ἐκράτυνε. καὶ οὐ λέγω ὡς οὐ συνήνεγκεν αὐτοῖς ἡττηθεῖσι τότε· τί γὰρ ἄν τις ἄλλο περὶ αὐτῶν ἀμφοτέρωθεν μαχεσαμένων εἴποι ἢ ὅτι Ῥωμαῖοι μὲν ἐνικήθησαν, Καῖσαρ δὲ ἐκράτησεν; ὁμοφρονῆσαι μὲν γὰρ ἐν τῷ καθεστῶτι τρόπῳ τῆς πολιτείαςοὐκέθʼ οἷοί τε ἦσαν· οὐ γὰρ ἔστιν ὅπως δημοκρατία ἄκρατος, ἐς τοσοῦτον ἀρχῆς ὄγκον προχωρήσασα, σωφρονῆσαι δύναται· πολλοὺς δʼ ἂν ἐπὶ πολλοῖς καὶ αὖθις ἀγῶνας ὁμοίους ἀνελόμενοι πάντως ἄν ποτε ἐδουλώθησαν ἢ καὶ ἐφθάρησαν.πάρεστι δὲ καὶ ἐκ τῶν σημείων τῶν τότε συμβάντων σφίσι τεκμήρασθαι ὅτι μέγιστος διαφανῶς ὁ ἀγὼν αὐτοῖς ἐγένετο· τὸ γὰρ δαιμόνιον, ὥσπερ που καὶ ἀεὶ πρὸ τῶν ἀτοπωτάτων φιλεῖ προσημαίνειν, πάντα σφίσιν ἀκριβῶς καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Μακεδονίᾳ τὰ ἐκβάντα ἀπʼ αὐτοῦ προεμαντεύσατο.ἐν γὰρ τῷ ἄστει ὅ τε ἥλιος τοτὲ μὲν ἠλαττοῦτο καὶ ἐλάχιστος ἐγίγνετο, τοτὲ δὲ καὶ μέγας καὶ τριττὸς ἐξεφαίνετο, καί ποτε καὶ νυκτὸς ἐξέλαμψε· καὶ κεραυνοὶ ἄλλοσέ τε πολλαχόσε καὶ ἐς τὸν τοῦ Νικαίου Διὸς βωμὸν ἐφέροντο, λαμπάδες τε ἐνταῦθα κἀκεῖσε ᾖττον, καὶ σαλπίγγων ἠχαὶ ὅπλων τε κτύποι καὶ στρατοπέδων βοαὶ νυκτὸς ἔκ τε τῶν τοῦ Καίσαρος καὶ ἐκ τῶν τοῦ Ἀντωνίου κήπων, ὁμοχώρων ἀλλήλοις παρὰτῷ Τιβέριδι ὄντων, ἠκούοντο. καὶ προσέτι καὶ κύων κυνὸς σῶμα πρὸς τὸ Δημήτριον προσελκύσας τήν τε γῆν τοῖς ποσὶν ὤρυξε καὶ κατέχωσεν αὐτό. καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονός τε διφυές τέρας ἔτεκε· τὰ μὲν γὰρ πρόσθια ἵππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει.καὶ ὁ τῆς Ἀθηνᾶς ὀχὸς πρὸς τὸ Καπιτώλιον ἐξ ἱπποδρομίας τινὸς ἐπανιὼν συνετρίβη, τό τε ἄγαλμα τὸ τοῦ Διὸς τὸ ἐν τῷ Ἀλβανῷ ὂν αἷμα παρʼ αὐτὰς τὰς ἀνοχὰς ἔκ τε τοῦ δεξιοῦ ὤμου καὶἐκ τῆς δεξιᾶς χειρὸς ἀνέδωκε. καὶ ταῦτα μὲν ἐκ τοῦ δαιμονίου σφίσι προεδείχθη, ποταμοί τε ἐν τῇ χώρᾳ αὐτῶν οἱ μὲν παντάπασιν ἐξέλιπον οἱ δʼ ἀνάπαλιν ῥεῖν ἤρξαντο· συνενηνέχθαι δέ πως ἐς ταὐτὸ καὶ ὅσα παρὰ τῶν ἀνθρώπων κατὰ συντυχίανἐπράχθη ἔδοξεν· ἔν τε γὰρ ταῖς ἀνοχαῖς ὁ πολίαρχος τὰ Λατιάρια, οὔτʼ ἄλλως προσήκοντα αὐτῷ οὔτʼ ἐν τῷ καιρῷ ἐκείνῳ γίγνεσθαι εἰωθότα, ἐποίησεν, καὶ οἱ ἀγορανόμοι τοῦ πλήθους ὁπλομαχίας ἀγῶνας ἀντὶ τῆς ἱπποδρομίας τῇ Δήμητριἐπετέλεσαν. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτʼ ἐγίγνετο, καί τινα καὶ λόγια καὶ πρὸ αὐτῶν καὶ ἐπʼ αὐτοῖς ἐς τὴν κατάλυσιν τῆς δημοκρατίας συμβαίνοντα ᾔδετο· ἐν δὲ δὴ τῇ Μακεδονίᾳ (ταύτης γὰρ τό τε Παγγαῖον καὶ ἡ περὶ αὐτὸ γῆ νομίζεταἰ μέλισσαί τε πολλαὶ τὸ τοῦ Κασσίου στρατόπεδον περιέσχον, κἀν τῷ καθαρσίῳ αὐτοῦ τὸν στέφανόν τιςτραπέμπαλιν αὐτῷ ἐπέθηκε, παῖς τε ἐν πομπῇ τινι, οἵας οἱ στρατιῶται ἄγουσι, νίκην φέρων ἔπεσε. καὶ ὅ γε μάλιστα τὸν ὄλεθρόν σφισιν ἐσήμηνεν ὥστε καὶ τοῖς ἐναντίοις ἔκδηλον γενέσθαι, πολλοὶ μὲν γῦπες πολλοὶ δὲ καὶ ἄλλοι ὄρνιθες νεκροφάγοι ὑπέρ τε ἐκείνων μόνων διεφοίτων καὶ ἐς αὐτοὺς κατέβλεπον, δεινόν τέ τι καὶ φρικῶδες κλάζοντές τε καὶ τρίζοντες.τούτοις μὲν δὴ ταῦτα τὸ κακὸν ἔφερε, τοῖς δὲ ἑτέροις τέρας μὲν οὐδέν, ὅσα γε ἡμεῖς ἴσμεν, ἐγένετο,ὄψεις δὲ δὴ ὀνείρων τοιαίδε ἐφάνησαν. ἀνὴρ Θεσσαλὸς ἔδοξέν οἱ τὸν Καίσαρα τὸν πρότερον κεκελευκέναι εἰπεῖν τῷ Καίσαρι ὅτι τε ἐς ἕνης ἡ μάχη γενήσοιτο, καὶ ἵνα ἀναλάβῃ τι ὧν δικτατορεύων αὐτὸς ἐφόρει· καὶ διὰ τοῦτο τὸν δακτύλιον αὐτοῦ τότε τε εὐθὺς περιέθετο καὶ ἔπειτα πολλάκιςἔφερεν. οὗτος μὲν δὴ τοῦτο εἶδεν, ὁ δʼ ἰατρὸς ὁ συνὼν τῷ Καίσαρι ἐνόμισέν οἱ τὴν Ἀθηνᾶν προστάσσειν ἔκ τε τῆς σκηνῆς αὐτόν, καίτοι καὶ τότε ἔτι κακῶς ἀρρωστοῦντα, ἐξαγαγεῖν καὶ ἐς τὴν παράταξιν καταστῆσαι· ὑφʼ οὗπερ καὶ ἐσώθη. ὃ γάρ τοι τοῖς ἄλλοις ἐν μὲν τῷ στρατοπέδῳ τῷ τε ἐρύματι αὐτοῦ μένουσι σωτηρίαν, ἐς δὲ δὴ τὰ ὅπλα τάς τε μάχας ἰοῦσι κίνδυνον φέρει,τοῦτο τότε ἐπὶ τοῦ Καίσαρος διηλλάγη· ἔκ τε γὰρ τῆς ἐξόδου τῆς ἐκ τοῦ ταφρεύματος καὶ ἐκ τῆς πρὸς τοὺς μαχομένους ὁμιλίας περιφανέστατα, καίπερ χαλεπῶς καὶ ἄνευ τῶν ὅπλων ὑπὸ τῆς ἀσθενείας ἑστώς, περιεγένετο.ἐπράχθη δὲ ὧδε. οὐχ ὡμολόγησαν μὲν ὁπότε τὴν μάχην ποιήσονται, ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς πάντες ἅμα ἕῳ ἐξωπλίσαντο, καὶ ἔς τε τὸ χωρίον τὸ μεταίχμιόν σφων καθάπερ ἀγωνισταί τινες σχολῇ προῆλθον, κἀνταῦθα ἡσυχῇ παρετάξαντο.ὡς δʼ ἀντικατέστησαν, παραινέσεις, τοῦτο μὲν ἀθρόοις τοῦτο δὲ καὶ καθʼ ἑκάστους, ἀμφοτέροις ἀπό τε τῶν στρατηγῶν καὶ ἀπὸ τῶν ὑποστρατήγων τῶν θʼ ὑπομειόνων ἐγένοντο, πολλὰ μὲν πρὸς τὸ αὐτίκα τοῦ κινδύνου ἀναγκαῖα πολλὰ δὲ καὶ ἐς τὸ ἔπειτα ἁρμόζοντα αὐτῶν λεγόντων, οἷα ἄν τινες ἔν τε τῷ παραχρῆμα κινδυνεύσοντες καὶ τῷ μέλλοντι προκάμνοντεςεἴποιεν. καὶ τὰ μὲν ἄλλα ὁμοιοτροπώτατα, ἅτε καὶ Ῥωμαίων ἀμφοτέρωθεν ὁμοίως μετὰ τῶν συμμάχων σφῶν ὄντων, ἐρρήθη· διήλλαξε δὲ ὅτι οἱ μὲν περὶ τὸν Βροῦτον τήν τε ἐλευθερίαν καὶ τὴν δημοκρατίαν τό τε ἀτυράννευτον καὶ τὸ ἀδέσποτοντοῖς σφετέροις προεβάλλοντο, καὶ τά τε ἐν ἰσονομίᾳ χρηστὰ καὶ τὰ ἐν μοναρχίᾳ ἄτοπα, ὅσα ποτὲ αὐτοί τε ἐπεπόνθεσαν καὶ περὶ ἑτέρων ἠκηκόεσαν, προέφερον, παραδεικνύντες τε καθʼ ἓν ἕκαστον ἑκάτερα καὶ ἱκετεύοντές σφας τῶν μὲν ὀριγνήσασθαι τὰ δὲ ἐκκλῖναι καὶ τῶν μὲν