καὶ τότε γοῦν ταῦτά τε οὕτως ἐγένετο, καὶ πλεῖστοι μὲν τῶν μὴ προγραφέντων διά τε ἔχθραν καὶ διὰ χρήματα παραπώλοντο, πλεῖστοι δὲ τῶν ἐπικηρυχθέντων οὐχ ὅτι περιεγένοντο ἀλλὰ καὶ κατῆλθον αὖθις, καί τινες αὐτῶν καὶ ἀρχὰς ἔσχον. ἡ δʼ ἀναχώρησίς σφισι πρός τε τὸν Βροῦτον καὶ πρὸς τὸν Κάσσιον τόν τε Σέξτονἐγίγνετο. καὶ οἵ γε πλείους πρὸς τοῦτον συγκατέφυγον· ναυαρχεῖν τε γὰρ πρότερον αἱρεθεὶς καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθεὶς ἰσχύν τε οἰκείαν, καίπερ τῆς ἀρχῆς μετὰ τοῦθʼ ὑπὸ τοῦ Καίσαρος ἀποστερηθείς, περιεβάλετο, καὶ τὴν Σικελίαν κατασχών, ἔπειθʼ ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αἵ τε ἄλλαι σφαγαὶ ἐγίγνοντο, πλεῖστοντοῖς ὁμοίοις συνήρατο. τῇ γὰρ Ἰταλίᾳ ἐγγύθεν ἐφορμῶν διέπεμπεν ἔς τε τὴν Ῥώμην καὶ ἐς τὰς ἄλλας πόλεις, τά τε ἄλλα τοῖς τινα περισώσασι καὶ διπλάσια τῶν τοῖς φονεύσουσι προκειμένων ἐπαγγελλόμενος, καὶ αὐτοῖς ἐκείνοις καὶ ὑποδοχὴν καὶ ἐπικουρίαν καὶ χρήματα καὶ τιμὰς ὑπισχνούμενος.ὅθενπερ συχνοὶ πρὸς αὐτὸν ἦλθον. ἀριθμὸν γὰρ οὔτε τῶν προγραφέντων οὔτε τῶν φονευθέντων ἢ καὶ διαφυγόντων οὐδὲ νῦν ἔγραψα, ὅτι πολλοὶ μὲν τῶν τὸ πρῶτον ἐς τὰ λευκώματα ἐγγραφέντων ἀπηλίφησαν, πολλοὶ δὲ ὕστερον ἀντʼ αὐτῶν ἀντενεγράφησαν, καὶ τούτων τε οὐκ ὀλίγοι διεσώθησαν καὶ ἄλλοι συχνοὶ διεφθάρησαν.καὶ αὐτοὺς οὐδὲ πενθεῖν τισιν ἐξουσία ἦν, ἀλλὰ πολλοὶ καὶ ἐκ τούτου παραπώλοντο. καὶ τέλος, ὡς τό τε πεπλασμένον αὐτῶν πᾶν αἱ συμφοραὶ ἐξενίκων, καὶ οὐδεὶς οὐδὲ τῶν πάνυ ἀνδρικῶν ἀντικαρτερεῖν πρὸς αὐτὰς ἐδύνατο, ἀλλʼ ἔν τε τοῖς ἄλλοις πᾶσι καὶ ἔργοις καὶ λόγοις ἐσκυθρώπαζον καὶ ἐν τῇ ἀρχῇ τοῦ ἔτους οὐκ ἤμελλον, ὥσπερ εἰώθασιν, ἑορτάσειν, ἐκελεύσθησαν διὰ προγραφῆς εὐθυμεῖσθαι, θάνατον ὀφλήσοντες ἂν μὴ πειθαρχήσωσιν· οὕτω που, ὡς καὶ ἐπʼ ἀγαθοῖς, τοῖς κοινοῖς κακοῖς χαίρειν ἠναγκάζοντο.καὶ τί τοῦτο εἶπον, ὁπότε καὶ ἐκείνοις (τοῖς τρισὶν ἀνδράσι λέγὠ ἄλλα τε ὡς εὐεργέταις καὶ σωτῆρσι τῆς πόλεως γεγονόσι καὶ τοὺς στεφάνους τοὺς πολιτικοὺς ἐψηφίσαντο; οὐ γὰρ ὅτι τινὰς ἐφόνευον, αἰτίαν ἔχειν ἠξίουν, ἀλλʼ ὅτι μὴ πλείονας,προσεπαινεῖσθαι ἤθελον. καὶ πρός γε τὸν δῆμον φανερῶς ποτε εἶπον ὅτι οὔτε τὴν τοῦ Μαρίου τοῦ τε Σύλλου ὠμότητα, ὥστε καὶ μισηθῆναι, οὔτʼ αὖ τὴν τοῦ Καίσαρος ἐπιείκειαν, ὥστε καὶ καταφρονηθῆναι καὶ ἀπʼ αὐτοῦ καὶ ἐπιβουλευθῆναι, ἐζηλώκασι.τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίγνετο, πολλὰ δὲ δὴ καὶ ἄτοπα καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε. καίτοι ταῖς τε γυναιξὶ ταῖς τῶν φονευομένων τὰς προῖκας καὶ τοῖς τέκνοις τοῖς μὲν ἄρρεσι τὸ δέκατον ταῖς δὲ θηλείαις τὸ εἰκοστὸν τῆς ἑκάστου σφῶν οὐσίας δώσειν, ὡς καὶ δὴ δίκαιοι φιλάνθρωποί τε ὄντες, ἐπηγγείλαντο.