σφισι τὴν θεὸν ἔφασαν. καὶ ἀνεγνώσθη μὲν ἐπὶ τούτῳ τὰ Σιβύλλεια ἔπη· ὡς δὲ καὶ ἐκείνων ταὐτά τε εἰπόντων, καὶ τὸ ἄγαλμα ἐπί τε τὴν θάλασσαν καταχθῆναι καὶ τῷ ὕδατι αὐτῆς καθαρθῆναι προσταξάντων, ἡ θεὸς πλεῖστόν τε ὅσον ἀπὸ τῆς γῆς ἐς τὸν βυθὸν ἐχώρησε καὶ ἐν αὐτῷ ἐνεχρόνισε καὶ μόλις ὀψέ ποτε ἀνεκομίσθη,φόβος αὖ καὶ ἐκ τούτου οὐ σμικρὸς τοὺς Ῥωμαίους ἔλαβεν, οὐδʼ ἀνεθάρσησαν πρὶν φοίνικας τέσσαρας περί τε τὸν νεὼν αὐτῆς καὶ ἐν τῇ ἀγορᾷ ἀναφῦναι. ταῦτά τε οὖν τότε ἐγένετο, καὶ ὁ Καῖσαρ τὴνΛιουίαν ἔγημεν. ἦν δὲ θυγάτηρ μὲν Λιουίου Δρούσου, ὃς ἔν τε τοῖς ἐκτεθεῖσιν ἐν τῷ λευκώματι ἐγεγόνει καὶ ἑαυτὸν μετὰ τὴν ἐν τῇ Μακεδονίᾳ ἧτταν κατεκέχρητο, γυνὴ δὲ τοῦ Νέρωνος, μεθʼ οὗ συνδιέφυγεν, ὥσπερ εἴρηται· καὶ ἐκύει γεἐξ αὐτοῦ μῆνα ἕκτον. διστάζοντος γοῦν τοῦ Καίσαρος, καὶ πυθομένου τῶν ποντιφίκων εἴ οἱ ὅσιον ἐν γαστρὶ ἔχουσαν αὐτὴν ἀγαγέσθαι εἴη, ἀπεκρίναντο ὅτι εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ἦν, ἀναβληθῆναι τὸν γάμον ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐδὲν κωλύει ἤδη αὐτὸν γενέσθαι, τάχα μέν που καὶ ὄντως ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, πάντως δʼ ἄν, εἰ καὶ μὴ εὗρον αὐτό, εἰπόντες.ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ὁ ἀνὴρ ὥσπερ τις πατήρ. καί τι καὶ τοιοῦτον ἐν τῇ ἑστιάσει σφῶν συνηνέχθη· παιδίον τι τῶν ψιθύρων, οἷα αἱ γυναῖκες γυμνὰ ὡς πλήθει ἀθύρουσαι τρέφουσιν, ἰδὸν χωρὶς μὲν τὴν Λιουίαν μετὰ τοῦ Καίσαρος χωρὶς δὲ τὸν Νέρωνα μεθʼ ἑτέρου τινὸς κατακείμενον, προσῆλθέ τε αὐτῇ καὶ ἔφη, “τί ποιεῖς ἐνταῦθα, κυρία; ὁ γὰρ ἀνήρ σου,” δείξας αὐτόν,“ἐκεῖ κατάκειται.” ταῦτα μὲν οὖν οὕτως ἐπράχθη, συνοικοῦσα δὲ ἤδη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα. καὶ αὐτὸν ὁ Καῖσαρ καὶ ἀνείλετο καὶ τῷ πατρὶ ἔπεμψεν, αὐτὸ τοῦτο ἐς τὰ ὑπομνήματα ἐγγράψας, ὅτι Καῖσαρ τὸ γεννηθὲν Λιουίᾳ τῇ ἑαυτοῦ γυναικὶπαιδίον Νέρωνι τῷ πατρὶ ἀπέδωκε. καὶ ἐκεῖνος τελευτῶν οὐ πολλῷ ὕστερον ἐπίτροπον καὶ τούτῳ καὶ τῷ Τιβερίῳ αὐτὸν τὸν Καίσαρα κατέλιπεν. ὁ δʼ οὖν ὅμιλος ἄλλα τε ἐπὶ τούτῳ πολλὰ διεθρύλει, καὶ τοῖς εὐτυχοῦσι τρίμηνα παιδία γεννᾶσθαι ἔλεγεν, ὥστε καὶ ἐς παροιμίαν τὸ ἔπος προχωρῆσαι.ἐν μὲν δὴ τῇ πόλει ταῦτα ἐγίγνετο, ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον ὁ Βογούας ὁ Μαῦρος ἐς τὴν Ἰβηρίαν, εἴτʼ οὖν κατʼ ἐντολὴν τοῦ Ἀντωνίου εἴτε καὶ ἀφʼ ἑαυτοῦ γνώμης, πλεύσας, πολλὰ μὲν ἐλυμήνατο πολλὰ δὲ καὶ ἀντέπαθε,κἀν τούτῳ τῶν οἴκοι τῶν περὶ τὴν Τίγγιν ἐπαναστάντων αὐτῷ τῆς τε Ἰβηρίας ἐξέστη καὶ τὴν οἰκείαν οὐκ ἐκομίσατο· οἵ τε γὰρ τὰ τοῦ Καίσαρος ἐν τῇ Ἰβηρίᾳ πράσσοντες καὶ ὁ Βόκχος προσγενόμενός σφισι κρείττους αὐτοῦ ἐγένοντο.