καὶ οἱ μὲν ταῦτʼ ἔπραττον, ὁ δὲ Λούκιος ὡς τότε ἐκ τῆς Ῥώμης ἀπῆρεν, ὥρμησε μὲν ἐς τὴν Γαλατίαν, εἰρχθεὶς δὲ τῆς ὁδοῦ πρὸς Περουσίαν Τυρσηνίδα πόλιν ἀπετράπετο· καὶ αὐτὸν ἐνταῦθα πρότεροι μὲν οἱ ὕπαρχοι τοῦ Καίσαρος, ἔπειτα δὲ καὶ αὐτὸς ἐκεῖνος ἀπολαβόντες ἐπολιόρκουν.χρονίου δὲ δὴ τῆς προσεδρείας σφίσι γιγνομένης (τό τε γὰρ χωρίον τῇ τε φύσει καρτερόν ἐστι καὶ τοῖς ἐπιτηδείοις ἱκανῶς παρεσκεύαστο, καὶ ἱππῆς προεκπεμφθέντες ὑπʼ αὐτοῦ, πρὶν παντελῶς περιστοιχισθῆναι, δεινῶς σφας ἐλύπουν, καὶ προσέτι καὶ ἕτεροι πολλοὶ σπουδῇ ἄλλος ἄλλοθεν ἐπήμυνοναὐτᾦ πολλὰ μὲν πρὸς τούτους ὡς ἑκάστους, πολλὰ δὲ καὶ πρὸς τοῖς τείχεσιν ἐπράχθη, μέχρις οὗ καίτοι πλεονεκτοῦντες τὰ πλείω οἱ περὶ τὸν Λούκιον ὅμως ὑπὸ λιμοῦ ἑάλωσαν. καὶ αὐτὸς μὲν ἄλλοι τέ τινες ἄδειαν εὕροντο, οἱ δὲ δὴ πλείους τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων ἐφθάρησαν.καὶ λόγος γε ἔχει ὅτι οὐδʼ ἁπλῶς τοῦτο ἔπαθον, ἀλλʼ ἐπὶ τὸν βωμὸν τὸν τῷ Καίσαρι τῷ προτέρῳ ὡσιωμένον ἀχθέντες ἱππῆς τε τριακόσιοι καὶ βουλευταὶ ἄλλοι τε καὶ ὁ Καννούτιος ὁ Τιβέριος, ὅς ποτε ἐν τῇ δημαρχίᾳ τὸ πλῆθος τῷ Καίσαριτῷ Ὀκταουιανῷ ἤθροισεν, ἐτύθησαν. τῶν δὲ Περουσίνων καὶ τῶν ἄλλων τῶν ἐκεῖ ἁλόντων οἱ πλείους ἀπώλοντο, καὶ ἡ πόλις αὐτή, πλὴν τοῦ Ἡφαιστείου τοῦ τε τῆς Ἥρας ἕδους, πᾶσα κατεκαύθη.τοῦτο δέ (ἐσώθη γάρ πως κατὰ τύχηνʼ ἀνήχθη τε ἐς τὴν Ῥώμην ἐξ ὄψεως ὀνείρου ἣν ὁ Καῖσαρ εἶδε καὶ παρέσχε καὶ τῇ πόλει πρὸς τῶν βουλομένων συνοικισθῆναι, πλὴν ὅτι τῆς χώρας οὐδὲν ὑπὲρ ἑπτὰ καὶ ἥμισυ σταδίους ἐκτήσαντο.ἐκείνης δʼ οὖν ἐπί τε Γναίου Καλουίνου δεύτερον καὶ ἐπʼ Ἀσινίου Πωλίωνος ὑπάτων ἁλούσης καὶ τἆλλα τὰ ἐν τῇ Ἰταλίᾳ, τὰ μὲν βίᾳ τὰ δὲ ἐθελοντί, τῷ Καίσαρι προσεχώρησε· καὶ διὰ τοῦθʼ ἥ τε Φουλουία πρὸς τὸν ἄνδρα μετὰ τῶντέκνων ἀπέδρα, καὶ τῶν ἄλλων τῶν πρώτων συχνοὶ οἱ μὲν πρὸς ἐκεῖνον οἱ δὲ καὶ πρὸς τὸν Σέξτον ἐς τὴν Σικελίαν ἀπεχώρησαν. ἥ τε Ἰουλία ἡ τῶν Ἀντωνίων μήτηρ τὸ μὲν πρῶτον ἐνταῦθα ἦλθε, καὶ πάνυ φιλικῶς ὑπὸ τοῦ Σέξτου ὑπεδέχθη, ἔπειτα δὲ πρὸς τὸν υἱὸν τὸν Μᾶρκον ὑπʼ αὐτοῦ ἐπέμφθη, λόγους τέ οἱ ὑπὲρ φιλίας καὶπρέσβεις ἄγουσα. μετὰ τούτων τῶν τότε πρὸς τὸν Ἀντώνιον ἐκ τῆς Ἰταλίας ἐκχωρησάντων καὶ Κλαύδιος Τιβέριος Νέρων ἔφυγε. φρουρὰν γάρ τινα ἐν τῇ Καμπανίᾳ εἶχε, καὶ ἐπειδὴ καθυπέρτερα τὰ τοῦ Καίσαρος ἐγένετο, ἀπῆρε σύν τε τῇ γυναικὶ Λιουίᾳ Δρουσίλλῃ καὶ σὺν τῷ υἱεῖ ΤιβερίῳΚλαυδίῳ Νέρωνι, ὥστε καὶ τοῦτο ἐν τοῖς παραδοξοτάτοις συμβῆναι· ἥ τε γὰρ Λιουία αὕτη ἡ τὸν Καίσαρα τότε φυγοῦσα μετὰ ταῦτα αὐτῷ ἐγήματο, καὶ ὁ Τιβέριος οὗτος ὁ σὺν τοῖς τοκεῦσι τότε ἐκδρὰς τὴν αὐτοκράτορα ἀρχὴν αὐτοῦ διεδέξατο.ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ τήν τε εἰρηνικὴν ἐσθῆτα οἱ ἐν τῇ Ῥώμῃ ὄντες ἀνέλαβον (ἐκδεδυκότες γὰρ αὐτὴν ἄνευ ψηφίσματος ἀνάγκῃ τοῦ δήμου ἦσανʼ καὶ αὐτοί τε ἑώρταζον, καὶ τὸν Καίσαρα ἔν τε στολῇ ἐπινικίῳ ἐς τὸ ἄστυ ἐσεκόμισαν καὶ δαφνίνῳ στεφάνῳ ἐτίμησαν, ὥσθʼ ὁσάκις οἱ τὰ νικητήρια πέμψαντες εἰώθεσαν αὐτῷχρῆσθαι, καὶ ἐκεῖνόν οἱ κοσμεῖσθαι. Καῖσαρ δέ, ἐπειδὴ τά τε ἐν τῇ Ἰταλίᾳ κατείργαστο καὶ ὁ κόλπος ὁ Ἰόνιος ἠλευθέρωτο (ὁ γὰρ Δομίτιος, ἀπογνοὺς μηκέτι καθʼ ἑαυτὸν ἰσχύσειν, ἀπέπλευσε πρὸς τὸν Ἀντώνιονʼ, παρεσκευάζετο μὲν ὡς ἐπὶ τὸν Σέξτον ὁρμήσων, αἰσθόμενος δὲ τήν τε δύναμιν αὐτοῦ, καὶ ὅτι τῷ Ἀντωνίῳ διά τε τῆς μητρὸς καὶ διὰ τῶν πρέσβεων ἐκεκοινολόγητο, ἔδεισε μὴ καὶ ἀμφοῖνἅμα πολεμήσῃ, καὶ τὸν Σέξτον ὡς καὶ πιστότερον ἢ καὶ ἰσχυρότερον τοῦ Ἀντωνίου προτιμήσας τήν τε μητέρα αὐτῷ Μουκίαν ἔπεμψε, καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ἔγημεν, εἴ πως ἔκ τε τῆς εὐεργεσίας καὶ ἐκ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο.ὁ γὰρ Σέξτος, ὡς τότε ἐκ τῆς Ἰβηρίας κατὰ τὰς πρὸς τὸν Λέπιδον συνθήκας ἀπηλλάγη καὶ μετὰ τοῦτο ναύαρχος οὐ πολλῷ ὕστερον κατέστη, τῆς μὲν ἀρχῆς ὑπὸ τοῦ Καίσαρος παρελύθη, τοῦ δὲ δὴ ναυτικοῦ καὶ ὣς ἀντεχόμενος ἐτόλμησε μὲν ἐς τὴν Ἰταλίαν πλεῦσαι, ἐπικρατούντων δὲ ἤδητῶν ἀμφὶ τὸν Καίσαρα αὐτῆς, μαθὼν ὅτι ἐν τοῖς σφαγεῦσι τοῖς τοῦ πατρὸς αὐτοῦ ἑάλωκε, τῆς μὲν ἠπείρου ἀπέσχετο, κατὰ δὲ δὴ τὰς νήσους περιπλέων τά τε γιγνόμενα ἐκαραδόκει καὶ τὴν τροφὴν οὐκ ἐξ ἀδικημάτων ἐπορίζετο· ἅτε γὰρ μὴ μετεσχηκὼς τοῦ φόνου, καὶ ὑπʼ αὐτοῦ τοῦ Καίσαροςἤλπιζε καταχθήσεσθαι. ἐπεὶ μέντοι καὶ ἐν τῷ λευκώματι τὸ ὄνομα αὐτοῦ ἐξετέθη καὶ ἔγνω καὶ ἐπʼ αὐτῷ ἐπικεκηρυγμένον, ἀπέγνω τε τὴν διʼ αὐτοῦ κάθοδον καὶ πρὸς πόλεμον ἡτοιμάζετο· ναυπηγίαν τε γὰρ τριήρων ἐποιεῖτο καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τούς τε καταποντιστὰς προσηταιρίζετο καὶ τοὺς ἐκπίπτοντας ὑπελάμβανε.κἀκ τούτων ἐν ὀλίγῳ τε ἰσχυρὸς ἐγένετο καὶ τῆς πρὸς τῇ Ἰταλίᾳ θαλάσσης ἐκράτησεν, ἔς τε τοὺς λιμένας αὐτῆς ἀπέβαινε καὶ τὰ πλοῖα ἀπέσπα, ἁρπαγάς τε ἐποιεῖτο. προχωρούντων δὲ αὐτῷ τῶν πραγμάτων ὥστε καὶ στρατιώτας καὶ χρήματα ἀπʼ αὐτῶν πορίζειν, ἐς Σικελίαν ἔπλευσε, καὶ Μύλας μὲν τήν τε Τυνδαρίδα ἀμαχεὶ κατέσχε, τῆς δὲ Μεσσήνης ὑπὸ Πομπηίου Βιθυνικοῦ τοῦ τότε τῆς Σικελίας ἄρχοντος ἀπεκρούσθη.