τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Καλῆνος ὑπὲρ Ἀντωνίου Κικέρωνι ἀντεῖπεν. β. ὡς Ἀντώνιος ὑπὸ Καίσαρος καὶ τῶν ὑπάτων περὶ Μούτιναν ἡττήθη. γ. ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ ὕπατος ἀπεδείχθη. δ. ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος συνώμοσαν. χρόνου πλῆθος ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο γ. Οὐίβιος γ. υἱ. Πάνσας Καπρωνιανός Αὖλ. Ἵρτιος Αὔλ. υἱ. ὕπ.τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος ὁ Καλῆνος ὁ Κύιντος ὁ Φούφιος ἀνέστη καὶ ἔλεξεν· “ἄλλως μὲν οὐδὲν οὔθʼ ὑπὲρ Ἀντωνίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐδὲ γὰρ οὐδʼ ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν οἵα ἡ παροῦσά ἐστιν οὐδέτερον αὐτῶν ποιεῖν, ἀλλʼ ἁπλῶς ἅ τις φρονεῖ ἀποφαίνεσθαι· ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας ἔργα ἐστίν.ἐπειδὴ δὲ οὗτος τόν τε Ἀντώνιον κακῶς διὰ τὴν ἔχθραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι, καὶ προσέτι καὶ ἐμοῦ διαβόλως ἐμνημόνευσεν, ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας εἰ μή τινας ἀνέδην προπηλακίσειε,προσήκει καὶ ἐμοὶ τὰ μὲν ἀπολύσασθαι τὰ δὲ ἀνταιτιάσασθαι, ἵνα μήτε τοῦτον ἥ τε οἰκεία θρασύτης ἀντιλογίας ἁμαρτοῦσα καὶ ἡ ἐμὴ σιωπὴ πονηροῦ συνειδότος ὑποψίαν λαβοῦσα ὠφελήσῃ, μήθʼ ὑμεῖς ἀπατηθέντες ὑφʼ ὧν εἶπεν χεῖρον βουλεύσησθε, τὴν ἰδίαν αὐτοῦ πρὸς τὸν Ἀντώνιον ὀργὴν ἀντὶ τῶν κοινῇ συμφερόντων ἀντικαταλλαξάμενοι.οὐδὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἢ ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέντες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπʼ ἀρχῆς, ἀφʼ οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνωκαὶ κάτω ταράττων διατετέλεκεν. ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ τόν τε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; ὁ πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι διʼ ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομπήιον τήν τε Ἰταλίανἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν μετοικῆσαι; ὅπερ που αἰτιώτατον πάντων τῶν μετὰ ταῦτα συμβάντων ἡμῖν κακῶν ἐγένετο. οὐχ οὗτός ἐστιν ὁ τόν τε Κλώδιον διὰ Μίλωνος ἀποκτείνας καὶ τὸν Καίσαρα διὰ Βρούτου φονεύσας; ὁ τόν τε Κατιλίναν ἐκπολεμώσας ἡμῖν καὶ τὸν Λέντουλονἄκριτον ἀπολέσας; ὅθεν ἔγωγε καὶ πάνυ ἂν ὑμῶν θαυμάσαιμι, εἰ τότε ἐπʼ ἐκείνοις μεταγνόντες καὶ δίκην παρʼ αὐτοῦ λαβόντες, εἶτα καὶ νῦν ὅμοιααὐτῷ καὶ λέγοντι καὶ πράττοντι πεισθήσεσθε. ἢ οὐχ ὁρᾶτε ὅτι καὶ μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὅτε