ὁ δὲ δὴ Σέξτος ἔκ τε τῆς Μεσσήνης ἐξαναχθεὶς καὶ τὴν δίωξιν φοβηθείς, προδοσίαν τέ τινα ἀπὸ τῶν συνακολουθούντων οἱ ἔσεσθαι ὑποτοπήσας, προεῖπε μέν σφισιν ὡς διὰ πελάγους τὸν πλοῦνποιησόμενος, ἀποσβέσας δὲ τὸ φῶς ὃ ἐν τοῖς νυκτερινοῖς πλοῖς αἱ στρατηγίδες νῆες, ὅπως καὶ αἱ λοιπαὶ κατὰ πόδας αὐτῶν ἐφέπωνται, προδεικνύουσι, παρά τε τὴν Ἰταλίαν παρέπλευσε, καὶ διαβαλὼν ἐπὶ Κέρκυραν ἐς Κεφαλληνίαν ἐκεῖθεν ἦλθε· κἀνταῦθα καὶ οἱ ἄλλοι κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο.συγκαλέσας οὖν αὐτοὺς τήν τε σκευὴν τὴν στρατηγικὴν ἀπεδύσατο, καὶ εἰπὼν ἄλλα τε καὶ ὅτι ἀθρόοι μὲν ὄντες οὔτʼ ὠφελίαν τινὰ ἀλλήλοις διαρκῆ παρέξουσιν οὔτε λήσουσι, σκεδασθέντες δὲ ῥᾴω τὴν διάφευξιν ποιήσονται, παρῄνεσέ σφισιν ἰδίᾳ καὶ καθʼ ἑαυτὸν ἑκάστῳ τῆς σωτηρίας προσκοπῆσαι.κἀκ τούτου πεισθέντων οἱ τῶν πλειόνων, καὶ ἄλλων ἄλλοσε ἀποχωρησάντων, αὐτὸς ἐς τὴν Ἀσίαν μετὰ τῶν λοιπῶν ἐπεραιώθη, γνώμην ἔχων πρὸς τὸν Ἀντώνιον εὐθὺς ὁρμῆσαι. γενόμενος δὲ ἐν Λέσβῳ, καὶ ἐκεῖνόν τε ἐπὶ Μήδους ἐστρατευκέναι καὶ τὸν Καίσαρα καὶ τὸν Λέπιδον πεπολεμῶσθαι μαθών, διενοεῖτο μὲν κατὰ χώρανχειμάσαι· τῶν δὲ Λεσβίων προθυμότατα αὐτὸν διὰ τὴν τοῦ πατρὸς αὐτοῦ μνήμην καὶ δεξαμένων καὶ κατεχόντων, ἐπειδὴ τόν τε Ἀντώνιον δυστυχήσαντα ἐν τῇ Μηδίᾳ ἐπύθετο καὶ Γάιος Φούρνιος ὁ τῆς Ἀσίας τότε ἄρχων οὐκ εὐνοϊκῶς οἱ ἐχρῆτο,οὐ κατέμεινεν, ἀλλὰ ἐλπίσας τὴν τοῦ Ἀντωνίου ἀρχὴν διαδέξεσθαι, ὅτι τε ἐκ τῆς Σικελίας συχνοὶ πρὸς αὐτὸν ἀφίκοντο καὶ ὅτι καὶ ἕτεροι, οἱ μὲν κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ δόξαν οἱ δὲ καὶ βίου δεόμενοι, συνελέγησαν, τό τε σχῆμα τὸ στρατηγικὸν ἀνέλαβε, καὶ παρεσκευάζετο ὡς καὶ τὴνπεραίαν καταληψόμενος. κἀν τούτῳ τοῦ Ἀντωνίου ἔς τε τὴν φιλίαν ἀποσωθέντος καὶ τὰ πραττόμενα ὑπʼ αὐτοῦ μαθόντος, καὶ τήν τε ἄδειαν αὐτῷ καὶ τὴν εὔνοιαν, ἂν τὰ ὅπλα κατάθηται, ὑποσχομένου δώσειν, ἀντέγραψε μὲν ὡς καὶ πεισθησόμενός οἱ, οὐ μέντοι καὶ ἐποίησε τοῦτο, ἀλλʼ ἔκ τε τῶν συμφορῶν αὐτοῦ, καὶ ἐπειδὴ πρὸς τὴν Αἴγυπτον αὐτίκα ἀπῆρε, καταφρονήσας τῶν τε παρόντων εἴχετο καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύετο.