κατεχρήσατο. καὶ ἐκείνῳ μὲν ἐπαίνους τε ἐπὶ τούτῳ ἡ βουλὴ καὶ ἀνδριάντα τήν τε ταφὴν τὴν δημοσίαν ἐψηφίσατο, τὸν δὲ δὴ Λέπιδον τήν τε εἰκόνα τὴν ἐν τῷ βήματι ἱδρυμένην ἀφείλοντο καὶ πολέμιον ἐποιήσαντο· καί τινα καὶ ἡμέραν τοῖς συνοῦσιν αὐτῷ προέθεντο, πόλεμόν σφισιν ἀπειλήσαντες ἂν μὴ ἐντὸς ἐκείνης ἐγκαταλείπωσιναὐτόν. πρὸς δʼ ἔτι τήν τε ἐσθῆτα αὖθις μετέβαλον (ἐπὶ γὰρ τῇ τοῦ Καίσαρος ὑπατείᾳ τὴν ἀστικὴν ἀνειλήφεσανʼ καὶ τὸν Βροῦτον τὸν Μᾶρκον τόν τε Κάσσιον καὶ τὸν Σέξτον ἐπʼ αὐτοὺς μετεπέμψαντο· ἐπειδή τε ἐκεῖνοι χρονιεῖν ἐδόκουν, τῷ Καίσαρι, ἀγνοίᾳ τῆς συνωμοσίαςαὐτῶν, τὸν πόλεμον ἐπέτρεψαν. καὶ ὃς τῷ μὲν λόγῳ ὑπεδέξατο αὐτόν, καίτοι τοὺς στρατιώτας συμβοῆσαι ποιήσας ἅπερ εἴρηται, ἔργον δʼ οὐδὲν ἐχόμενον αὐτοῦ ἔπραξεν, οὐχ ὅτι καὶ ἐκεκοινολόγητο τῶ τε Ἀντωνίῳ καὶ διʼ ἐκείνου καὶ τῷΛεπίδῳ (βραχὺ γάρ τι τούτου ἐφρόντιζενʼ, ἀλλʼ ὅτι ἰσχυρούς τε αὐτοὺς ἑώρα ὄντας καὶ συμφρονοῦντας ὑπὸ τῆς συγγενείας ᾐσθάνετο, καὶ οὔτε βιάσασθαί σφας ἐδύνατο, καὶ ἐπήλπισε τόν τε Κάσσιον καὶ τὸν Βροῦτον μέγα ἤδη δυναμένους δι’ αὐτῶν κατεργάσεσθαι, καὶ μετὰ τοῦτο καὶἐκείνους διʼ ἀλλήλων χειρώσεσθαι. διὰ μὲν δὴ ταῦτα καὶ ἄκων τὰς συνθήκας πρὸς αὐτοὺς ἐφύλαξε, καί σφισι καὶ καταλλαγὰς πρός τε τὴν βουλὴν καὶ πρὸς τὸν δῆμον ἐπρυτάνευσεν, οὐκ αὐτὸς ἐσηγησάμενος, ἵνα μὴ καὶ ὑποπτευθείη τι τῶν γεγονότων, ἀλλʼ ὁ μὲν ἐξεστράτευσεν ὡς καὶ πολεμήσων αὐτοῖς, ὁ δὲ δὴ Κύιντος τήν τε ἄδειαν καὶ τὴν κάθοδόν σφισιν, ὡς καὶ ἀφʼ ἑαυτοῦγνώμης, δοθῆναι συνεβούλευσεν. οὐ μέντοι καὶ ἔλαβον αὐτὴν πρὶν τῷ τε Καίσαρι τὴν γερουσίαν ὡς καὶ ἀγνοοῦντι τὸ γιγνόμενον κοινώσασθαι, καὶ ἐκεῖνον ἄκοντα δῆθεν ὑπὸ τῶν στρατιωτῶν ἀναγκασθῆναι συγκαταθέσθαι.ἐν ᾧ δὲ ταῦτʼ ἐπράττετο, ὁ Δέκιμος τὸ μὲν πρῶτον ὡς καὶ πολεμήσων αὐτοῖς ὥρμησεν, καὶ τόν γε Πλάγκον τὸν Λούκιον, ἐπειδὴ καὶ συνύπατός οἱ ἐς τὸ ἐπιὸν ἔτος προαπεδέδεικτο, προσηταιρίσατο·μαθὼν δὲ δὴ τήν τε ἑαυτοῦ καταψήφισιν καὶ τὴν ἐκείνων συναλλαγὴν ἠθέλησε μὲν ἐπὶ τὸν Καίσαρα ἐπιστρατεῦσαι, ἐγκαταλειφθεὶς δὲ ὑπὸ τοῦ Πλάγκου τά τε τοῦ Λεπίδου καὶ τὰ τοῦ Ἀντωνίου φρονήσαντος, τήν τε Γαλατίαν ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν πρὸς τὸν Βροῦτον πεζῇ διʼ Ἰλλυριῶν ἐπειχθῆναι ἔγνω, καί τινας στρατιώτας, ἐν ᾧ δὴ τὰ ἐν χερσὶ καθίστατο,προέπεμψεν. ὡς δὲ ἐκεῖνοί τε τὰ τοῦ Καίσαρος ἀνθείλοντο, καὶ τοὺς λοιποὺς ὅ τε Λέπιδος καὶ ὁ Ἀντώνιος ἐπιδιώξαντες διʼ ἑτέρων προσέθεντο, συνελήφθη τε μονωθεὶς ὑπʼ ἐχθροῦ τινος, καὶ μέλλων σφαγήσεσθαι ἐδεινοπάθει καὶ ὠδύρετο, μέχρις οὗ Ἕλουιός τις Βλασίων, εὐνοΐκῶς οἱ ἐκ συστρατείας ἔχων, ἑαυτὸν ἑκὼν ὁρῶντος αὐτοῦ προαπέκτεινε.