μὲν τὰ πράγμαθʼ ἡμῶν διʼ Ἀντώνιον ὅτι μάλιστα, ὡς οὐδʼ αὐτὸς ἀρνήσασθαι δύναται, κατέστη, ἀπεδήμησε, καὶ ἀλλότριον καὶ ἐπικίνδυνον ἑαυτῷ τὸν τῆς ὁμονοίας ἡμῶν βίον εἶναι νομίζων· ἐπεὶ δὲ τεταραγμένα αὐτὰ αὖθις ᾔσθετο, μακρὰ χαίρειν τῷ τε υἱεῖ καὶ ταῖς Ἀθήναις φράσαςἐπανῆλθε; καὶ τὸν μὲν Ἀντώνιον, ὃν τέως ἀγαπᾶν ἔλεγεν, ὑβρίζει καὶ λοιδορεῖ, τῷ δὲ δὴ Καίσαρι, οὗ καὶ τὸν πατέρα ἀπέκτεινε, συναίρεται κἂν οὕτω τύχῃ, κἀκείνῳ οὐκ ἐς μακρὰνἐπιθήσεται· ἄπιστός τε γὰρ φύσει καὶ ταραχώδης ἐστί, καὶ οὔτε τι ἕρμα ἐν τῇ ψυχῇ ἔχει καὶ πάντα ἀεὶ κυκᾷ καὶ στρέφει, πλείονας μὲν τροπὰς τρεπόμενος τοῦ πορθμοῦ πρὸς ὃν ἔφυγεν, ἐφʼ ᾧπερ καὶ αὐτόμολος ἐπωνομάσθη, πάντας δὲ ὑμᾶς ἀξιῶν καὶ φίλον καὶ ἐχθρὸν νομίζειν ὃν ἂν αὐτὸς κελεύσῃ.διὰ μὲν δὴ ταῦτα φυλάττεσθε τὸν ἄνθρωπον. γόης γάρ ἐστι καὶ μάγος, καὶ ἐκ μὲν τῶν κακῶν τῶν ἀλλοτρίων καὶ πλουτεῖ καὶ αὔξει, συκοφαντῶν ἕλκων σπαράττων τοὺς μηδὲν ἀδικοῦντας ὥσπερ οἱ κύνες, ἐν δὲ δὴ τῇ κοινῇ ὁμονοίᾳ ἀπορεῖ καὶ φθίνει· οὔτε γὰρ ἡ φιλία οὔθʼ ἡ εὔνοια ἡμῶν ἡ πρὸς ἀλλήλους τοιοῦτον δύνανται τρέφειν ῥήτορα.ἐπεὶ πόθεν ἄλλοθεν πεπλουτηκέναι αὐτὸν οἴεσθε, πόθεν μέγαν γεγονέναι; οὐ γάρ που καὶ ὁ πατὴρ αὐτῷ ὁ κναφεύς, ὁ τάς τε σταφυλὰς καὶ τὰς ἐλαίας ἀεί ποτε ἐργολαβῶν, ἢ γένος ἢ πλοῦτον κατέλιπεν, ἄνθρωπος ἀγαπητῶς ἔκ τε τούτωνκαὶ ἐκ τῶν πλυνῶν διατρεφόμενος, καὶ καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα τῶν αἰσχίστων ἀναπιμπλάμενος. ἐν οἷς αὐτὸς τραφεὶς οὐκ ἀπεικότως τοὺς κρείσσονας αὐτοῦ καὶ πατεῖ καὶ πλύνει, λοιδορίας τισὶν ἐξ ἐργαστηρίων καὶ τριόδων ἐπιτετηδευμέναις χρώμενος.εἶτα τοιοῦτος αὐτὸς ὤν, καὶ γυμνὸς ἐν γυμνοῖς αὐξηθείς, καὶ οἰσπώτας καὶ ὑσπελέθους καὶ σπατίλας συλλέγων, ἐτόλμησας, ὦ μιαρώτατε, πρῶτον μὲν τὴν τοῦ Ἀντωνίου ὥραν διαβαλεῖν, ἀνθρώπου καὶ παιδαγωγοῖς καὶ διδασκάλοις κατὰ τὴν τοῦ γένους ἀξίαν κεχρημένου, ἔπειτα δὲ κατηγορῆσαι ὅτι τὰ Λυκαῖα τὴν πάτριον ἑορτὴν ποιῶνγυμνὸς ἐς τὴν ἀγορὰν ἐσῆλθεν; ἀλλὰ τί, ὦ πάσαις μὲν ταῖς ἀλλοτρίαις ἐσθῆσι διὰ τὴν πατρῴαν τέχνην ἀεὶ χρησάμενος, ὑφʼ ἁπάντων δὲ τῶν ἀπαντώντων καὶ γνωριζόντων αὐτὰς ἀποδυθείς, ἐχρῆν ποιῆσαι ἄνθρωπον μὴ μόνον ἱερέα ἀλλὰ καὶ ἡγεμόνα τῶν συνιερέων ὄντα; μὴ πέμψ̔??ʼ τὴν πομπήν, μὴ ἑορτάσαι τὴν ἑορτήν, μὴ θῦσαι κατὰ τὰ πάτρια, μὴ γυμνωθῆναι, μὴ ἀλείψασθαι(ἀλλʼ οὐ τοῦτʼ αὐτῷ,ʼ φησίν, (ἐγκαλῶν, ἀλλʼ ὅτι τε γυμνὸς ἐν τῇ ἀγορᾷ καὶ ὅτι τοιαῦτα ἐδημηγόρησε.ʼ πάνυ γὰρ πάντα τὰ προσήκοντα ἀκριβῶς ἐν τῷ κναφείῳ μεμάθηκεν, ἵνα καὶ ἁμαρτήματός τινος ἀληθινοῦ αἰσθάνηται καὶ ἐπιτιμᾶν αὐτῷ δικαίως δύνηται.