ἔρωτα λαβεῖν τὰ δὲ μὴ παθεῖν φυλάξασθαι, οἱ δὲ ἕτεροι τῷ σφετέρῳ στρατῷ τούς τε σφαγέας τιμωρήσασθαι καὶ τὰ τῶν ἀντικαθεστώτων σχεῖν, ἄρξαι τε πάντων τῶν ὁμοφύλων ἐπιθυμῆσαι, παρῄνουν, καὶ ὅ γε μάλιστα αὐτοὺς ἐπέρρωσε, καὶ κατὰ πεντακισχιλίας σφίσι δραχμὰς δώσειν ὑπέσχοντο.κἀκ τούτου πρῶτον μὲν τὰ συνθήματα αὐτοῖς διῆλθεν (ἦν δὲ τοῖς μὲν ἀμφὶ τὸν Βροῦτον Ἐλευθερία, τοῖς δὲ ἑτέροις ὅ τι ποτὲ καὶ ἐδόθἠ, ἔπειτα σαλπικτὴς εἷς ἑκατέρωθεν ὑπεσήμηνε,καὶ οὕτω καὶ οἱ λοιποὶ ἐπήχησαν, πρῶτοι μὲν οἱ τό τε στάσιμον καὶ τὸ παρασκευαστικὸν ἐν τόπῳ τινὶ κυκλοτερεῖ διὰ σαλπίγγων μελῳδοῦντες, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ τόν τε θυμὸν τῶν στρατιωτῶν ἐπεγείροντες καὶ ἐπὶ τὴν σύνοδον αὐτοὺς ἐξοτρύνοντες. καὶ μετὰ τοῦτο σιωπή τε ἐξαπίνης πολλὴ ἐγένετο, καὶ σμικρὸν ἐπισχόντες αὐτοί τε διάτορον ἐξεφώνησαν καὶ αἱ τάξειςἑκατέρωθεν συνεβόησαν. κἀκ τούτου ἀλαλάξαντες οἱ ὁπλῖται τάς τε ἀσπίδας τοῖς δορατίοις ἔκρουσαν καὶ ἐκεῖνα ἐπʼ ἀλλήλους ἐξηκόντισαν, καὶ οἱ σφενδονῆται οἵ τε τοξόται βέλη καὶ λίθους ἧκαν. καὶ μετὰ ταῦτα τό τε ἱππικὸν ἀντεξήλασαν καὶ τὸ θωρακοφόρον συνεπισπόμενόν σφισιν ἐν χερσὶν ἐγένετο.καὶ πολλῷ μὲν ὠθισμῷ πολλῷ δὲ καὶ ξιφισμῷ ἐχρήσαντο, τὰ μὲν πρῶτα περισκοποῦντες ὅπως τε τρώσουσί τινας καὶ ὅπως αὐτοὶ μὴ τρωθῶσι (τούς τε γὰρ ἀνθεστηκότας ἅμα ἀποκτεῖναι καὶ ἑαυτοὺς σῶσαι ἐβούλοντὀ, ἔπειτα δὲ ὡς ἥ τε ὁρμή σφων ηὐξήθη καὶ ὁ θυμὸς ἐφλέγμηνεν, ὁμόσε τε ἀπερισκέπτως χωροῦντες καὶ μηδεμίαν ἔτʼ ἀσφάλειαν ἑαυτῶν ποιούμενοι, ἀλλʼ ἐπιθυμίᾳ τοῦ τοὺς ἀντιπάλους ἀπολέσαι καὶ ἑαυτοὺς προϊέμενοι.καί τινες τάς τε ἀσπίδας ἀπερρίπτουν, καὶ ἀντιλαμβανόμενοι τῶν ἀντιτεταγμένων οἱ μὲν ἔκ τε τῶν κρανῶν αὐτοὺς ἦγχον καὶ κατὰ νώτου ἔπαιον, οἱ δὲ τά τε προβλήματα ἀπέσπων καὶ ἐς τὰ στήθη ἔτυπτον. ἄλλοι τῶν ξιφῶν αὐτῶν λαμβανόμενοι τὰ σφέτερα ὡς καὶ ἐς ἀόπλους σφᾶς ἐώθουν· καὶ ἕτεροι τρωθῆναί τι μέρος τῶν σωματων σφῶν προβάλλοντες ἑτοιμότερον τῷ λοιπῷἐχρῶντο. συμπλεκόμενοί τέ τινες τὸ μὲν παίειν ἀλλήλους ἀφῃροῦντο, τῇ δὲ δὴ συμμίξει καὶ τῶν ξιφῶν καὶ τῶν σωμάτων διώλλυντο. καὶ οἱ μὲν μιᾷ πληγῇ οἱ δὲ καὶ πολλαῖς ἔθνησκον, καὶ οὔτε τῶν τραυμάτων αἴσθησιν εἶχον, τὸ γὰρ ἀλγῆσον ὁ θάνατος προελάμβανεν, οὔτε τοῦ ὀλέθρου σφῶν ὀλοφυρμὸν ἐποιοῦντο, ἐς γὰρ τὸ λυπῆσον οὐκἐξικνοῦντο. ἄλλος τις ἀποκτείνας τινὰ οὐδʼ ἀποθανεῖσθαί ποτε ὑπὸ τῆς αὐτίκα περιχαρείας ἤλπιζε· καὶ ὁ ἀεὶ πίπτων ἔς τε τὸ ἀναίσθητον καθίστατο καὶ σύνεσιν τοῦ πάθους οὐκ ἐλάμβανεν.