ἀπολέσθαι. οἵ τε γὰρ ἐν τοῖς σκάφεσιν ὄντες οὐκ ἀνέμειναν τῇ γῇ αὐτῇ προσελθεῖν, ἀλλʼ ἐξεπήδων ἐς τὴν θάλασσαν, καὶ οἱ ἕτεροι ἐς αὐτὸν τὸν βυθὸν ἐπεσέβαινον. κἀν τούτῳ ἠσπάζοντό τε ἀλλήλους ἅμα νηχόμενοι καὶ περιέβαλλον κολυμβῶντες, ὥστε ποικίλην μὲν αὐτῶνθέαν ποικίλην δὲ καὶ ἀκοὴν συμβῆναι. οἱ μὲν γὰρ τούς τε συγγενεῖς καὶ τοὺς ἑταίρους ζῶντας εἰδότες καὶ τότε παρόντας ὁρῶντες ἀπλήστῳ τῇ ἡδονῇ ἐχρῶντο· οἱ δὲ ἀπολωλέναι τέ σφας πρότερον νομίζοντες καὶ τότε παρὰ δόξαν θεωροῦντες ἄποροί τε ἐπὶ πολὺ ἐγίγνοντο καὶ ἀφασίᾳ συνείχοντο, ἀπιστοῦντές τε ἅμα τῇ ὄψει καὶ εὐχόμενοι ἀληθῆ ταύτην εἶναι· καὶ οὐ πρότερόν γε ἐγνώριζόν σφας πρὶν τά τε ὀνόματα αὐτῶν ἀνακαλέσαι καὶφθεγγομένων τι ἀκοῦσαι· οὕτω δὲ ἔχαιρον μὲν ὡς καὶ ἀναβιωσκομένων σφῶν, ἀναγκαζόμενοι δὲ ἀθρόως ἥδεσθαι οὐκ ἀδακρυτὶ διῆγον. καὶ ἕτεροι ἀγνοοῦντές τε τοὺς φιλτάτους ἀπολωλότας, καὶ ζῆν παρεῖναί τε αὐτοὺς ἡγούμενοι, ἐζήτουν τέ σφας ἅμα περιφοιτῶντες, καὶ πάντα τὸν προστυγχάνονταπερὶ αὐτῶν ἐπηρώτων· καὶ τέως μὲν οὐδὲν ἀκριβὲς ἐμάνθανον, μαινομένοις τε ἐῴκεσαν καὶ ἐν ἀπόρῳ καθειστήκεσαν, ἐλπίζοντές τε ἅμα αὐτοὺς εὑρήσειν καὶ φοβούμενοι μὴ τεθνήκασι, καὶ μήτʼ ἀπογνῶναι πρὸς τὴν ἐπιθυμίαν μήτʼἀπαλγῆσαι πρὸς τὴν ἐλπίδα δυνάμενοι· μαθόντες δὲ τὴν ἀλήθειαν τάς τε τρίχας ἐσπαράττοντο καὶ τὰς ἐσθῆτας περιερρήγνυντο, ὀνομαστί τε αὐτοὺς ἀνεκάλουν ὡς καὶ ἐπακοῦσαί τι δυναμένους, καὶ πένθος ὡς καὶ τότε τελευτώντων αὐτοῦ τέ πουκειμένων σφῶν ἐποιοῦντο. καὶ εἴγε τισὶ μηδὲν αὐτοῖς τοιοῦτο παρῆν, ἀλλʼ ἐπί γε τοῖς τῶν ἄλλων παθήμασιν ἐταράττοντο· ἢ γὰρ χαίροντί τινι συνήδοντο ἢ πενθοῦντι συνελυποῦντο, καὶ οὕτως εἰ καὶ ἔξω οἰκείου πάθους ἦσαν, ὅμως οὐκ ἐδύναντο διὰ τὴν πρὸς τοὺς ἄλλους ὁμιλίαν ἡσυχάζειν.καὶ ἐκ τούτου οὔτε κόρον οὔτʼ αἰσχύνην, ἅτε καὶ τοῖς αὐτοῖς συμφερόμενοι, ἐλάμβανον, ἀλλὰ τήν τε ἡμέραν ὅλην καὶ τῆς νυκτὸς τὰ πλείω ἐς ταῦτα κατανάλωσαν.μετὰ δὲ δὴ ταῦθʼ οἵ τε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα δὲ καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ· τοσοῦτον γὰρ ὁ Σέξτος τῇ δυνάμει σφῶν περιῆν ὥστε μὴ πρότερον αὐτὸν ἐς τὴν ἤπειρον ἐκβῆναι πρὶν ἐκείνουςἐς τὴν ναῦν ἐσελθεῖν. καὶ τοῦτο μέντοι ποιήσας, δυνηθείς τʼ ἂν ἀμφοτέρους ἐν τῷ σκάφει σὺν ὀλίγοις παρόντας, ὥσπερ που καὶ ὁ Μηνᾶς αὐτῷ συνεβούλευε, φονεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καίπερ πρὸς τὸν