δὲ τὰ τοῦ Καίσαρος φρονοῦντες. καὶ τέως μὲν ὁ Σέξτιος ἀνέμενεν ὡς καὶ ἐκείνων (πολὺ γὰρ πλείω δύναμιν εἶχονʼ ἐς τὴν ἀρχὴν αὐτοῦ ἐσβαλούντων, καὶ παρεσκευάζετο ὡς καὶ ἐνταῦθα αὐτοὺς ἀμυνούμενος· ἐπεὶ δὲ διέμελλον, κατεφρόνησέ τε αὐτῶν, καὶ προσεπαρθεὶς ὑπό τε βοὸς φθεγξαμένης, ὥς φασιν, ἀνθρωπίνῃ φωνῇ καὶ κελευσάσηςαὐτῷ τῶν προκειμένων ἔχεσθαι, καὶ ἐξ ἐνυπνίου διʼ οὗ ταῦρός τις κατορωρυγμένος ἐν τῇ πόλει Τούκκῃ παρῃνεκέναι οἱ ἔδοξε τὴν κεφαλὴν αὐτοῦ ἀνελέσθαι καὶ ἐπὶ κάμακος, ὡς καὶ ἐκ τούτου νικήσοντι, περιφέρειν, οὐκ ἐμέλλησεν, ἄλλως τε καὶ ὅτι τὸν ταῦρον ἐν τῷ χωρίῳ ἐν ᾧ τὸ ἐνύπνιον εἶναι ἔφη εὗρεν, ἀλλʼ αὐτὸς ἐς τὴνἈφρικὴν προενέβαλε. καὶ τὸ μὲν πρῶτον τό τε Ἀδρυμητον καὶ ἄλλα ἄττα χωρία, ἀνελπίστοις σφίσι προσπεσών, κατέσχεν· ἔπειτα δὲ ἀφυλάκτως διʼ αὐτὸ τοῦτʼ ἔχων ἐλοχίσθη τε ὑπὸ τοῦ ταμίου, καὶ πολὺ μέρος τοῦ στρατοῦ ἀποβαλὼν ἐς τὴν Νουμιδίαν ἀνεχώρησε. καὶ ἔτυχε γὰρ ἄνευ τῆς τοῦ ταύρου κεφαλῆς δυστυχήσας, τήν τε ἧτταν ἐς τοῦτο ἀνέφερε, καὶ παρεσκευάζετοὡς καὶ αὖθις στρατεύσων. κἀν τούτῳ φθάσαντες οἱ ἐναντίοι ἀντεσέβαλον ἐς τὴν ἀρχὴν αὐτοῦ· καὶ οἱ μὲν ἄλλοι Κίρταν ἐπολιόρκουν, ὁ δὲ δὴ ταμίας ἐπʼ ἐκεῖνον σὺν τοῖς ἱππεῦσιν ὥρμησε, καί τισιν ἱππομαχίαις κρατήσας τὸν συνταμίαν προσεποιήσατο. πραχθέντων δὲ τούτων ὁ Σέξτιος νεαλῆ τινα ἐπικουρίαν προσλαβὼν ἀνεκινδύνευσε, καὶ τόν τε ταμίαν ἀντενίκησε καὶ τὸν Λαίλιον κατατρέχοντα τὴν χώραν ἐς τὸ ἔρυμακατέκλεισε. τόν τε Κορνουφίκιον ἐπαμυνοῦντα ἀπατήσας ὡς καὶ ἑαλωκότος ἐκείνου καὶ ἐς ἀθυμίαν ἐμβαλὼν ἥττησε, καὶ αὐτόν τε ἐν τῇ μάχῃ ἀπέκτεινε καὶ τὸν Λαίλιον ἐπεξελθόντα ὡς καὶ κατὰ νώτου σφίσι προσπεσούμενον.πράξας δὲ ταῦτα τήν τε Ἀφρικὴν κατέσχε καὶ ἑκατέρου τοῦ ἔθνους ἀδεῶς ἦρχε, μέχρις οὗ ὁ Καῖσαρ ἐκ τῶν συνθηκῶν τῶν πρός τε τὸν Ἀντώνιον καὶ τὸν Λέπιδόν οἱ γενομένων τὴν ἀρχὴν αὐτῶν λαβὼν Γάιόν σφισι Φουφίκιον Φάγγωνα προσέταξε· τότε γὰρ ἑκὼν δὴ τῶν ἐθνῶν ἐξέστη.ὡς μέντοι ἥ τε μάχη ἡ κατὰ τὸν Βροῦτον τόν τε Κάσσιον ἐγένετο, καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος τά τε ἄλλα ἀνεδάσαντο, καὶ τῆς Λιβύης Καῖσαρ μὲν τὴν Νουμιδίαν Ἀντώνιος δὲ τὴν Ἀφρικὴν ἔλαβεν (ὁ γὰρ Λέπιδος ἐν αὐτοῖς ὀνόματι μόνον, ὥσπερ εἶπον, ἦρχε, καὶ πολλάκις γε οὐδὲ τοῦτο ἐν τοῖςγράμμασι προσενεγράφετὀ, ὡς οὖν ταῦτά τε οὕτως ἐγένετο καὶ ἡ Φουλουία τὴν Ἀφρικὴν αὐτῷ παραλαβεῖν ἐκέλευσεν (ἐν γὰρ τῇ Λιβύῃ καὶ τότε ἔτι, πρόφασιν μὲν διὰ τὸν χειμῶνα, ἔργῳ δὲ εὖ εἰδὼς ὅτι νεωτερισθήσοιτό τι, ἐνδιέτριψἐ, τὸν μὲν Φάγγωνα οὐκ ἔπεισε τῆς χώρας ἐκστῆναι, τοὺς δὲ ἐπιχωρίους ἀχθομένους οἱ (ἔν τε γὰρ τῷ μισθοφορικῷ ἐστράτευτο· πολλοὶ γὰρ καὶ τῶν τοιούτων ἐς τὸ βουλευτήριον, ὥσπερ εἴρηταί μοι, κατελελέχατο· καὶ κακῶς αὐτῶν ἦρχἐ προσηταιρίσατο.