ἔμενον δὲ κατὰ χώραν ἀκριβῶς ἀμφότεροι, καὶ οὔθʼ ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδέτεροι ἐχρήσαντο, ἀλλʼ αὐτοῦ, ὥσπερ εἶχον, ἐτίτρωσκον ἐτιτρώσκοντο, ἐφόνευον ἐφονεύοντο μέχρι πόρρωτῆς ἡμέρας. καὶ εἴγε πάντες πᾶσιν, οἷα ἐν τῷ τοιούτῳ συμβαίνει, συνεμεμίχεσαν, ἢ Βροῦτος μὲν κατὰ Ἀντώνιον Κάσσιος δὲ κατὰ Καίσαρα ἀντετέτακτο, ἰσοπαλεῖς ἂν ἐγεγόνεσαν. νῦν δὲ ὅ τε Βροῦτος τὴν τοῦ Καίσαρος ἀρρωστίαν ἐξεβιάσατο, καὶ ὁ Ἀντώνιος τὸν Κάσσιον οὐδένοἱ ὅμοιον τὰ πολέμια ὄντα ἐξενίκησε. καὶ τότε δὲ τῷ μὴ πάντας ἅμα τοὺς ἑτέρους, ἀλλʼ ἐν τῷ μέρει ἀμφοτέρους καὶ ἡττηθῆναι καὶ κρατῆσαι ταὐτὸν ὡς εἰπεῖν ἐγένετο· καὶ γὰρ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν, ἔτρεψάν τε τοὺς ἀντιτεταγμένους σφίσιν ἑκάτεροι καὶ ἐτράποντο, καὶ αἵ τε διώξεις καὶ αἱ φυγαὶ ἀμφοῖν ὁμοίως συνέβησαν, καὶ τὰ στρατόπεδα ἀμφοτέρωθενἑάλω. τοῦ τε γὰρ πεδίου ἐπὶ πλεῖστον, ἅτε καὶ πολλοὶ ὄντες, ἐπέσχον, ὥστε μὴ καθορᾶν ἀλλήλους· καὶ οὔτε ἐν τῇ μάχῃ πλὴν τὸ καθʼ ἑαυτὸν ἕκαστος ἔγνω, ἐπεί τε ἡ τροπὴ ἐγένετο, ἔς τε τὰ οἰκεῖα ἐρύματα πολὺ ἀπʼ ἀλλήλων ἀφεστηκότατὴν ἐναντίαν ἑκάτεροι ἀμεταστρεπτὶ ἔφυγον, καὶ ἀπό τε τούτου καὶ ἐκ τοῦ κονιορτοῦ ἀπλέτου γενομένου ἠγνόησαν τὸ τέλος τῆς μάχης, καὶ οἵ τε νενικηκότες πάντα κεκρατηκέναι καὶ οἱ ἡττημένοι πάντα νενικῆσθαι ἐνόμισαν, καὶ οὐ πρότερον τὸ γεγονὸς ἔμαθον πρὶν τά τε ταφρεύματα διαπορθηθῆναι καὶ ἀλλήλοις τοὺς νενικηκότας πρὸς τὸ οἰκεῖον ἑκατέρους ἀναχωροῦντας συντυχεῖν.τῆς μὲν δὴ οὖν μάχης ἕνεκα καὶ ἐκράτησαν οὕτως ἀμφότεροι καὶ ἡττήθησαν· οὐδὲ γὰρ οὐδὲ ἐς χεῖρας ἔτι τότε ἀφίκοντο, ἀλλʼ ἐπειδὴ τάχιστα ἰδόντες ἐν τῇ ὑποστροφῇ ἀλλήλους καὶ τὸ συμβεβηκὸς ἔγνωσαν, ἀντιπαρεξῆλθον μηδὲν μηδέτεροιτολμήσαντες. ἐπλεονέκτησαν δὲ καὶ ἠλαττώθησαν ἀλλήλων τῷ τό τε τάφρευμα τὸ τοῦ Καίσαρος τοῦ τʼ Ἀντωνίου πᾶν καὶ τὰ ἐν αὐτῷ πάντα ἁλῶναι (ἀφʼ οὗπερ καὶ τὰ μάλιστα τέκμαρσιν τὸ ὄναρ ἔσχεν· εἰ γάρ τοι κατὰ χώραν ὁ Καῖσαρ ἐμεμενήκει, πάντως ἂν ἅμα τοῖς ἄλλοις ἀπωλώλεἰκαὶ τῷ τὸν Κάσσιον ἐκ μὲν τῆς μάχης σωθῆναι, τοῦ τε ἐρύματος στερηθέντα ἄλλοσέ ποι διαφυγεῖν, ὑποτοπήσαντα δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι καί τινας τῶν κεκρατηκότων ἐφʼ ἑαυτὸνἐπιέναι, ἐπειχθῆναι πρὸς τὸν θάνατον. ἔπεμψε μὲν γὰρ ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀναγγελοῦντα αὐτῷ ὅπου τε ὁ Βροῦτος εἴη καὶ ὅ τι ποιοίη· ἐπεὶ δὲ ἐκεῖνος συμβαλὼν ἱππεῦσιν οὓς ὁ Βροῦτος ζητήσοντας αὐτὸν ἀπεστάλκει ἀνέστρεψε, καὶ σχολῇ μετʼ αὐτῶν ὡς οὐδενὸς ἐπείγοντος, ἅτε μηδενὸς δεινοῦ ὄντος, ᾔει, ὑπώπτευσέ