Ἀντώνιον, ἐπειδὴ τὴν οἰκίαν αὐτοῦ τὴν πατρῴαν τὴν ἐν ταῖς Καρίναις κατεῖχε (τόπος γάρ τις τῆς τῶν Ῥωμαίων πόλεως οὕτω καλούμενός ἐστινʼ, ἀποσκώψας τρόπον τινὰ ἥδιστον(ταῖς γὰρ τροπίσι ταῖς τῶν νεῶν τῆς αὐτῆς ὀνομασίας οὔσης, ἐν ταῖς Καρίναις αὐτοὺς ἑστιᾶν ἔφἠ, ὅμως οὐδὲν ὡς καὶ μνησικακῶν σφισιν ἔπραξεν, ἀλλὰ τῇ τε ὑστεραίᾳ ἀνθειστιάθη, καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφιδῷ ἠγγύησεν.οὗτος μὲν οὖν ὁ πόλεμος ἀνεβέβλητο, τὰ δὲ δὴ τοῦ Λαβιήνου τῶν τε Πάρθων ὧδε διεπολεμήθη. ὁ Ἀντώνιος αὐτὸς μὲν ἐς τὴν Ἑλλάδα ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐνταῦθα ἐπὶ πλεῖστον ἐνεχρόνισεν, τάς τε ἐπιθυμίας ἅμα ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ἵνʼ ὅτι ἀσθενέσταται τῷ Σέξτῳπαραδοθῶσι. καὶ ἄλλα τε ἐν τούτῳ πολλὰ ἔξω τῶν πατρίων ἐξεδιῃτήθη, καὶ Διόνυσον ἑαυτὸν νέον αὐτός τε ἐκάλει καὶ ὑπὸ τῶν ἄλλων ὀνομάζεσθαι ἠξίου· ἐπειδή τε οἱ Αθηναῖοι πρός τε τοῦτο καὶ πρὸς τὰ ἄλλα τὴν Ἀθηνᾶν αὐτῷ κατηγγύησαν, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν παρʼ αὐτῶν ἐξέπραξεν. αὐτὸς μὲν οὖν περὶ ταῦτα εἶχε, τὸν δὲ δὴ Οὐεντίδιον τὸνΠούπλιον ἐς τὴν Ἀσίαν προύπεμψεν. καὶ ὃς ἦλθέ τε ἐπὶ τὸν Λαβιῆνον πρὶν ἔκπυστος γενέσθαι, καὶ καταπλήξας αὐτὸν τῷ τε αἰφνιδίῳ τῆς ἐφόδου καὶ τοῖς στρατεύμασιν (ἄνευ γὰρ τῶν Πάρθων μετὰ τῶν αὐτόθεν στρατιωτῶν μόνων ἦνʼ, ἐκεῖθέν τε μηδὲ ἐς χεῖράς οἱ ὑπομείναντα εὐθὺς ἐξέωσε, καὶ φεύγοντα ἐς τὴν Συρίαν ἐπεδίωξε,τὸ κουφότατον τοῦ στρατοῦ λαβών. καὶ αὐτὸν πρὸς τῷ Ταύρῳ καταλαβὼν οὐκέτι περαιτέρω προχωρῆσαι εἴασεν, ἀλλʼ ἐνταῦθα ἐπὶ πλείους ἡμέρας καταστρατοπεδευσάμενοι ἡσύχαζον· Λαβιῆνος μὲν γὰρ τοὺς Πάρθους, Οὐεντίδιος δὲτοὺς ὁπλίτας ἀνέμεινεν. ὡς οὖν καὶ οὗτοι ἐν ταῖς αὐταῖς ἅμα ἀμφότεροι ἡμέραις ἦλθον, Οὐεντίδιος μὲν δέει τῆς ἵππου τῶν βαρβάρων ἐν τῷ μετεώρῳ,οὗπερ ηὐλίζετο, κατέμεινεν, οἱ δὲ δὴ Πάρθοι ἔκ τε τοῦ πλήθους σφῶν καὶ ἐκ τοῦ προνενικηκέναι ποτὲ καταφρονήσαντες πρός τε τὸν γήλοφον ἅμα τῇ ἕῳ, πρὶν καὶ τῷ Λαβιήνῳ συμμῖξαι, προσήλασαν, καὶ ὡς οὐδείς σφισιν ἀντεπεξῄει, καὶ πρὸςτὸ ὄρθιον αὐτὸ προσέβαλον. καὶ αὐτοὺς ἐνταῦθα ἤδη ὄντας οἱ Ῥωμαῖοι ἐπιδραμόντες ῥᾳδίως πρὸς τὸ κάταντες ἐτρέψαντο. καί σφων πολλοὶ μὲν ἐν χερσὶν ἀπέθανον, τὸ δὲ δὴ πλεῖον ἐν τῇ ἀναστροφῇ περὶ ἀλλήλοις, οἱ μὲν ἤδη τετραμμένοι οἱ δὲ ἔτι προσιόντες, ἐσφάλησαν· οἵ τε περιλειφθέντες οὐ πρὸς τὸν Λαβιῆνον ἀλλʼ ἐς Κιλικίαν