ἐζώγρησε. καὶ ὃς ἔπαθε μὲν κακὸν οὐδέν (διά τε γὰρ τὸν πατέρα, καὶ διότι τὸ ὄνομα τοῦ Σέξτου ἐν ταῖς ἀσπίσιν οἱ στρατιῶται αὐτοῦ ἔφερον, ἐσώθἠ, οὐ μέντοι καὶ καλῶς τὸν εὐεργέτην ἠμείψατο, ἀλλὰ καὶ κατεπολέμησεν αὐτὸν καὶ κατεφόνευσεν, ὥστε καὶ τοῦτʼ ἐν τοῖς μάλιστατῶν ὁμοίων μνημονευθῆναι. ὁ δʼ οὖν Μηνᾶς ταῦτά τε οὕτως ἔπραξε, καὶ ἐπὶ Σαρδὼ πλεύσας συνέβαλε Μάρκῳ Λουρίῳ τῷ ἄρχοντι αὐτῆς, καὶ τὰ μὲν πρῶτα ἐτράπετο, ἔπειτα δὲ παρὰ δόξαν αὐτὸν ἀπερισκέπτως ἐπιδιώκοντα ὑποστὰς ἀντεπεκράτησε.καὶ μετὰ τοῦτο ἐκλιπόντος αὐτοῦ τὴν νῆσον κατέσχε τὰ μὲν ἄλλα ὁμολογίᾳ, τὴν δὲ Κάραλιν πολιορκίᾳ· συχνοὶ γὰρ ἐκ τῆς μάχης ἐς αὐτὴν κατεπεφεύγεσαν. τῶν γε μὴν ἁλόντων ἄλλους τε καὶ Ἕλενον, ἐξελεύθερόν τε τοῦ Καίσαρος ὄντα καὶ ἀρέσκοντα αὐτῷ τὰ μάλιστα, ἀφῆκεν ἄνευ λύτρων, εὐεργεσίαν τε ἐς τὸν Καίσαρα πόρρωθεν προκατατιθέμενος καὶ καταφυγὴν ἑαυτῷ προπαρασκευάζων, εἴ τι παρʼ αὐτοῦ δεηθείη.καὶ ὁ μὲν ταῦτʼ ἐποίει· οἱ δὲ ἐν τῇ Ῥώμῃ, ὡς ἥ τε Σαρδὼ εἴχετο καὶ ἡ παραλία ἐπορθεῖτο, τῆς τε σιτοπομπίας ἐστέρηντο, καὶ ὁ λιμὸς τά τε τέλη πολλὰ καὶ παντοῖα καθιστάμενα καὶ προσέτι καὶ συντέλειαι τοῖς τοὺς δούλους ἔχουσιπροστασσόμεναι δεινῶς αὐτοὺς ἐλύπουν, οὐκέθʼ ἡσύχαζον, ἀλλʼ ὅσον ἐπὶ ταῖς τοῦ Ἀντωνίου καὶ τοῦ Καίσαρος καταλλαγαῖς, ὡς καὶ σφετέρας εἰρήνης τῆς ἐκείνων ὁμονοίας οὔσης, ἥσθησαν, τοσοῦτον ἢ καὶ πλεῖον ἐπὶ τῷ πρὸς τὸν Σέξτονσφῶν πολέμῳ ἤσχαλλον. ἐν δʼ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες, καὶ τὴν Ὀκταουίαν τὴν τοῦ Καίσαρος ἀδελφὴν γυναῖκα τῷ Ἀντωνίῳ, ἐπειδὴ ὁ ἀνὴρ αὐτῆςἐτετελευτήκει, καὶ κυοῦσαν προμνησάμενοι, τοσαύτῃ μεταβολῇ ἐχρήσαντο ὥστε τὸ μὲν πρῶτον κατὰ συστάσεις γιγνόμενοι ἢ καὶ ἐπὶ θέαν τινὰ ἀθροιζόμενοι παρεκάλουν σφᾶς εἰρηνῆσαι καὶ πολλὰ ἐπὶ τούτῳ ἐπεβόων, ὡς δὲ οὐκ ἐπείθοντο, ἠλλοτριώθησάν τε αὐτοῖς καὶ πρὸς τὸνΣέξτον ἀπέκλιναν. καὶ ἄλλα τε ἐπὶ θεραπείᾳ αὐτοῦ διεθρόουν, καὶ ἐν ταῖς ἱπποδρομίαις κρότῳ τε πολλῷ τὸ τοῦ Ποσειδῶνος ἄγαλμα πομπεῦον ἐτίμων καὶ ἡδονὴν ἐπʼ αὐτῷ πολλὴν ἐποιοῦντο. ἐπεί τε ἡμέραις τισὶν οὐκ ἐσήχθη, τούς τε ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐκ τῆς ἀγορᾶς ἐξήλασαν καὶ ἐκείνων τὰς εἰκόνας κατέβαλον, καὶ τέλος, ἐπειδὴ μηδʼ ὥς τι ἐπεραίνετο, σπουδῇ ἐπʼ αὐτοὺςὡς καὶ ἀποκτενοῦντές σφας ὥρμησαν. καὶ ὁ μὲν Καῖσαρ, καίτοι τρωθέντων τῶν ἀμφʼ αὐτὸν ὄντων, τήν τε ἐσθῆτα περιερρήξατο καὶ πρὸς ἱκετείαν αὐτῶν ἐτράπετο, ὁ δʼ Ἀντώνιος βιαιότερόν σφισι προσηνέχθη. καὶ διὰ τοῦτο ὅτι μάλιστα ὀργισθέντων τέ σφων καὶ ἐπὶ τούτῳ καὶ δεινόν τι πράξειν προσδοκηθέντων, ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι.κἀν τούτῳ τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους, καίπερ ἐπʼ ἐξόδῳ ἤδη τοῦ ἔτους ὄντος, παύσαντες ἄλλους ἀντικατέστησαν, βραχὺ φροντίσαντεςεἰ καὶ ἐπʼ ὀλίγας ἡμέρας ἄρξουσι. καὶ εἷς γε τῶν τότε ὑπατευσάντων Λούκιος Κορνήλιος Βάλβος ἐγένετο, Γαδειρεύς τε ὢν καὶ πλούτῳ καὶ μεγαλονοίᾳ τοσοῦτον τοὺς καθʼ ἑαυτὸν ἀνθρώπους ὑπερενεγκὼν ὥστε καὶ δωρεὰν τοῖς Ῥωμαίοις ἀνὰ πέντε καὶ εἴκοσι δραχμὰς τελευτῶνκαταλιπεῖν. τοῦτό τε οὖν ἐποίησαν, καὶ ἐν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ ἀγορανόμου τινὸς ἀποθανόντος ἕτερον ἐς τὰς λοιπὰς ὥρας ἀνθείλοντο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ τό τε ὕδωρ τὸ Ἰούλιονὠνομασμένον ἐς τὴν πόλιν ἐπωχετεύθη, καὶ ἡ πανήγυρις ἡ ἐπὶ τῷ πολέμῳ τῷ πρὸς τοὺς σφαγέας εὐχθεῖσα ὑπὸ τῶν ὑπάτων ἐποιήθη. τά τε τοῖς ἑπτὰ ἀνδράσιν ὠνομασμένοις προσήκοντα οἱ ποντίφικες, ἐπειδὴ μηδεὶς ἐκείνων παρῆν, ἐπετέλεσαν· καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο.ταῦτά τε οὖν οὕτως ἐν τῷ ἔτει ἐκείνῳ ἐπράχθη, καὶ Σφαῖρον ὁ Καῖσαρ παιδαγωγόν τε καὶ ἐξελεύθερον αὐτοῦ γενόμενον δημοσίᾳ ἔθαψε. τόν τε Ῥοῦφον τὸν Σαλουιδιῆνον ὡς καὶ ἐπιβουλεύσαντάοἱ ἀπέκτεινεν. οὗτος δὲ ἦν μὲν ἐξ ἀφανεστάτων, καὶ αὐτῷ ἡ κεφαλὴ ποιμαίνοντι φλόγα ἀνέδωκεν· ἐς τοσοῦτον δὲ ὑπὸ τοῦ Καίσαρος προήχθη ὥστε αὐτόν τε ὕπατον μηδὲ βουλεύοντα ἀποδειχθῆναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ προαποθανόντα διὰ τοῦ Τιβέριδος, γεφύρας ἐπʼ αὐτὸ τοῦτο ποιηθείσης,ἐξενεχθῆναι. ἀλλʼ οὐδὲν γὰρ τῶν ἀνθρωπίνων βέβαιόν ἐστι, κατηγορήθη τε ἐν τῷ βουλευτηρίῳ ὑπʼ αὐτοῦ τοῦ Καίσαρος, καὶ ὡς πολέμιος ἐκείνου καὶ τοῦ δήμου παντὸς ἐσφάγη, ἱερομηνίαι τε ἐπʼ αὐτῷ ἐγένοντο, καὶ προσέτι καὶ ἡ φυλακὴ τῆς πόλεως τοῖς τρισὶν ἀνδράσι μετὰ τῆς εἰθισμένης προσθήκης, τοῦ μηδὲν ἀπʼ αὐτῆς ἀποτριβῆναι, ἐπετράπη.ἔν τε τῷ πρὸ τούτου ἔτει θηρία τε ἐν τῇ τῶν Ἀπολλωνίων ἱπποδρομίᾳ ἄνδρες ἐς τὴν ἱππάδα τελοῦντες κατέβαλον, καὶ ἡμέρα ἐμβόλιμος παρὰ τὰ καθεστηκότα ἐνεβλήθη, ἵνα μὴ ἡ νουμηνία τοῦ ἐχομένου ἔτους τὴν ἀγορὰν τὴν διὰ τῶν ἐννέα ἡμερῶν ἀγομένην λάβῃ, ὅπερ ἀπὸ τοῦ πάνυ ἀρχαίου σφόδρα ἐφυλάσσετο· καὶ δῆλον ὅτι ἀνθυφῃρέθη αὖθις, ὅπως ὁ χρόνος κατὰ τὰ τῷ