καὶ ὁ μὲν οὕτως ἐπαπέθανεν, ὁ δὲ δὴ Ἀντώνιος ὅ τε Λέπιδος ἐν μὲν τῇ Γαλατίᾳ ὑποστρατήγους κατέλιπον, αὐτοὶ δὲ ἐς τὴν Ἰταλίαν πρὸς τὸν Καίσαρα ὥρμησαν, τό τε πλεῖστον καὶ τὸκράτιστον τοῦ στρατοῦ ἐπαγόμενοι. οὔτε γὰρ ἀκριβῶς πω ἐπίστευον αὐτῷ, οὔτε εὐεργεσίαν τινὰ ὀφείλειν ἤθελον, ὡς καὶ διʼ ἑαυτοὺς τήν τε σφετέραν ἰσχύν, ἀλλʼ οὐ διʼ ἐκεῖνον καὶ τῆς ἀδείας καὶ τῆς καθόδου τετυχηκότες· καὶ προσέτι καὶ ἤλπιζον πάνθʼ ὅσα ἐβούλοντο καὶ τὸν Καίσαρα καὶ τοὺς ἄλλους τοὺς ἐν τῷ ἄστει τῇ τῶν στρατοπέδωνσφῶν περιουσίᾳ ἐξεργάσεσθαι. τοιαύτῃ μὲν οὖν γνώμῃ ὡς καὶ διὰ φιλίας τῆς χώρας ᾔεσαν· ἐκακουργεῖτο δὲ ὑπὸ τοῦ πλήθους τῆς τε θρασύτητος αὐτῶν οὐδενὸς πολέμου βραχύτερα. καὶ αὐτοῖς καὶ ὁ Καῖσαρ μετὰ πολλῶν στρατιωτῶν ἀπήντησε περὶ Βονωνίαν, μάλα εὖ παρεσκευασμένος ἀμύνασθαί σφας ἄν τι βίαιον πάσχῃ.οὐ μέντοι καὶ ἐδεήθη τότε τῶν ὅπλων ἐπʼ αὐτοὺς οὐδέν· ἐμίσουν μὲν γὰρ δεινῶς ἀλλήλους, τῷ δὲ δὴ τάς τε δυνάμεις ἀντιπάλους πως ἔχειν, καὶ τοὺς ἄλλους ἐχθροὺς προτιμωρήσασθαι διʼ ἀλλήλων βούλεσθαι, προσποιητὸν ὁμολογίαν ἐποιήσαντο.συνῆλθον δὲ ἐς τοὺς λόγους οὐ μόνοι, ἀλλὰ στρατιώτας ἰσαρίθμους ἔχοντες, ἐν νησιδίῳ τινὶ τοῦ ποταμοῦ τοῦ παρὰ τὴν Βονωνίαν παραρρέοντος, ὥστε μηδένα ἄλλον μηδετέροις προσγενέσθαι·καὶ οὕτω πολὺ ἀπὸ τῶν παρόντων σφίσιν ἀποστάντες ἀλλήλους τε διηρεύνησαν, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχοι, καὶ διαλεξάμενοί τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἵνα δὲ δὴ μὴ καὶ τῆς ὀλιγαρχίας ἄντικρυς ἐφίεσθαι δόξωσι, καί τις αὐτοῖς φθόνος κἀκ τούτου καὶ ἐναντίωσις παρὰ τῶνἄλλων γένηται, τάδε διωμολογήσαντο· κοινῇ μὲν τοὺς τρεῖς πρός τε διοίκησιν καὶ πρὸς κατάστασιν τῶν πραγμάτων ἐπιμελητάς τέ τινας καὶ διορθωτάς, καὶ τοῦτο οὐκ ἐς ἀεὶ δῆθεν ἀλλʼ ἐς ἔτη πέντε, αἱρεθῆναι, ὥστε τά τε ἄλλα πάντα, κἂν μηδὲν ὑπὲρ αὐτῶν μήτε τῷ δήμῳ μήτε τῇ βουλῇ κοινώσωσι, διοικεῖν, καὶ τὰς ἀρχὰς τάς τε ἄλλας τιμὰςοἷς ἂν ἐθελήσωσι διδόναι, ἰδίᾳ δὲ δή, ὅπως μὴ καὶ πᾶσαν τὴν ἀρχὴν σφετερίζεσθαι νομισθῶσι, Καίσαρι μὲν τήν τε Λιβύην ἑκατέραν καὶ Σαρδὼ καὶ Σικελίαν, Λεπίδῳ δὲ τήν τε Ἰβηρίαν πᾶσαν καὶ τὴν Γαλατίαν τὴν Ναρβωνησίαν, Ἀντωνίῳ δὲ τὴν λοιπὴν Γαλατίαν, τήν τε ἐντὸς τῶν Ἄλπεων καὶ τὴν ὑπὲρ αὐτὰς οὖσαν, ἄρχειν