γενομένου δὲ τούτου ὁ Φάγγων ἐς τὴν Νουμιδίαν ἀνεχώρησε, καὶ τούς τε Κιρτησίους καταφρονήσαντας αὐτοῦ πρὸς τὰ παρόντα κακῶς μετεχειρισατο, καὶ Ἀραβίωνά τινα δυναστεύοντα ἐν τοῖς προσοικοῦσί σφισι βαρβάροις, καὶ πρότερον μὲν τῷ Λαιλίῳ συναράμενον, ὕστερον δὲ τῷ Σεξτίῳ προσθέμενον, ἐξέβαλεν ἐκ τῆς ἀρχῆς,ἐπειδή οἱ μὴ ἠθέλησε συμμαχῆσαι. καταφυγόντα τε αὐτὸν πρὸς τὸν Σέξτιον ἐξαιτήσας καὶ μὴ λαβὼν ὀργήν τε ἐποιήσατο, καὶ ἐς τὴν Ἀφρικὴν ἐμβαλὼν τῆς μὲν χώρας ἐκάκωσεν, ἀντιστρατοπεδευσαμένου δὲ αὐτῷ τοῦ Σεξτίου μάχαις βραχείαις μὲν πολλαῖς δʼ οὖν ἡττήθη, καὶ διὰ τοῦτʼἐς τὴν Νουμιδίαν αὖθις ἀνεκομίσθη. καὶ αὐτῷ ὁ Σέξτιος ἀντεπελθὼν ἐλπίδα μὲν ὡς καὶ διὰ βραχέος τῇ τοῦ Ἀραβίωνος μάλιστα ἱππείᾳ νικήσων ἔσχεν, ὑποτοπήσας δέ τι καὶ δολοφονήσας ἐκεῖνον οὐδὲν ἔτι τότε γε ἔπραξεν· οἱ γὰρ ἱππῆς χαλεπῶς ἐπὶ τῷ ὀλέθρῳ αὐτοῦ σχόντες ἐγκατέλιπον αὐτόν, καὶ οἵ γε πλείους σφῶν τὰ τοῦΦάγγωνος ἀνθείλοντο. ἀλλʼ ἐν μὲν τῷ παρόντι φιλίαν, ὡς καὶ τῆς προφάσεώς σφισι τοῦ πολέμου ὑπεξῃρημένης, συνέθεντο· μετὰ δὲ ταῦτα τηρήσας ὁ Φάγγων τὸν Σέξτιον ἀδεῶς ὑπὸ τῶν σπονδῶνἔχοντα ἐς τὴν Ἀφρικὴν ἐσέβαλε. κἀνταῦθα συμμίξαντες ἀλλήλοις τὸ μὲν πρῶτον καὶ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν (ὁ μὲν γὰρ τῷ ἱππικῷ τῷ Νομαδικῷ, ὁ δὲ τῇ ἀσπίδι τῇ πολιτικῇ ἐκράτησενʼ, ὥστε καὶ τὰ στρατόπεδα αὐτοὺς τὰ ἀλλήλων διαρπάσαι, μηδὲν μηδετέρους περὶ τῶν συστρατιωτῶνεἰδότας· ὡς δʼ ἐπαναχωροῦντες ᾔσθοντο τὸ γεγονός, ἐς χεῖρας αὖθις ἦλθον, καὶ τροπῆς τῶν Νομάδων γενομένης ὁ Φάγγων τότε μὲν ἐς τὰ ὄρη ἀνέφυγε, τῆς δὲ νυκτὸς βουβαλίδων διαδραμουσῶν ᾠήθη τε τὴν πολεμίαν ἵππον παρεῖναικαὶ ἑαυτὸν κατεχρήσατο. καὶ οὕτως ὁ Σέξτιος τὰ μὲν ἄλλα ἀπόνως ἔλαβε, Ζάμην δὲ ἐπὶ πλεῖστον ἀντισχοῦσαν λιμῷ κατεστρέψατο. κἀκ τουτου ἀμφοτερων αὖθις τῶν ἐθνῶν ἡγεῖτο,μέχρις οὗ ὁ Λέπιδος ἐπέμφθη· ἐκείνῳ γάρ, ὡς καὶ τῷ Ἀντωνίῳ συνδοκοῦν, ἢ καὶ ὅτι ταῖς δυνάμεσι πολὺ αὐτοῦ ἠλαττοῦτο, οὐδὲν ἀντέπραξεν, ἀλλʼ ὡς καὶ ἑαυτοῦ χάριν τὴν ἀνάγκην τιθέμενος ἡσύχαζε. καὶ οὕτως ὁ Λέπιδος ἀμφότερα τὰ ἔθνη κατέσχε.