ἐγὼ δὲ ὑπὲρ μὲν ἐκείνων μετὰ ταῦτα ἃ προσήκει πάντα ἐρῶ, τοῦτον δὲ ἐν τῷ παρόντι ἀνερέσθαι τι βούλομαι. οὐ σὺ μέντοι ἔν τε τοῖς ἀλλοτρίοις κακοῖς ἐντέθραψαι καὶ ἐν ταῖς τῶν πέλας συμφοραῖςἐκπεπαίδευσαι, καὶ διὰ τοῦτο ἐλευθέριον μὲν μάθημα οὐδὲν ἐπίστασαι, συνέδριον δέ τι κατασκευάσας ἐνταῦθα ὥσπερ αἱ πόρναι τὸν δώσοντά τι ἀεὶ ἀναμένεις, καὶ προσαγωγέας τῶν λημμάτων πολλοὺς ἔχων πολυπραγμονεῖς τίς τίνα ἠδίκηκεν ἢ δοκεῖ γε ἠδικηκέναι, τίς τίνα μισεῖ, τίςτίνι ἐπιβουλεύει; καὶ τούτοις συναίρῃ, καὶ διὰ τούτων τρέφῃ, πωλῶν μὲν αὐτοῖς τὰς παρὰ τῆς τύχης ἐλπίδας, ἐργολαβῶν δὲ καὶ τὰς τῶν δικαστῶν ἀποφάσεις, καὶ φίλον μὲν μόνον τὸν τὸ πλέον ἀεὶ διδόντα, ἐχθροὺς δὲ δὴ πάντας τοὺς ἀπράγμονας ἢ καὶ ἄλλῳ τινὶ συνηγόρῳ χρωμένουςνομίζων, καὶ τοὺς μὲν ἐν χερσὶν ἤδη ὄντας οὐδʼ εἰδέναι δοκῶν, ἀλλὰ καὶ διʼ ὄχλου ποιούμενος, τοὺς δʼ ἄρτι προσιόντας σαίνων καὶ γελῶν ὥσπερ αἱ πανδοκεύτριαι.καὶ πόσῳ κρεῖττον ἦν καὶ σὲ Βαμβαλίωνα γεγονέναι, εἴ γέ τις ὁ Βαμβαλίων οὗτός ἐστιν, ἢ τοιοῦτον ἐπανῃρῆσθαι βίον ἐν ᾧ πᾶσα ἀνάγκη ἤτοι τὸν ὑπὲρ τοῦ δικαίου λόγον πωλεῖν ἢ καὶτοὺς ἀδικοῦντας σώζειν; καίτοι σύγε οὐδὲ ταῦτα καλῶς ποιεῖν, καίπερ τρία ἐν Ἀθήναις ἔτη κατατρίψας, δύνασαι. ποῦ; πόθεν; ὅστις ὑποτρέμων ἀεὶ πρὸς τὰ δικαστήρια προσέρχῃ καθάπερ ὁπλομαχεῖν μέλλων, καὶ φθεγξάμενος ταπεινόν τι καὶ τεθνηκὸς ἀπαλλάττῃ, μήθʼ ὧν οἴκοθεν ἐσκεμμένος ἥκεις μνημονεύων, μήτε ἐκ τοῦ παραχρῆμά τιεἰπεῖν εὑρίσκων. ἐς μὲν γὰρ τὸ φῆσαι καὶ ὑποσχέσθαι τι θρασύτητι πάντας ἀνθρώπους ὑπερβάλλεις, ἐν δὲ δὴ τοῖς ἀγῶσιν αὐτοῖς, ἔξω τοῦ λοιδορῆσαί τινα καὶ κακῶς εἰπεῖν, καὶ ἀσθενέστατος καὶ δειλότατος εἶ. ἢ οἴει τινὰ ἀγνοεῖν ὅτι μηδένα τῶν θαυμαστῶν σου τούτων λόγων οὓς ἐκδέδωκας εἴρηκας, ἀλλὰ πάντας αὐτοὺς μετὰ ταῦτα συγγέγραφας, ὥσπερ οἱ τούς τε στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς πηλίνους πλάττοντες;εἰ δʼ ἀπιστεῖς, ἀναμνήσθητι πῶς μὲν τοῦ Οὐέρρου κατηγόρησας, καίπερ καὶ ἐκ τῆς τέχνης τι τῆς πατρῴας αὐτῷ παρασχών, ὅτε ἐνούρησας. ἀλλὰ γὰρ ὀκνῶ μὴ τὰ προσήκοντά σοι ἀκριβῶς λέγων αὐτὸς οὐ προσήκοντας ἐμαυτῷλόγους ποιεῖσθαι δόξω. ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὸν Γαβίνιον, ᾧ τοὺς κατηγόρους παρασκευάσας ἔπειτα οὕτω συνεῖπες ὥστʼ αὐτὸν καταδικασθῆναι, τά τε συγγράμματα ἃ κατὰ τῶν φίλων συγγράφεις, ἐφʼ οἷς οὕτω σαυτῷ ἀδικοῦντι σύνοισθα ὥστε μηδὲ δημοσιεύειν αὐτὰ τολμᾶν. καίτοι καὶ σχετλιώτατον καὶ ἐλεεινότατόν ἐστι μὴ δύνασθαι ταῦτα ἀρνήσασθαι ἃ πάντων αἴσχιστόνἐστιν ὁμολογῆσαι. ἀλλʼ ἐγὼ ταῦτα μὲν παραλείψω, τὰ δὲ δὴ λοιπὰ ἐπεξάξω. ἡμεῖς μὲν γάρ, καίπερ δισχίλια τῷ διδασκάλῳ πλέθρα τῆς Λεοντίνων γῆς, ὡς φῄς, δεδωκότες, οὐδὲν ἄξιον αὐτῶν ἐμάθομεν· τὰ δὲ δὴ σὰ παιδεύματατίς οὐκ ἂν θαυμάσειεν; τίνα δʼ ἐστὶ ταῦτα; φθονεῖς ἀεὶ τῷ κρείττονι, βασκαίνεις ἀεὶ τὸν προήκοντα, διαβάλλεις τὸν προτετιμημένον, συκοφαντεῖς τὸν δεδυνημένον, καὶ μισεῖς μὲν τοὺς ἀγαθοὺς ὁμοίως πάντας, προσποιῇ δὲ δὴ φιλεῖν ἐκείνους μόνους διʼ ὧν ἂν κακουργήσειν τι προσδοκήσῃς.καὶ διὰ τοῦτο τούς τε νεωτέρους ἐπὶ τοὺς πρεσβυτέρους ἀεὶ παροξύνεις, καὶ τοὺς πιστεύοντάς σοι καὶ ὁτιοῦν ἐς κινδύνους προαγαγὼν προλείπεις.τεκμήριον δέ, πρᾶξιν μὲν οὐδεμίαν πώποτε ἐλλογίμου ἀνδρὸς ἀξίαν, οὔτʼ ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ, πέπραχας· ποίους μὲν γὰρ πολέμους ἐνικήσαμεν σοῦ στρατηγοῦντος, ποίαν δὲ χώραν ἐκτησάμεθα σοῦ ὑπατεύοντος; ἐξαπατῶν δὲ ἀεί τινας τῶν πρώτων καὶ σφετεριζόμενος ἰδίᾳ μὲν διὰ τούτων πολιτεύῃ καὶ πάνθʼ ὅσα βούλειδιοικεῖς, δημοσίᾳ δὲ βοᾷς ἄλλως, κεκραγὼς τοὺς μιαροὺς ἐκείνους λόγους (ἐγὼ μόνος ὑμᾶς φιλῶ,ʼ καὶ εἰ οὕτω τύχοι, (καὶ ὁ δεῖνα, οἱ δʼ ἄλλοι πάντες μισοῦσι,ʼ καὶ (ἐγὼ μόνος ὑμῖν εὐνοῶ, οἱ δʼ ἄλλοι πάντες ἐπιβουλεύουσι,ʼ καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν τοὺς μὲν ἐπαίρων καὶ φυσῶν προδίδως, τοὺς δὲ λοιποὺς ἐκπλήττων προστίθεσαι.κἂν μέν τι χρηστὸν ὑφʼ ὁτουδὴ τῶν πάντων γένηται, ἀντιποιῇ τε αὐτοῦ καὶ σεαυτὸν ἐπʼ αὐτὸ ἐπιγράφεις, θρυλῶν (ἐγὼ γὰρ εἶπον, ἐγὼ γὰρ ἔγραψα, καὶ δι’ ἐμὲ ταῦτα οὕτω πέπρακται·̓ ἂν δέ τι συμβῇ οἷον οὐκ ἔδει, σαυτὸν μὲν ἐξαιρεῖς, τοὺς δὲ δὴ ἄλλους πάντας αἰτιᾷ, λέγων (μὴ γὰρ ἐστρατήγουνἐγώ; μὴ γὰρ ἐπρέσβευον; μὴ γὰρ ὑπάτευον;ʼ καὶ λοιδορεῖς μὲν ἀεὶ πάντας πανταχοῦ, τὴν ἐκ τοῦ θρασέως παρρησιάζεσθαι δοκεῖν δύναμιν περὶ πλείονος τοῦ τι τῶν δεόντων εἰπεῖν ποιούμενος,ἔργον δε δὴ ῥήτορος οὐδὲν ἄξιον λόγου παρέχῃ. τί μὲν γὰρ τῶν κοινῶν ἢ σέσωσται ἢ ἐπηνώρθωται διὰ σέ; τίνα δὲ ἀδικοῦντα ὄντως τὴν πόλιν ἐσήγγελκας, τίνα ἐπιβουλεύοντα ἀληθῶς ἡμῖν ἐπιδέδειχας;ἵνα γὰρ τἆλλα ἐάσω, αὐτὰ ταῦθʼ ἃ τῷ Ἀντωνίῳ νῦν ἐγκαλεῖς, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὥστε μηδένα ἂν δίκην ἀξίαν αὐτῶν ὑποσχεῖν. τί ποτʼ οὖν, ὁρῶν ἡμᾶς ἀπʼ ἀρχῆς ὑπʼ αὐτοῦ, ὥς γε καὶ φῄς, ἀδικουμένους, οὐδέποτε ἐπεξῆλθεςαὐτῷ παραχρῆμα οὐδὲ κατηγόρησας, ἀλλὰ νῦν ἡμῖν λέγεις ὅσα δημαρχήσας παρενόμησε καὶ ὅσα ἱππαρχήσας ἐπλημμέλησε καὶ ὅσα ὑπατεύσας ἐκακούργησεν, ἐξόν σοι τότε εὐθὺς καθʼ ἕκαστον αὐτῶν τὴν προσήκουσαν παρʼ αὐτοῦ δίκην εἰληφέναι, ἵνα αὐτός τε φιλόπολις ὡς ἀληθῶς ὢν ἐπεφήνεις καὶ ἡμεῖς καὶ ἀβλαβῆ καὶ ἀσφαλῆ τὴν τιμωρίαν παρʼ αὐτὰ τὰ ἀδικήματα ἐπεποιήμεθα.