καὶ ἐποίουν. καὶ τὸ μὲν σύμπαν ἔγνωσαν ἔς τε τὴν Μακεδονίαν ἐλθεῖν καὶ περαιωθῆναι αὐτοὺς ἐκεῖσε κωλῦσαι, ἢ καὶ ἐς τὴν Ἰταλίαν προδιαβῆναι· ἐπεὶ δὲ τά τε ἐν τῇ Ῥώμῃ καθίστασθαι ἔτʼ ἐλέγοντο, καὶ πρὸς τὸν Σέξτον ἅτε καὶ ἐγγύθεν ἐφεδρεύοντά σφισιν ἀσχολίαν ἕξεινἐνομίζοντο, οὐκ εὐθὺς ταῦτʼ ἐποίησαν, ἀλλʼ αὐτοί τε περιιόντες καὶ ἑτέρους διαπέμποντες τούς τε μηδέπω ὁμοφρονοῦντάς σφισι προσεκτῶντο καὶ χρήματα καὶ στρατιώτας ἤθροιζον.καὶ αὐτοῖς οἱ μὲν ἄλλοι ταύτῃ πάντες, καὶ οἱ πρόσθεν περιορώμενοι, παραχρῆμα ὡμολόγησαν, ὁ δὲ δὴ Ἀριοβαρζάνης οἵ τε Ῥόδιοι καὶ οἱ Λύκιοι ἄλλως μὲν οὐκ ἀνθίσταντο, οὐ μέντοι καὶ συμμαχῆσαιἤθελον. ὑποπτεύσαντες οὖν αὐτοὺς τὰ τῶν ἐναντίων, ἐπειδὴ εὖ ὑπὸ τοῦ Καίσαρος τοῦ προτέρου ἐπεπόνθεσαν, φρονεῖν, καὶ φοβηθέντες μὴ καὶ αὐτοί τε ἀπελθόντων σφῶν ταράξωσί τι καὶ τοὺς ἄλλους συναποστήσωσι, γνώμην ἐποιήσαντο ἐπʼ ἐκείνους πρῶτον τραπέσθαι, ἐλπίσαντές σφας, ἅτε καὶ τοῖς ὅπλοις πολὺ αὐτῶν ὑπερέχοντες καὶ ταῖς εὐεργεσίαις ἀφθόνως χρώμενοι,διὰ βραχέος πείσειν ἢ καὶ βιάσεσθαι. καὶ Κάσσιος μὲν Ῥοδίους, καίτοι τοσοῦτον ἐπὶ τῷ ναυτικῷ φρονοῦντας ὥστε ἔς τε τὴν ἤπειρον ἐπʼ αὐτὸν προδιαπλεῦσαι καὶ τὰς πέδας ἃς ἐκόμιζον ὡς καὶ ζῶντας πολλοὺς αἱρήσοντες ἐπιδεικνύναι σφίσι, ναυμαχίᾳ πρότερον μὲν περὶ Μύνδον, ἔπειτα δὲ πρὸς αὐτῇ τῇ Ῥόδῳ διὰ τοῦ Σταΐου, τῷ τε πλήθει καὶ τῷ μεγέθει τῶν νεῶν τὴν ἐμπειρίανσφῶν κρατήσας, ἐνίκησε· καὶ μετὰ τοῦτο καὶ αὐτὸς ἐς τὴν νῆσον περαιωθεὶς ἄλλο μὲν κακὸν οὐδὲν αὐτοὺς ἔδρασεν (οὔτε γὰρ ἀντέστησάν οἱ, καὶ εὔνοιαν αὐτῶν ἐκ τῆς διατριβῆς ἣν ἐκεῖ κατὰ παιδείαν ἐπεποίητο εἶχἐ, τὰς δὲ δὴ ναῦς καὶ τὰ χρήματα καὶ τὰ ὅσια καὶ τὰ ἱερά, πλὴν τοῦ ἅρματος τοῦ Ἡλίου, παρεσπάσατο. καὶ μετὰ ταῦτα καὶ τὸν Ἀριοβαρζάνην συλλαβὼν ἀπέκτεινε.Βροῦτος δὲ τό τε κοινὸν τῶν Λυκίων στράτευμα ἀπαντῆσαν αὐτῷ πρὸς τὰ μεθόρια μάχῃ τε ἐκράτησε καὶ συγκαταφυγὸν ἐς τὸ ἔρυμα αὐτοβοεὶ εἷλε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, Ξάνθον δὲ ἐς πολιορκίαν κατέκλεισε.καὶ αὐτῶν ἐξαίφνης ἐκδραμόντων καὶ πῦρ ἐς τὰς μηχανὰς ἐμβαλόντων, τά τε τοξεύματα καὶ ἀκόντια ἅμα ἀφέντων, ἐς πᾶν κινδύνου ἀφίκετο. κἂν πασσυδὶ ἀπώλετο, εἰ μὴ διʼ αὐτοῦ τοῦ πυρὸς ὠσάμενοι οἱ στρατιῶται προσέμιξαν αὐτοῖς ἀπροσδόκητοι γυμνητεύουσιν, καὶ ἐκείνους τε ἐς τὸτεῖχος κατήραξαν, καὶ αὐτοὶ συνεσπεσόντες σφίσι τοῦ τε πυρὸς ἐς οἰκίας τινὰς ἐνέβαλον, καὶ τοὺς μὲν ὁρῶντας τὸ γιγνόμενον προκατέπληξαν, τοῖς