καὶ τόν γε ἐνιαυτὸν τοῦτόν τε καὶ τὸν ὕστερον ἔς τε τὴν ναυπηγίαν τῶν νεῶν καὶ ἐς τὴν ἄθροισιν τήν τε ἄσκησιν τῶν ἐρετῶν κατανάλωσε, αὐτὸς μὲν ἐφορῶν καὶ διατάττων ταῦτά τε καὶ τὰ ἄλλα τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ (κίνησις γάρ τις παρʼ αὐτοῖς ἐγένετὀ, τῷ δʼ Ἀγρίππᾳτὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας. τοὺς γὰρ Γαλάτας αὐτὸν τοὺς νεωτερίσαντας προσπολεμούμενον, ὅτεπερ καὶ τὸν Ῥῆνον δεύτερος δὴ Ῥωμαίων ἐπὶ πολέμῳ διέβη, μετεπέμψατο, καὶ τῇ τε δόσει τῶν νικητηρίων ἐτίμησε καὶ ἐκπονῆσαιἐξασκῆσαί τε τὸ ναυτικὸν ἐκέλευσε. καὶ ὅς (ὑπάτευε δὲ μετὰ Λουκίου Γάλλοὐ τὰ μὲν ἐπινίκια οὐκ ἐπεμψεν, αἰσχρὸν εἶναι νομίσας τοῦ Καίσαρος κακῶς πεπραγότος γαυρωθῆναι, τὸ δὲ δὴ ναυτικὸν πάνυ προθύμως ἐξειργάσατο. ἐγίγνετο μὲν γὰρ ἐν πάσῃ τῇ παραθαλασσίῳ Ἰταλίᾳ τὰ σκάφη·ὡς δʼ οὐδεὶς αἰγιαλὸς ἐγκαθορμίσασθαι αὐτοῖς ἀσφαλὴς εὑρίσκετο (ἀλίμενα γὰρ ἔτι καὶ τότε τὰ πλείω τῆς ἠπείρου ταύτης ἦνʼ, ἔργον μεγαλοπρεπὲς καὶ ἐνενόησε καὶ ἐξεποίησεν, ὃ ἐγὼ διὰ πλειόνων ἐξηγησάμενος ἐκεῖνό τε ἐπιδείξω τῷ λόγῳ καὶ τἆλλα τὰ κατʼ αὐτὸ νῦν ὄντα.ἐν τῇ Κύμῃ τῇ Καμπανίδι χωρίον τι μεταξὺ Μισηνοῦ καὶ Πουτεόλων μηνοειδές ἐστιν· ὄρεσί τε γὰρ σμικροῖς καὶ ψιλοῖς, πλὴν βραχέων, περιείληπται,καὶ θάλασσαν τριπλῆν κολπώδη ἔχει. ἡ μὲν γὰρ ἔξω τε καὶ πρὸς ταῖς πόλεσίν ἐστιν, ἡ δʼ ὀλίγῃ διαφυῇ ἀπʼ αὐτῆς διείργεται, ἄλλη ἐν αὐτῷ τῷ μυχῷ λιμνώδης ὁρᾶται. καὶ καλεῖται αὕτη μὲν Ἀουερνίς, ἡ δὲ μέση Λουκρινίς· ἡ γὰρ ἔξω, τοῦ Τυρσηνικοῦ οὖσα, ἐς ἐκεῖνο καὶ τὴν ἐπωνυμίαντελεῖ. ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ τῇ ἐντὸς ἑκατέρας στενοῖς τότε ἔσπλοις τὸ διεῖργον τὴν Λουκρινίδα ἀπὸ τοῦ πελάγους ἐπʼ ἀμφότερα παρʼ αὐτὴν τὴν ἤπειρον ὁ Ἀγρίππας συντρήσας λιμέναςναυλοχωτάτους ἀπέδειξεν. ἐργαζομένων δʼ αὐτῶν εἰκών τις ὑπὲρ τῆς Ἀουερνίδος, εἴτʼ οὖν τῆς Καλυψοῦς, ᾗ τὸ χωρίον ἀνατιθέασιν, ἐς ὃ καὶ τὸν Ὀδυσσέα ἐσπλεῦσαι λέγουσιν, εἴτε καὶ ἑτέρας τινὸς ἡρωίνης οὖσα, ἱδρῶτος ὥσπερ τι σῶμα ἀνθρώπινον ἀνεπλήσθη. καὶ τοῦτο μὲν ὅπῃ ποτʼ ἐσήμαινεν, οὐκ ἔχω εἰπεῖν· τὰ δʼ ἄλλα ὅσα ἐν τῷ τόπῳ ἐκείνῳ ἀξιαφήγητα ἐθεασάμην, φράσω.τὰ ὄρη ταῦτα πρὸς ταῖς ἔνδον θαλάσσαις ὄντα πηγὰς πυρός τε ἅμα πολλοῦ καὶ ὕδατος συμμιγοῦς ἔχει· καὶ αὐτὸ μὲν καθʼ ἑαυτὸ ἑκάτερον οὐδαμοῦ εὑρίσκεται (οὔτε γὰρ πῦρ αὐτὸ οὔθʼ ὕδωρ ψυχρὸν αὐτὸ φαίνεταἰ, ἐκ δὲ δὴ τῆς ὁμιλίας σφῶν τό τε ὕδωρ θερμαίνεται καὶ τὸ πῦρ ὑγραίνεται·καὶ ἐκεῖνο μὲν πρὸς τὴν θάλασσαν διὰ τῶν προπόδων ἐς τὰς δεξαμενὰς χωρεῖ, τὴν δʼ ἀτμίδα αὐτοῦ ἔς τε οἰκήματα μετέωρα διὰ σωλήνων ἀνάγουσι, κἀνταῦθα αὐτῇ πυριῶνται· ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον ἀπό τε τῆς γῆς καὶ ἀπὸ τοῦ ὕδατος ἀναδράμῃ, ξηροτέρα γίγνεται. κατασκευαί τε οὖν περὶ ἀμφότερα πολυτελεῖς ἤσκηνται, καὶ ἔστιν ἔς τε βίου διαγωγὴν καὶ ἐς ἄκεσιν ἐπιτηδειότατα.