καὶ ἐκεῖνος μὲν πρὸς τὸν Ἀντώνιον ἀπῆλθεν, ὁ δὲ δὴ Βόκχος τὴν βασιλείαν αὐτοῦ αὐτίκα τε κατέσχε καὶ μετὰ τοῦτο καὶ παρὰ τοῦ Καίσαρος ἐβεβαιώσατο· τοῖς τε Τιγγιτανοῖς πολιτεία ἐδόθη.ἐν δὲ τούτῳ, καὶ ἔτι πρότερον, καὶ ὁ Σέξτος ὅ τε Καῖσαρ ἐπολέμησαν· οἷα γὰρ οὐκ ἐθελονταὶ οὐδʼ ἐκ προαιρέσεως ἀλλὰ ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι, χρόνον οὐδένα αὐτῇ ὡς εἰπεῖν ἐνέμειναν, ἀλλʼ εὐθὺς τὰς σπονδὰς λύσαντες διηνέχθησαν.ἔμελλον μὲν γάρ που καὶ ἄλλως, εἰ καὶ μηδεμίαν σκῆψιν εὗρον, πολεμήσειν· αἰτίαι δʼ οὖν αἵδε αὐτοῖς ἐγένοντο. ὁ Μηνᾶς ἐν τῇ Σαρδοῖ καὶ τότε ἔτι καθάπερ τις στρατηγὸς ὢν ὑπωπτεύθη τε ὑπὸ τοῦ Σέξτου διὰ τὴν τοῦ Ἑλένου ἄφεσιν καὶ ὅτι καὶ τῷ Καίσαρι ἐκεκοινολόγητο, καί πῃ καὶ ὑπὸ τῶν ὁμοίων φθόνῳ τῆςδυναστείας διεβλήθη. κἀκ τούτου μεταπεμφθεὶς ὑπʼ αὐτοῦ, πρόφασιν ὅπως περί τε τοῦ σίτου καὶ περὶ τῶν χρημάτων ὧν διῳκήκει ἀπολογίσηται, οὐχ ὑπήκουσεν, ἀλλὰ τοὺς κατὰ τοῦτο πεμφθέντας συλλαβὼν ἀπέκτεινε, πρός τε τὸν Καίσαρα προκηρυκευσάμενος τήν τε νῆσον αὐτῷ καὶ τὸ ναυτικὸν τό τε ἄλλο στράτευμα καὶ ἑαυτὸν παρέδωκε.καὶ αὐτὸν ἐκεῖνος ἀσμένως ἰδών, ἐπειδὴ καὶ τὸν Σέξτον τούς τε αὐτομολοῦντας παρὰ τὰ συγκείμενα ὑποδέχεσθαι καὶ ναυπηγίαν τριήρων ποιεῖσθαι ἔν τε τῇ Ἰταλίᾳ φρουρὰς ἔχειν ἔλεγεν. οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε χρυσοῖς ἐκόσμησεκαὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε. τὸ δὲ δὴ τῶν δακτυλίων τοιόνδε ἐστίν. οὐδενὶ τῶν πάλαι Ῥωμαίων, οὐχ ὅτι τῶν δουλευσάντων ποτέ, ἀλλʼ οὐδὲ τῶν ἐν ἐλευθέρῳ γένει τραφέντων, δακτυλίοις χρυσοῖς πλὴν τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων χρῆσθαι, ὥσπερ εἴρηταί μοι, ἐξῆν·καὶ διὰ τοῦτο τοῖς ἐξελευθέροις, οἷς ἂν ὁ τὸ κράτος ἔχων ἐθελήσῃ, καίτοι καὶ ἄλλως χρυσοφοροῦσιν, ὅμως ἐν τιμῆς μέρει, ὡς καὶ βελτίοσιν ἢ κατὰ ἀπελευθερίαν ἱππεύειν τε δυναμένοις, δίδονται.τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Σέξτος ταῦτά τε τῷ Καίσαρι ἐγκαλῶν, καὶ ὅτι ἡ Ἀχαΐα ἐκεκάκωτο καὶ οὔτε αὐτῷ οὔτε τοῖς κατελθοῦσι τὰ ὁμολογηθέντα ἐγίγνετο, ἔπεμψε Μενεκράτην ἐς τὴν Ἰταλίαν, ἐξελεύθερον καὶ αὐτὸν ἑαυτοῦ ὄντα, καὶ διʼ ἐκείνου ἄλλα τε τῆς Καμπανίας καὶΟὐόλτουρνον ἐπόρθησεν. ὁ οὖν Καῖσαρ μαθὼν τοῦτο τά τε γραμματεῖα τὰ τῆς συμβάσεως ἀνείλετο παρὰ τῶν ἀειπαρθένων, καὶ τὸν Ἀντώνιον τόν τε Λέπιδον μετεπέμψατο. καὶ αὐτῷ Λέπιδος μὲν οὐκ εὐθὺς ὑπήκουσεν, Ἀντώνιος δὲ ἦλθε μὲν ἐς τὸ Βρεντέσιον (ἐν γὰρ τῇ Ἑλλάδι ἔτι ὢν ἐτύγχανἐ,