ἀλλʼ οὔτε ταῦτα πλὴν ὀλίγων ἐδόθη, τά τε τῶν λοιπῶν καὶ πάνυ πάντα ἀδεῶς ἐπορθεῖτο. τοῦτο μὲν γὰρ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν τε ἐν τῷ ἄστει καὶ τῶν ἐν τῇ ἄλλῃ Ἰταλίᾳ οἰκιῶν, ὧν μὲν ἐμεμισθώκεσάν τινες, ὅλον, ὧν δὲ αὐτοὶ ᾤκουν, ἐξ ἡμισείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν ἐσέπραξαν· τοῦτο δὲ τοὺς τὰ χωρία ἔχοντας τὸἥμισυ τῶν προσόδων αὐτῶν ἀφείλοντο. καὶ προσέτι καὶ τοὺς στρατιώτας τήν τε τροφὴν παρὰ τῶν πόλεων, ἐν αἷς ἐχείμαζον, προῖκα λαμβάνειν ἐποίησαν, καὶ κατὰ τὴν χώραν, ὡς ἐπὶ τὰ δεδημευμένα τά τε τῶν ἀνθισταμένων ἔτι, διαπέμποντες (καὶ γὰρ ἐκείνους, ὅτι μὴ ἐντὸς τῆς προρρηθείσης σφίσιν ἡμέρας μετέστησαν, πολεμίους ἐποιήσαντὀ πάντα καὶ τὰ λοιπὰ προσδιήρπαζον.ἵνα γὰρ καὶ πρὸ τῶν ἔργων τοὺς μισθοὺς ἔχοντες πᾶν τὸ πρόθυμόν σφισι παρέχωνται, ταῦτά τε αὐτοῖς πράττειν ἐπέτρεπον καὶ πόλεις χώρας τε δώσειν ὑπισχνοῦντο· καὶ ἐπὶ τούτῳ καὶ γεωνόμους ὁμοῦ καὶ οἰκιστὰς αὐτοῖς προσαπέδειξαν. τὸ μὲν οὖν πλῆθος τῶν στρατιωτῶν τούτοις ἀνηρτῶντο, τῶν δὲ δὴ λογιμωτέρων τοὺς μὲν τοῖς κτήμασι τοῖς τῶν ἀπολλυμένων ἐδελέαζον, τὰ μὲν ἐπευωνίζοντες τὰ δὲ καὶ προῖκά σφισι χαριζόμενοι, τοὺς δὲ καὶ ταῖς ἀρχαῖς ταῖς τε ἱερωσύναιςαὐτῶν ἐτίμων. ὅπως γὰρ ἀδεῶς αὐτοί τε τὰ κάλλιστα καὶ τῶν χωρίων καὶ τῶν οἰκοδομημάτων λαμβάνωσι καὶ ἐκείνοις ὅσα βούλονται διδῶσι, προεῖπον μηδένα τῶν ἄλλων μὴ ὠνησείοντα ἐς τὸ πρατήριον ἀπαντᾶν, εἰ δὲ μή γε, θνήσκειν τὸν τοῦτο ποιήσαντα. καὶ ἐκείνους γε οὕτω μετεχειρίζοντο ὥστε μήτε τι καταφωρᾶν καὶ πλείστου ὅσου ἀγοράζειν ὧν ἔχρῃζον, καὶ διὰ τοῦτο μηδʼ ὠνητιᾶν ἔτι.περὶ μὲν οὖν τὰ κτήματα τοῦθʼ οὕτως ἐγίγνετο, τὰς δὲ ἀρχὰς τάς τε ἱερωσυνας τῶν θανατωθέντων οὐ πρὸς τὸ νομιζόμενον ἐκ τῶν νόμων, ἀλλʼ ὥς που καὶ ἔδοξεν αὐτοῖς, διέδοσαν. καὶ ὑπάτουςτε, τοῦ μὲν Καίσαρος τὴν ἀρχὴν ἀπειπόντος (ἧς γὰρ οὕτως ἐπεθύμησεν ὥστε καὶ πολεμῆσαι δι’ αὐτήν, ταύτης ἑκὼν ἐξέστἠ τοῦ δὲ συνάρχοντος αὐτοῦ μεταλλάξαντος, ἄλλον τέ τινα καὶ τὸν Οὐεντίδιον τὸν Πούπλιον καίπερ στρατηγοῦντα ἀπέδειξαν, ἔς τε τὴν στρατηγίαν αὐτοῦτῶν ἀγορανομούντων τινὰ ἐσήγαγον· καὶ πάντας μετὰ τοῦτο τοὺς στρατηγούς, πέντε ἡμέρας ἔτι ἄρχοντας, παύσαντες ἐκείνους μὲν ἐς τὰς ἡγεμονίας τῶν ἐθνῶν ἔστειλαν, ἑτέρους δὲ ἀντʼ αὐτῶν ἀντικατέστησαν. νόμους τε τοὺς μὲν ἀπήλειψαν τοὺς δὲ ἀντενέγραψαν. καὶ συνελόντι εἰπεῖν, καὶ τἆλλα πάντα ὅπως ποτὲ καὶ ἐδόκει αὐτοῖς