔσθοντο, ὀλίγοι μὲν περὶ τοῦ σώματος αὐτοῦ προθύμως ἠγωνίσαντο, φθαρέντων δὲ καὶ τούτων πάντες οἱ λοιποὶ ἐνέδοσαν. καὶ αὐτῶν οἱ μὲν διὰ τῆς γεφύρας οἴκαδε διαφυγεῖν ἐθελήσαντες οὐκ ἠδυνήθησαν, ἀλλὰ προκαταληφθέντες ἀπώλοντο, οἱ δὲ καὶ πρὸς τὸνἈντίοχον ἐς τὴν Κομμαγηνὴν κατέφυγον. Οὐεντίδιος δὲ τὰ μὲν ἄλλα τὰ ἐν τῇ Συρίᾳ μετέωρα πρὸς τὴν τοῦ πολέμου ἔκβασιν γιγνόμενα (τὸν γὰρ Πάκορον ὅμοια τοῖς μάλιστα τῶν πώποτε βασιλευσάντων καὶ ἐπὶ δικαιοσύνῃ καὶ ἐπὶ πρᾳότητι ὑπερηγάπωνʼ ῥᾳδίως, τὴν κεφαλὴν αὐτοῦκατὰ τὰς πόλεις περιπέμψας, κατεστήσατο· αὐτὸς δὲ ἐπὶ τὸν Ἀντίοχον, πρόφασιν μὲν ὅτι τοὺς ἱκέτας οἱ οὐκ ἐξέδωκε, τῇ δʼ ἀληθείᾳ διὰ τὰ χρήματα ἃ πάμπολλα εἶχεν, ἐπεστράτευσεν.ἐνταῦθα δὲ ἤδη αὐτῷ ὄντι ὁ Ἀντώνιος ἐξαίφνης ἐπιστὰς οὐ μόνον οὐχ ἥσθη ἀλλὰ καὶ ἐφθόνησεν, ὅτι ἔδοξέ τι καθʼ ἑαυτὸν ἠνδραγαθίσθαι· καὶ διὰ τοῦτο καὶ τῆς ἀρχῆς αὐτὸν ἔπαυσε, καὶ ἐς οὐδὲν ἔτι οὔτʼ αὐτίκα οὔθʼ ὕστερον αὐτῷ ἐχρήσατο, καίτοι καὶ ἱερομηνίας ἐπʼ ἀμφοτέροις τοῖςἔργοις καὶ ἐπινίκια διʼ αὐτὸν λαβών. οἵ γε μὴν ἐν τῷ ἄστει Ῥωμαῖοι ἐψηφίσαντο μὲν τῷ Ἀντωνίῳ ταῦτα πρός τε τὸ προῦχον αὐτοῦ καὶ ἐκ τοῦ νόμου, ὅτι ἡ στρατηγία ἐκείνου ἦν, ἐψηφίσαντο δὲ καὶ τῷ Οὐεντιδίῳ, ἅτε καὶ τὴν συμφορὰν τὴν ἐπὶ τοῦ Κράσσου σφίσι γενομένην ἱκανώτατα τοῖς Πάρθοις διὰ τοῦ Πακόρου, καὶ μάλισθʼ ὅτι ἐν τῇ αὐτῇ ἡμέρᾳ ἑκατέρου τοῦ ἔτους ἀμφότερα συνηνέχθη,νομίζοντες ἀνταποδεδωκέναι. καὶ συνέβη γε τῷ Οὐεντιδίῳ μόνῳ τε τὰ νικητήρια ἑορτάσαι ὥσπερ καὶ μόνος ἐνίκησεν (ὁ γὰρ Ἀντώνιος προαπώλετὀ, καὶ δόξαν ἀπό τε τούτου καὶ ἐκ τοῦ παραλόγου ἅμα τῆς τύχης μείζω λαβεῖν· ἐν γὰρ τοῖς τοῦ Πομπηίου τοῦ Στράβωνος ἐπινικίοις πομπεύσας ποτὲ μετὰ τῶν ἄλλων αἰχμαλώτων αὐτὸς ἐπινίκια τῶν Πάρθων πρῶτος Ῥωμαίων ἤγαγε.