ποιήσασθαι. ὡς δὲ καὶ ἐκεῖνοι τοῖς χρήμασι, καίπερ ἔκ τε τῶν κοινῶν οὖσι καὶ ἐπὶ τῇ τοῦ πολέμου προφάσει συναχθεῖσι, κατελήφθησαν, οὕτω δὴ τοὺς σφαγέας μετῆλθε. καὶ ἵνα γε μὴ βιαίως ἀλλʼ ἐν δίκῃ τινὶ ποιεῖν αὐτὸ δόξῃ, νόμον τέ τινα περὶ τῆς κρίσεως αὐτῶν ἐσήνεγκε καὶδικαστήρια καὶ ἀποῦσί σφισιν ἐκάθισεν. οἵ τε γὰρ πλείους αὐτῶν ἀπεδήμουν, καί τινες καὶ ἡγεμονίας ἐθνῶν εἶχον· καὶ οἱ παρόντες οὔτʼ ἀπήντησαν ὑπὸ τοῦ δέους, καὶ προσέτι καὶ διαλαθόντες ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ ὅπως οἵ τε αὐτόχειρες τοῦ Καίσαρος γενόμενοι καὶ οἱ συνομόσαντές σφισιν, ἀλλὰ καὶ ἄλλοι πολλοί, οὐχ ὅτι μὴ ἐπιβουλεύσαντες τῷ Καίσαρι ἀλλʼοὐδὲ ἐν τῇ πόλει τότε γε ὄντες, ἥλωσαν. τοῦτο δὲ ἐπὶ τὸν Πομπήιον τὸν Σέξτον μάλιστα κατεσκευάσθη· καὶ γὰρ ἐκεῖνος ἥκιστα τῆς ἐπιθέσεως μετασχὼν ὅμως κατὰ τὸ πολέμιον αὐτοῦ κατεψηφίσθη. καὶ αὐτοί τε πυρὸς καὶ ὕδατος εἴρχθησαν, καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύθησαν· τά τε ἔθνη, οὐκ ἐκεῖνα μόνον ὧν τινες αὐτῶν ἦρχον, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα τοῖς τοῦ Καίσαρος φίλοις ἐπετράπη.ἐν τούτοις δὲ τοῖς ὑπαιτίοις καὶ ὁ Κάσκας ὁ Πούπλιος ὁ Σερουίλιος ὁ δήμαρχος ἐγένετο· καὶ ἐπειδὴ προϋποτοπήσας τὸν Καίσαρα ὑπεξῆλθε πρὶν καὶ ἐς τὴν πόλιν αὐτὸν ἐσελθεῖν, τῆς τε ἀρχῆς ὡς καὶ παρὰ τὰ πάτρια ἀποδημήσας ἐπαύθη, τοῦ πλήθους ὑπὸ Πουπλίου Τιτίου συνάρχοντος αὐτῷἀθροισθέντος, καὶ οὕτως ἑάλω. ἐπειδή τε ὁ Τίτιος οὐκ ἐς μακρὰν ἐτελεύτησεν, ἐβεβαιώθη τὸ ἀπὸ τοῦ ἀρχαίου τετηρημένον· οὐδεὶς γὰρ ἐς ἐκεῖνο τοῦ χρόνου συνάρχοντά τινα καταλύσας ἀπηνιαύτισεν, ἀλλὰ τοῦτο μὲν ὁ Βροῦτος ἐπὶ τῇ τοῦ Κολλατίνου καταπαύσει ἐπαπέθανε, τοῦτο δὲ ὁ Γράκχος ἐπὶ τῇ τοῦ Ὀκταουίου καταλύσει ἀπεσφάγη, ὅ τε Κίννας ὁ τόν τε Μάρυλλον καὶ τὸν Φλάουιον ἀπαλλάξας οὐκ ἐς μακρὰν ἀπεφθάρη.ταῦτα μὲν οὕτω τετήρηται, τῶν δὲ δὴ τοῦ Καίσαρος φονέων συχνοὶ μὲν ἐς τὴν τοῦ παιδὸς αὐτοῦ χάριν, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἄθλων προσαναπειθόμενοι κατηγόρουν· χρήματά τε γὰρ ἐκ τῆς τοῦ ἁλόντος οὐσίας καὶ τὴν τιμὴν τήν τε ἀρχὴν τὴν ἐκείνου, εἴ τινα ἄρα ἔχων ἦν, τό τε μηκέτι μήτʼ αὐτὸν μήτε τοὺς υἱεῖς τούς τε ἐγγόνουςαὐτοῦ στρατεύεσθαι ἐλάμβανον. τῶν γε μὴν δικασάντων σφίσιν οἱ μὲν πλείους τῇ τε χάριτι καὶ τῷ δέει τῷ τοῦ Καίσαρος κατεψηφίζοντο αὐτῶν, ἐνδεικνύμενοί πῃ ὡς καὶ δικαίως αὐτὸ ποιοῦντες· εἰσὶ δὲ οἳ τὴν ψῆφον οἱ μὲν τῷ νόμῳ τῷ περὶ τῆς τιμωρίας σφῶν γεγραμμένῳ, οἱ δὲ καὶ τοῖς ὅπλοις τοῖς τοῦ Καίσαρος ἔδοσαν.