πυθόμενος δὲ ταῦτα ὁ Ἀντώνιος οὐκ ἀνέστρεψεν, ἀλλὰ τό τε ναυτικὸν καὶ τὸν Τίτιον τὸν Μᾶρκον, μεταστάντα τε πρός ἑαυτὸν πρότερον ἀπὸ τοῦ Σέξτου καὶ τότε συνόντα οἱ, ἐπʼ αὐτὸν ἔπεμψε. καὶ ὃς προαισθόμενός τε τοῦτο καὶ φοβηθείς (οὐδέπω γὰρ ἱκανῶς παρεσκεύαστὀ ἐξανήχθη,καὶ προχωρῶν ᾗ μάλιστα διαφεύξεσθαι ἐδόκει, ἔς τε Νικομήδειαν ἀφίκετο, κἀνταῦθα καταληφθεὶς ἐπεκηρυκεύσατο μὲν αὐτῷ, ἅτε καὶ ἐλπίδα αὐτοῦ ἐκ τῆς εὐεργεσίας ἣν εὐηργέτητο ἔχων· ὡς δὲ ἐκεῖνος οὐκ ἔφη οἱ σπείσεσθαι ἂν μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν δύναμιν αὐτοῦ προπαραλάβῃ, τῆς τε κατὰ θάλασσαν σωτηρίας ἀπέγνω, καὶ τὰ σκεύη τὰ βαρύτερα ἐς τὰς ναῦς ἐμβαλὼν ταύταςτε κατέκαυσε καὶ ἐς τὴν μεσόγειαν ὥρμησε. καὶ αὐτὸν ἐπιδιώξαντες ὅ τε Τίτιος καὶ ὁ Φούρνιος ἔν τε Μιδαείῳ τῆς Φρυγίας κατέλαβον καὶ περισχόντες ἐζώγρησαν. μαθὼν δὲ τοῦτο ὁ Ἀντώνιος εὐθὺς μὲν ὑπʼ ὀργῆς ἐπέστειλέ σφισιν ἵνα ἀποθάνῃ, αὖθις δʼ οὐ πολλῷ ὕστερον μετανοήσας ἵνα σωθῇτοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρότερον φθάσαντος, ὕστερον τὰ περὶ τοῦ θανάτου αὐτοῦ γράμματα ὁ Τίτιος λαβών, καὶ νομίσας ὄντως δεύτερα εἶναι, ἢ καὶ γνοὺς μὲν τὴν ἀλήθειαν, οὐκ ἐθελήσας δὲ αὐτῇ πιστεῦσαι, τῇ τάξει τῆς κομιδῆς αὐτῶν ἀλλʼ οὐ τῇ γνώμῃ προσέσχε.καὶ οὕτως ὅ τε Σέξτος ἐπί τε τοῦ Κορνουφικίου τοῦ Λουκίου καὶ ἐπὶ Σέξτου τινὸς Πομπηίου ὑπάτων ἀπέθανε, καὶ διὰ τοῦτο καὶ ὁ Καῖσαρ ἱπποδρομίαν τε ἐποίησε καὶ τῷ Ἀντωνίῳ ἅρμα τε ἔμπροσθεν τοῦ βήματος καὶ εἰκόνας ἐν τῷ Ὁμονοείῳ ἔστησε, τό τε ἐξουσίαν σύν τε τῇ γυναικὶ καὶ τοῖς τέκνοις ἑστιᾶσθαι ἐνταῦθʼ ἔχειν ἔδωκεν,ὥσπερ ποτὲ καὶ αὐτῷ ἐψήφιστο· φίλος τε γὰρ ἔτι οἱ εἶναι ἐπλάττετο, καὶ ἐκεῖνόν τε ἐπὶ ταῖς ἀπὸ τῶν Πάρθων συμφοραῖς παρεμυθεῖτο δῆθεν, καὶ ἑαυτοῦ τὸ ἐπίφθονον πρός τε τὴν νίκην καὶ πρὸς τὰ ψηφισθέντα ἐπʼ αὐτῇ ἐξηκεῖτο.καὶ ὁ μὲν ταῦτα ἔπραττε, τὰ δὲ δὴ τοῦ Ἀντωνίου τῶν τε βαρβάρων ὧδε ἔσχεν. ὁ Οὐεντίδιος ὁ Πούπλιος τὸν Πάκορον στράτευμά τε ἀθροίζειν καὶ ἐς τὴν Συρίαν ἐμβάλλειν μαθὼν ἔδεισεν, ἐπειδὴ μήτε αἱ πόλεις πω καθειστήκεσαν καὶ τὰ στρατόπεδα ἐν τοῖς χειμαδίοις ἔτι διέσπαρτο, καὶ τοιόνδε τι ἔς τε τὴν διατριβὴν αὐτοῦ καὶ ἐς τὴν βραδυτῆτατῆς στρατιᾶς ἐποίησε. Χανναῖόν τινα δυνάστην γνωρίμως μὲν καὶ αὐτῷ ἔχοντα, τὰ δὲ δὴ τῶν Πάρθων μᾶλλον φρονοῦντα εἰδώς, τά τε ἄλλα ὡς καὶ πιστότατόν οἱ ὄντα ἐτίμα καὶ σύμβουλον ἔστιν ὧν ἐποιεῖτο, ἐξ ὧν αὐτὸς μὲν οὐδὲν βλαβήσεσθαι, ἐκείνῳ δὲ δὴ πίστιν τοῦ καὶ τὰ ἀπορρητότατα δῆθεν αὐτῷ συνειδέναι παρέξειν ἔμελλεν.ἐπειδή τε ἐνταῦθα ἦν, φοβεῖσθαί τε ἐπλάσατο μή πως οἱ βάρβαροι τὴν συνήθη σφίσι διάβασιν τοῦ Εὐφράτου, παρʼ ᾗ τὸ Ζεῦγμα ἡ πόλις ἔστι, παραλιπόντες ἑτέρᾳ τινὶ ὁδῷ κάτω τοῦ ποταμοῦ χρήσωνται (τῇ μὲν γὰρ πεδία τοῖς πολεμίοις ἐπιτήδεια, τῇ δὲ γηλόφους ἑαυτοῖς πρέποντας