ταῦτα μὲν χρόνῳ ὕστερον ἐγένετο, τότε δὲ ὁ Ἀντώνιος προσέβαλε μὲν τῷ Ἀντιόχῳ, καὶ κατακλείσας αὐτὸν ἐς Σαμόσατα ἐπολιόρκει· ὡς δʼ οὐδὲν ἐπέραινεν, ἀλλʼ ὅ τε χρόνος ἄλλως ἀναλοῦτο καὶ τὰ τῶν στρατιωτῶν ἀλλοτρίως οἱ διὰ τὴν τοῦ Οὐεντιδίου ἀτιμίαν ἔχειν ὑπώπτευσε, διεκηρυκεύσατο αὐτῷ κρύφα, καὶ πλαστὰς πρὸς αὐτὸν συνθήκας, ὅπως εὐπρεπῶς ἀπαναστῇ, ἐποιήσατο.ἀμέλει αὐτὸς μὲν οὔτε ὁμήρους, πλὴν δύο καὶ τούτων οὐκ ἐπιφανῶν, οὔτε τὰ χρήματα ἃ ᾔτησεν ἔλαβε, τῷ δʼ Ἀντιόχῳ θάνατον Ἀλεξάνδρου τινὸς αὐτομολήσαντος παρʼ αὐτοῦ πρότερον πρὸς τοὺς Ῥωμαίους ἐχαρίσατο. καὶ ὁ μὲνταῦτα πράξας ἐς τὴν Ἰταλίαν ἀφωρμήθη, Γάιος δὲ δὴ Σόσσιος τὴν ἀρχὴν τῆς τε Συρίας καὶ τῆς Κιλικίας παρʼ αὐτοῦ λαβὼν τούς τε Ἀραδίους πολιορκηθέντας τε μέχρι τότε καὶ λιμῷ καὶ νόσῳ ταλαιπωρηθέντας ἐχειρώσατο, καὶ τὸν Ἀντίγονον τοὺς φρουροὺς τοὺς παρʼ ἑαυτῷ τῶν Ῥωμαίων ὄντας ἀποκτείναντα μάχῃ τε ἐνίκησε, καὶ καταφυγόντα ἐς τὰ Ἱεροσόλυμα πολιορκίᾳ κατεστρέψατο.πολλὰ μὲν δὴ καὶ δεινὰ καὶ οἱ Ἰουδαῖοι τοὺς Ῥωμαίους ἔδρασαν (τὸ γάρ τοι γένος αὐτῶν θυμωθὲν πικρότατόν ἐστἰ, πολλῷ δὲ δὴ πλείω αὐτοὶ ἔπαθον. ἑάλωσαν μὲν γὰρ πρότεροι μὲν οἱ ὑπὲρ τοῦ τεμένους τοῦ θεοῦ ἀμυνόμενοι, ἔπειτα δὲ καὶ οἱ ἄλλοι ἐν τῇ τοῦ Κρόνου καὶ τότε ἡμέρᾳὠνομασμένῃ. καὶ τοσοῦτόν γε τῆς θρησκείας αὐτοῖς περιῆν ὥστε τοὺς προτέρους τοὺς μετὰ τοῦ ἱεροῦ χειρωθέντας παραιτήσασθαί τε τὸν Σόσσιον, ἐπειδὴ ἡμέρα αὖθις ἡ τοῦ Κρόνου ἐνέστη, καὶ ἀνελθόντας ἐς αὐτὸ πάντα μετὰ τῶνλοιπῶν τὰ νομιζόμενα ποιῆσαι. ἐκείνους μὲν οὖν Ἡρώδῃ τινὶ ὁ Ἀντώνιος ἄρχειν ἐπέτρεψε, τὸν δʼ Ἀντίγονον ἐμαστίγωσε σταυρῷ προσδήσας, ὃ μηδεὶς βασιλεὺς ἄλλος ὑπὸ τῶν Ῥωμαίων ἐπεπόνθει, καὶ μετὰ τοῦτο καὶ ἀπέσφαξεν.ἐπὶ μὲν δὴ τοῦ τε Κλαυδίου τοῦ τε Νωρβανοῦ τοῦθʼ οὕτως ἐγένετο, τῷ δʼ ἐπιγιγνομένῳ ἔτει οἱ μὲν Ῥωμαῖοι οὐδὲν ἐν τῇ Συρίᾳ λόγου ἄξιον ἔπραξαν· Ἀντώνιος μὲν γὰρ ἔς τε τὴν Ἰταλίαν ἀφικνούμενος καὶ ἐκεῖσε αὖθις ἐπανιὼν πάντα τὸν