καί τις Σιλίκιος Κορωνᾶς βουλευτὴς ἄντικρυς τὸν Βροῦτον τὸν Μᾶρκον ἀπέλυσε. καὶ τότε μὲν αὐτός τε ἐπὶ τούτῳ μέγα ηὔχει καὶ παρὰ τῶν ἄλλων ἐπαίνους κρύφα ἐλάμβανε, τῷ τε Καίσαρι, ὅτι μὴ εὐθὺς ἀπέθανε, δόξαν ἐπιεικείας παρέσχεν, ὕστερον δὲ ἐκ προγραφῆς ἐθανατώθη.Ταῦτʼ οὖν πράξας ὁ Καῖσαρ ἐπί τε τὸν Λέπιδον καὶ ἐπὶ τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν. ὁ γὰρ Ἀντώνιος, ὡς τότε ἐκ τῆς μάχης ἔφυγε καὶ αὐτὸν οὔθʼ ὁ Καῖσαρ, διὰ τὸ τῷ Δεκίμῳ τὸν πόλεμον ἐγχειρισθῆναι, οὔτε ἐκεῖνος, διὰ τὸ μὴ βούλεσθαι τὸν ἀντίπαλον τῷ Καίσαρι ὑπεξαιρεθῆναι, ἐπεδίωξε,συνελέξατο ὅσους ἠδυνήθη τῶν ἐκ τῆς μάχης περισωθέντων, καὶ πρὸς τὸν Λέπιδον ἀφίκετο παρασκευασάμενον μὲν ὡς καὶ αὐτὸν ἐς τὴν Ἰταλίαν κατὰ τὸ δόγμα στρατεύσοντα, προσταχθένταδὲ αὖθις κατὰ χώραν μεῖναι. οἱ γὰρ βουλευταὶ ἐπειδὴ ἐπύθοντο τὸν Σιλανὸν τὰ τοῦ Ἀντωνίου πράξαντα, ἐφοβήθησαν τόν τε Λέπιδον καὶ τὸν Πλάγκον τὸν Λούκιον, μὴ καὶ ἐκεῖνοι αὐτῷ συνάρωνται, καὶ πέμψαντες πρὸς αὐτοὺςοὐδὲν ἔτι δεῖσθαί σφων ἔφασαν. ἵνα τε μηδὲν ὑποτοπήσωσι κἀκ τούτου τι κακουργήσωσιν, ἐκέλευσαν αὐτοῖς τοὺς ἐκ Οὐιέννης τῆς Ναρβωνησίας ὑπὸ τῶν Ἀλλοβρίγων ποτὲ ἐκπεσόντας καὶ ἐς τὸ μεταξὺ τοῦ τε Ῥοδανοῦ καὶ τοῦ Ἀράριδος, ᾗ συμμίγνυνται ἀλλήλοις, ἱδρυθέντας συνοικίσαι.καὶ οὕτως ἐκεῖνοι ὑπομείναντες τὸ Λουγούδουνον μὲν ὀνομασθὲν νῦν δὲ Λούγδουνον καλούμενον ἔκτισαν, οὐχ ὅτι οὐ καὶ ἐς τὴν Ἰταλίαν σὺν τοῖς ὅπλοις ἠδυνήθησαν ἂν ἐλθεῖν, εἴπερ ἠθελήκεσαν (ἀσθενέστατα γὰρ ἤδη τὰ ψηφίσματα πρὸς τοὺς τὰς δυνάμεις ἔχονταςἤγετὀ, ἀλλʼ ὅτι τὴν ἔκβασιν τοῦ Ἀντωνιείου πολέμου περισκοποῦντες τῇ τε βουλῇ πεπειθαρχηκέναι δόξαι καὶ τὰ σφέτερα ἅμα κρατύνασθαιἐβούλοντο. ἀμέλει τόν τε Σιλανὸν ὁ Λέπιδος ἐπὶ τῇ τοῦ Ἀντωνίου συμμαχίᾳ διεμέμψατο, καὶ αὐτῷ ἐκείνῳ ἐλθόντι οὐκ εὐθὺς ἐς λόγους ἀφίκετο, ἀλλὰ καὶ τῇ γερουσίᾳ προσκατηγορῶν αὐτοῦ ἐπέστειλεν, ὥστε καὶ ἐπαίνους ἐκ τούτου καὶ τὴν ἡγεμονίαν τοῦ πρὸς αὐτὸν πολέμου λαβεῖν.τὸν μὲν δὴ ἄλλον χρόνον διὰ ταῦτα οὔτε προσίετο τὸν Ἀντώνιον οὔτε ἀπεωθεῖτο, ἀλλὰ περιεώρα μὲν ἐγγὺς ὄντα καὶ τοῖς συστρατευομένοις οἱ προσομιλοῦντα, οὐ μέντοι καὶ ἐς λόγους αὐτῷ ᾔει· ἐπειδὴ δὲ τὴν ὁμολογίαν αὐτοῦ τὴν πρὸς τὸν Καίσαρα ἐπύθετο, τότε καὶ αὐτὸς ἀμφοτέροιςσφίσι συνηνέχθη. μαθὼν δὲ τὸ γιγνόμενον Μᾶρκος Ἰουουέντιος ὑποστράτηγος αὐτοῦ τὰ μὲν πρῶτα ἀποτρέπειν αὐτὸν ἐπειρᾶτο, ὡς δʼ οὐκ ἔπεισεν, αὐτὸς ἑαυτὸν τῶν στρατιωτῶν ὁρώντων