δʼ ἄπωθεν οὖσι δόξαν ὡς καὶ πάντα ἄρδην ᾑρηκότες παρέσχον· ἐκ γὰρ τούτου καὶ οἱ ἐπιχώριοι τὰ λοιπὰ ἐθελονταὶ συγκατέπρησαν καὶ ἀλλήλουςοἱ πλείους ἀνεχρήσαντο. μετὰ δὲ τοῦτο πρὸς τὰ Πάταρα ὁ Βροῦτος ἦλθε, καὶ προεκαλέσατο μὲν αὐτοὺς ἐς φιλίαν, ὡς δʼ οὐχ ὑπήκουσαν (οἵ τε γὰρ δοῦλοι καὶ τῶν ἐλευθέρων οἱ πένητες, οἱ μὲν ἐλευθερίας οἱ δὲ χρεῶν ἀποκοπῆς προτετυχηκότες, ἐκώλυόν σφας συμβῆναἰ, τὸ μὲν πρῶτον τοὺς αἰχμαλώτους τῶν Ξανθίων (καὶ γὰρ ἐν γένει αὐτοῖς κατʼ ἐπιγαμίαν πολλοὶ ἦσανʼ ἔπεμψέ σφισιν, ἐλπίδα ἔχων διʼ ἐκείνων αὐτοὺς προσάξεσθαι·ἐπεὶ δʼ οὐδὲν μᾶλλον ἐνέδοσαν καίπερ προῖκα αὐτοῦ τοὺς ἀναγκαίους ἑκάστῳ διδόντος, πρατήριόν τι ὑπʼ αὐτὸ τὸ τεῖχος ἐν ἀσφαλεῖ κατεστήσατο, καὶ παράγων ἕνα ἕκαστον τῶν πρώτων ἀπεκήρυττεν, εἴ πως διά γε τούτου τοὺς Παταρέας ὑπαγάγοιτο. ὡς δʼ οὐδὲ τότε αὐτῷ προσεχώρησαν, ὀλίγους ἀποδόμενος τοὺς λοιποὺςἀφῆκεν. ἰδόντες δὲ τοῦτο οἱ ἔνδον οὐκέτʼ ἀντῆραν, ἀλλʼ εὐθὺς αὐτῷ ὡς καὶ ἀρετὴν ἔχοντι προσέθεντο, μηδὲν ἔξω τῶν χρημάτων ζημιωθέντες. καὶ τοῦτο καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ οὕτω καὶ τἆλλα διʼ ὀλίγου παρεστήσατο.Ταῦτʼ οὖν ἀμφότεροι πράξαντες ἔς τε τὴν Ἀσίαν αὖθις ἦλθον, καὶ πάνθʼ ὅσα ἐκ διαβολῶν, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὕποπτα πρὸς ἀλλήλους εἶχον, ἔς τε τὸ μέσον καὶ κατὰ μόνας προενεγκόντες καὶ διαλυσάμενοι ἐς τὴνΜακεδονίαν ἠπείγοντο. καὶ αὐτοὺς Γάιός τε Νωρβανὸς καὶ Δεκίδιος Σάξας ἔφθησαν τόν τε Ἰόνιον, πρὶν τὸν Στάιον ἐλθεῖν, περαιωθέντες, καὶ πᾶσαν τὴν μέχρι τοῦ Παγγαίου γῆν προκατασχόντες, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι.τὸ δὲ δὴ ἄστυ τοῦτο παρά τε τῷ Παγγαίῳ καὶ παρὰ τῷ Συμβόλῳ κεῖται· σύμβολον γὰρ τὸ χωρίον ὀνομάζουσι καθʼ ὃ τὸ ὄρος ἐκεῖνο ἑτέρῳ τινὶ ἐς μεσόγειαν ἀνατείνοντι συμβάλλει, καὶ ἔστι μεταξὺ Νέας πόλεως καὶ τῶν Φιλίππων· ἡ μὲν γὰρ πρὸς τῇ θαλάσσῃ κατʼ ἀντιπέρας Θάσου ἦν, ἡ δὲ ἐντὸς τῶν ὀρῶν ἐπὶ τῷπεδίῳ πεπόλισται. καὶ ἔτυχον γὰρ τὴν συντομωτάτην αὐτοῦ ὑπερβολὴν ὅ τε Σάξας καὶ ὁ Νωρβανὸς προκαταλαβόντες, ταύτῃ μὲν ὁ Βροῦτος ὅ τε Κάσσιος οὐδὲ ἐπείρασαν διαβῆναι, ἑτέραν δέ τινα μακροτέραν κατὰ τὰς Κρηνίδας ὠνομασμένας περιελθόντες φυλακῇ μὲν καὶ ἐκεῖ ἐνέτυχον,βιασάμενοι δὲ αὐτὴν εἴσω τε τῶν ὀρῶν ἐγένοντο, καὶ πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα ἐπιπαρελθόντες ἐνταῦθα χωρὶς ἑκάτερος, ὥς γε τῷ λόγῳ εἰπεῖν, ἐστρατοπεδεύσαντο· τῷ γὰρ ἔργῳ καθʼ