ταῦτά τε οὖν τὸ ὄρος ἐκεῖνο καὶ προσέτι καὶ γῆς φύσιν τοιάνδε παρέχεται. τοῦ πυρὸς τὸ μὲν καίειν οὐκ ἔχοντος (ὑπὸ γὰρ τῆς τοῦ ὕδατος συνουσίας πᾶν τὸ φλογῶδες αὐτοῦ σβέννυταἰ, διακρίνειν δὲ δὴ καὶ διατήκειν τὰ προστυχόντα οἱ καὶ ὣς δυναμένου, συμβαίνει τῆς γῆς τὸ μὲν λιπαρὸν ἐκτήκεσθαι ὑπʼ αὐτοῦ, τὸ δὲ τραχὺ καὶὀστῶδες ὡς εἰπεῖν ὑπολείπεσθαι. σηραγγώδεις τε οὖν οἱ ὄγκοι ἐξ ἀνάγκης γίγνονται, καὶ αὐχμῷ μὲν δοθέντες ἐς κόνιν διαλύονται, ὕδατι δὲ σὺν κονίᾳ φυραθέντες συνίστανται, καὶ ἐφʼ ὅσον γʼ ἂν ἐν τῷ ὑγρῷ ὦσι, πήγνυνταί τε καὶ πετροῦνται. αἴτιον δὲ ὅτι τὸ μὲν κραῦρον αὐτῶν ὑπὸ μὲν τοῦ πυρὸς ὁμοφυοῦς οἱ ὄντος ἐπιτείνεταί τε καὶ θραύεται, τῇ δὲ δὴ συμμίξει τῆς νοτίδος ἀναψύχεται, κἀκ τούτου εἴσω διὰ παντὸς συμπιληθὲν ἄλυτονγίγνεται. τοιαῦται μὲν αἱ Βαῖαί εἰσι, καὶ ἐς αὐτὰς τότε ὁ Ἀγρίππας, ἐπειδὴ τάχιστα τοὺς ἔσπλους ἐξεποίησε, τάς τε ναῦς καὶ τοὺς ἐρέτας ἤθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δὲ ἐπʼ ἰκρίων ἐρέττειν ἤσκει.οἱ δὲ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ὑπὸ σημείων. ἄλλα τε γὰρ συχνά σφισιν ἐσηγγέλθη, καὶ ὅτι δελφῖνες πολλοὶ περὶ τὴν Ἀσπίδα τὴν τῆς Ἀφρικῆς πόλιν ἐμαχέσαντό τε ἀλλήλοιςκαὶ διεφθάρησαν· καί τι καὶ αὐτοῦ πρὸς τῷ ἄστει αἷμα ἐκ τοῦ οὐρανοῦ ῥυὲν ὄρνιθες διεφόρησαν. ἐπειδή τε ἐν τῇ πανηγύρει τῇ τῶν Ῥωμαίων οὐδεὶς τῶν βουλευτῶν ἐν τῷ Καπιτωλίῳ, ὥσπερ εἴθιστο, εἱστιάθη, ἐν τέρατος λόγῳ καὶ τοῦτʼἔλαβον. τό τε τῇ Λιουίᾳ συμβὰν ἐκείνῃ μὲν καθʼ ἡδονὴν ἐγένετο, τοῖς δʼ ἄλλοις δέος ἐνεποίησε· λευκὴν γὰρ ὄρνιθα, κλωνίον δάφνης ἐγκάρπου φέρουσαν, ἀετὸς ἐς τὸν κόλπον αὐτῆς ἐνέβαλε. καὶ ἐδόκει γὰρ οὐ σμικρὸν τὸ σημεῖον εἶναι, τήν τε ὄρνιθα ἐν ἐπιμελείᾳ ἦγε καὶ τὴνδάφνην ἐφύτευσε. καὶ ἡ μὲν ῥιζωθεῖσα ηὔξησεν ὥστε καὶ τοῖς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψασιν ἐπὶ πλεῖστον ἐξαρκέσαι, ἥ τε Λιουία ἐγκολπώσεσθαι καὶ τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιναὐτοῦ κρατήσειν ἔμελλε· τοὺς δὲ δὴ ἄλλους τοὺς ἐν τῇ πόλει ταῦτά τε καὶ αἱ διαλλαγαὶ τῶν ἀρχόντων ἰσχυρῶς ἐτάρασσον· οὐ γὰρ ὅπως οἵ τε ὕπατοι καὶ οἱ στρατηγοί, ἀλλὰ καὶ οἱ ταμίαι ἐπʼ ἀλλήλοις ἀντικαθίσταντο, καὶ τοῦτʼ ἐπὶ