δεξιᾶς, ὥσπερ ἀπετέτμητο, ὁρῷτο· ἡ δὲ δὴ Φουλουία ἔς τε τὰς χεῖρας αὐτὴν πρὶν ἀποκομισθῆναι ἐδέξατο, καὶ ἐμπικραναμένη οἱ καὶ ἐμπτύσασα ἐπί τε τὰ γόνατα ἐπέθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τήν τε γλῶσσαν ἐξείλκυσε καὶ ταῖς βελόναις αἷς ἐς τὴν κεφαλὴν ἐχρῆτο κατεκέντησε, πολλὰ ἅμα καὶ μιαρὰ προσεπισκώπτουσα.καὶ οὗτοι δʼ οὖν ὅμως ἔσωσάν τινας, παρʼ ὧν γε καὶ πλείω χρήματα ἔλαβον ἢ τελευτησάντων εὑρήσειν ἤλπισαν· καὶ ἵνα γε μὴ κεναὶ αἱ ἐν τοῖς λευκώμασι χῶραι τῶν ὀνομάτων αὐτῶν ὦσιν, ἑτέρους ἀντενέγραψαν. πλήν γε ὅτι τὸν θεῖον ὁ Ἀντώνιος, πολλὰ τῆς μητρὸς τῆς ἑαυτοῦ τῆς Ἰουλίας ἱκετευσάσης, ἀφῆκεν, οὐδὲν ἄλλο χρηστὸν εἰργάσατο.πολύτροποι μὲν οὖν διὰ ταῦτα αἱ σφαγαί, πολυειδεῖς δὲ καὶ σωτηρίαι τισὶν ἐγένοντο. συχνοὶ μὲν γὰρ καὶ πρὸς τῶν φιλτάτων ἀπώλοντο, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἐχθίστων ἐσώθησαν. ἄλλοι σφᾶς αὐτοὺς ἀπέκτειναν, ἄλλους αὐτοὶ οἱ ἐπελθόντες ὡς καὶ φονεύσοντες ἀπέλυσαν. προδόντες δέ τινες δεσπότας ἢ καὶ φίλους ἐκολάσθησαν, καὶ ἕτεροι διʼ αὐτὸ τοῦτο ἐτιμήθησαν· οἵ τε περιποιήσαντές τινας οἱ μὲν δίκην ἔδοσαν οἱ δὲ καὶγέρα ἔλαβον. οἷα γὰρ οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ τριῶν πρός τε τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἑκάστου καὶ πρὸς τὸ ἴδιον συμφέρον πάντα ποιούντων, καὶ μήτε τοὺς αὐτοὺς ἐχθροὺς ἢ φίλους ἡγουμένων, σωθῆναί τε πολλάκις ὃν ὁ ἕτερος ἀπολέσθαι, καὶ φθαρῆναι αὖ ὃν ὁ ἕτερος περιγενέσθαι ἤθελε, σπουδαζόντων, πολλὰ καὶ ποικίλα συνέβαινεν, ὥς που καὶ εὐνοίας ἢ μίσους πρός τινα ἔχοντες ἦσαν.ἐγὼ οὖν τὸ μὲν πάντα αὐτὰ ἀκριβῶς καθʼ ἕκαστον ἐπεξελθεῖν παραλείψω (πάμπολύ τε γὰρ ἔργον ἂν εἴη, καὶ οὐδὲν μέγα τῇ συγγραφῇ παρέξεταἰ, ἃ δὲ ἀξιομνημόνευτα μάλιστα εἶναι νομίζω, διηγήσομαι.τοῦτο μὲν γὰρ ἐς ἔπαυλίν τις τὸν δεσπότην κατακρύψας, εἶτʼ ἐπειδὴ καὶ ὣς καθʼ ἑτέρου τινὸς μήνυσιν ἀπολεῖσθαι ἔμελλε, τήν τε ἐσθῆτα πρὸς αὐτὸν ἠλλάξατο, καὶ μετʼ αὐτῆς τοῖς ἐπιοῦσιν ὡς καὶ αὐτὸς ἐκεῖνος ὢν προαπήντησε καὶ ἐσφάγη· καὶ οὕτως οἱ μὲν ἀπετράποντο, νομίσαντες ὃν ἐβούλοντο πεφονευκέναι, ὁ δὲ ἀπελθόντωναὐτῶν ἑτέρωσε διέφυγε. τοῦτο δὲ ἄλλος τις τὴν σκευὴν ὁμοίως ἅπασαν πρὸς τὸν δεσπότην διαλλάξας αὐτός τε ἐς φορεῖον κατάστεγον ἐσῆλθε καὶ ἐκεῖνον διφροφορεῖν ἐποίησε· κἀκ τούτου καταληφθέντες ὁ μὲν οὐδʼ ὀφθεὶς ἐφονεύθη, ὁ δὲ ὥς τιςσκευοφόρος διεσώθη. καὶ ταῦτα μὲν ἴσως ἐκεῖνοι ἐξ εὐεργεσίας τινὸς προϋπαρχούσης σφίσι τοῖς εὖ ποιήσασιν ἀνταπέδοσαν· στιγματίας δέ τις οὐχ ὅσον οὐ προέδωκε τὸν στίξαντα, ἀλλὰ καὶ πάνυ προθύμως ἔσωσεν. ὡς γοῦν ὑπεκκομίζων ποι αὐτὸν ἐφωράθη καὶ ἐδιώκετο, ἀπέκτεινέ τέ τινα ἐντυχόντα οἱ κατὰ τύχην, καὶ τὴν στολὴν αὐτοῦ τῷ δεσπότῃ δοὺς τὸν μὲν ἐπὶ πυρὰν ἐπέθηκεν,αὐτὸς δὲ τήν τε ἐσθῆτα καὶ τὸν δακτύλιον τοῦ δεσπότου λαβὼν ἀπήντησε τοῖς διώκουσι, καὶ πλασάμενος ὡς καὶ φεύγοντα αὐτὸν ἀπεκτονὼς ἐπιστεύθη ἔκ τε τῶν σκύλων καὶ ἐκ τῶν στιγμάτων, καὶ ἐκεῖνόν τε ἅμα ἔσωσε καὶ αὐτὸς ἐτιμήθη.ταῦτα μὲν οὖν ἐς οὐδεμίαν ὀνόματος μνήμην ἀνήκει· Ὁσίδιον δὲ δὴ Γέταν ὁ υἱός, ἐκφορὰν δή τινα αὐτοῦ ὡς καὶ τεθνηκότος σκευάσας, ἐξέσωσε, καὶ Κύιντον Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε καὶ ὅσον ἐφʼ ἑαυτῷ ἔσωσεν.αὐτὸς μὲν γὰρ καὶ κατέκρυψε τὸν πατέρα ὥστε μὴ εὑρεθῆναι, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ πάσαις βασάνοις οὐδὲν ἐξελάλησε· μαθὼν δὲ ἐκεῖνος τὸ γιγνόμενον, καὶ θαυμάσας τε ἅμα τὸν παῖδα καὶ ἐλεήσας, ἦλθεν ἐθελοντὴς ἐς τὸ ἐμφανὲς καὶ αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκεν.ἀρετῆς μὲν δὴ καὶ εὐσεβείας τοσαῦτα τότε ἐπιφανῆ ἔργα ἐγένετο· Ποπίλιος δὲ δὴ Λαίνας τὸν Κικέρωνα τὸν Μᾶρκον ἀπέκτεινε καίπερεὐεργέτην αὐτοῦ ἐκ συνηγορήματος ὄντα, καὶ ἵνα γε μὴ ἀκουόμενος μόνον ἀλλὰ καὶ ὁρώμενος πίστιν τοῦ πεφονευκέναι αὐτὸν λάβῃ, εἰκόνα ἑαυτοῦ πλησίον τῆς ἐκείνου κεφαλῆς ἐστεφανωμένην ἔθηκε, καὶ τὸ ὄνομα καὶ τὸ ἔργον αὐτοῦ ἐπιγεγραμμένον ἔχουσαν. καὶ οὕτω γε καὶ τῷ Ἀντωνίῳ διὰ τοῦτʼ ἤρεσεν ὥστε καὶ χρήματαπλείω τῶν ἐπηγγελμένων λαβεῖν. Μᾶρκος δὲ Τερέντιος Οὐάρρων ἠδίκησε μὲν οὐδέν, ὁμώνυμος δὲ δή τινι τῶν ἐπικεκηρυγμένων πλὴν μιᾶς προσηγορίας ὤν, καὶ δείσας μή τι κατὰ τοῦτο, οἷα καὶ ὁ Κίννας, πάθῃ, ἐξέθηκε γράμμα αὐτὸ τοῦτοδηλῶν· ἐδημάρχει δέ. καὶ ὁ μὲν διατριβὴν καὶ γέλωτα ἐπὶ τούτῳ ὠφλίσκανεν· τὸ δὲ δὴ ἀστάθμητον τοῦ βίου καὶ ἐξ ἐκείνου ἐτεκμηριώθη, ὅτι Λούκιος μὲν Φιλούσκιος ὑπό τε τοῦ Σύλλου πρότερον ἐπικηρυχθεὶς καὶ διαφυγὼν ἔς τε τὸ λεύκωμα αὖθις τότε ἐσεγράφη καὶ ἀπέθανε, Μᾶρκος δὲ Οὐαλέριος Μεσσάλας ὑπὸ τοῦ Ἀντωνίου θανατωθεὶς οὐχ ὅπως ἐν ἀσφαλείᾳ διεβίω, ἀλλὰ καὶ ὕπατος ἀντʼ αὐτοῦ ἐκείνου ὕστερον ἀπεδείχθη.οὕτως ἔκ τε τῶν ἀπορωτάτων πολλοὶ περιγίγνονται καὶ ἐκ τῶν θαρσούντως ἐχόντων οὐκ ἐλάττους ἀπόλλυνται· καὶ διὰ τοῦτο χρὴ μήτε ἐς τὸ ἀνέλπιστον πρὸς τὰς αὐτίκα συμφορὰς ἐκπλήττεσθαί τινα μήτε ἐς τὸ ἀφρόντιστον ὑπὸ τοῦ παραχρῆμα περιχαροῦς ἐπαίρεσθαι, ἀλλʼ ἐς τὸ μέσον ἐπʼ ἀμφότερα τὴν ἐλπίδα τοῦ μέλλοντος τιθέμενον ἀσφαλεῖς ἐφʼ ἑκάτερα τοὺς λογισμοὺς ποιεῖσθαι.