ἐπεὶ δὲ ἐν τῷ προαστείῳ ἐγένετο, ἐφοβήθησαν, καὶ πρῶτον μὲν τῶν βουλευτῶν τινες, ἔπειτα δὲ καὶ τοῦ δήμου συχνοὶ πρὸς αὐτὸν μετέστησαν. κἀκ τούτου καὶ οἱ στρατηγοὶ ἔκ τε τοῦ Ἰανικούλου κατέβησαν καὶ τούς τε στρατιώτας καὶ ἑαυτοὺςαὐτῷ παρέδωκαν. τήν τε οὖν πόλιν οὕτως ὁ Καῖσαρ ἀμαχεὶ κατέσχε, καὶ ὕπατος καὶ πρὸς τοῦ δήμου ἀπεδείχθη, δύο τινῶν ἀντὶ ὑπάτων πρὸς τὰς ἀρχαιρεσίας αἱρεθέντων, ἐπειδὴ ἀδύνατον ἦν μεσοβασιλέα διʼ ὀλίγου οὕτως ἐπʼ αὐτὰς κατὰ τὰ πάτρια γενέσθαι, πολλῶν ἀνδρῶν τῶν τὰς εὐπάτριδαςἀρχὰς ἐχόντων ἀποδημούντων. τοῦτο γὰρ τὸ δύο ἄνδρας διὰ τοῦ στρατηγοῦ τοῦ ἀστυνόμου ψηφισθῆναι μᾶλλον ἢ τὸ τοὺς ὑπάτους δι’ αὐτοῦ χειροτονηθῆναι ὑπέμειναν, ὅτι μηδὲν πλέον τῶν ἀρχαιρεσιῶν ποιήσειν ἔμελλον, καὶ κατὰ τοῦτο μηδʼ ἀρχήν τινα ἰσχυροτέραν αὐτοῦἐσχηκέναι δόξειν. καὶ ἐγίγνετο μέν που ταῦθʼ ὑπὸ τῶν ὅπλων· ὁ δὲ δὴ Καῖσαρ, ἵνα δὴ μὴ βεβιάσθαι τι αὐτοὺς δόξῃ, οὐκ ἀπήντησεν ἐς τὴν ἐκκλησίαν, ὥσπερ τινῶν τὴν παρουσίαν ἀλλʼ οὐ τὴν δύναμιν αὐτοῦ φοβουμένων.οὕτω μὲν οὖν ὕπατος ᾑρέθη, καὶ αὐτῷ καὶ συνάρχων, εἴγε τοῦτο δεῖ, ἀλλὰ μὴ ὕπαρχον,αὐτὸν εἰπεῖν, ὁ Πέδιος ὁ Κύιντος ἐδόθη. καὶ ἐπί τε τούτῳ μέγιστον ἐφρόνει, ὅτι ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, ὃ μηπώποτέ τινι ἐγεγόνει, ὑπατεύσειν ἔμελλε, καὶ ὅτι τῇ πρώτῃ τῶν ἀρχαιρεσιῶν ἐς τὸ πεδίον τὸ Ἄρειον ἐσελθὼν γῦπας ἓξ καὶ μετὰ ταῦτα δημηγορῶν τι πρὸς τοὺς στρατιώταςἄλλους δώδεκα εἶδε· πρός τε γὰρ τὸν Ῥωμύλον καὶ πρὸς τὸ οἰώνισμα τὸ ἐκείνῳ γενόμενον ἀναφέρων καὶ τὴν μοναρχίαν αὐτοῦ λήψεσθαι προσεδόκησεν. οὐ μέντοι ὡς καὶ δεύτερον ὑπατεύων, ὅτι ταῖς τιμαῖς ταῖς ὑπατικαῖς ἐκεκόσμητο, ἐσεμνύνατο. καὶ τοῦτο καὶ ἔπειτα ἐπὶ πάντων τῶνὁμοίων μέχρις ἡμῶν ἐτηρήθη· Σεουῆρος γὰρ αὐτοκράτωρ πρῶτος Πλαυτιανὸν ὑπατικαῖς τιμαῖς τιμήσας, καὶ μετὰ τοῦτο ἔς τε τὸ βουλευτικὸν ἐσαγαγὼν καὶ ὕπατον ἀποδείξας, ὡς καὶ δεύτερον ὑπατεύσοντα ἀνεκήρυξεν, καὶ ἀπʼἐκείνου καὶ ἐφʼ ἑτέρων τὸ αὐτὸ ἐγένετο. ὁ δʼ οὖν Καῖσαρ τά τε ἄλλα τὰ ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὑτῷ κατεστήσατο, καὶ χρήματα τοῖς στρατιώταις, τοῖς μὲν ὅσα τε καὶ ὅθεν ἐψήφιστο, τοῖς δὲ λοιποῖς ὡς ἑκάστοις, λόγῳ μὲν οἴκοθεν ἔργῳ δὲ ἐκ τῶν κοινῶν ἔδωκε.τότε μὲν οὕτω τε καὶ ἐκ τοιαύτης αἰτίας οἱ στρατιῶται τὸ ἀργύριον ἔλαβον· παρακούσαντες δέ τινες τοῦτο ἔδοξαν ἀεὶ πᾶσιν ἁπλῶς τοῖς πολιτικοῖς στρατοπέδοις, ὅσα ἂν ἐς τὴν Ῥώμην μεθʼ ὅπλων ἀφίκηται, τὰς δισχιλίας καὶ πεντακοσίαςδραχμὰς ἀναγκαῖον εἶναι δίδοσθαι. καὶ διὰ ταῦτα καὶ οἱ μετὰ τοῦ Σεουήρου ἐπὶ τῇ τοῦ Ἰουλιανοῦ καθαιρέσει ἐς τὸ ἄστυ ἐλθόντες φοβερώτατοι αὐτῷ τε ἐκείνῳ καὶ ἡμῖν ἐγένοντο ἀπαιτοῦντες αὐτάς· καί σφας, οὐδʼ εἰδότων τῶν ἄλλων ὅ τι ποτὲ ἠξίουν, ἐθεράπευσεν ὁ Σεουῆρος πεντήκοντα καὶ διακοσίαις δραχμαῖς.ὁ δʼ οὖν Καῖσαρ τοῖς μὲν στρατιώταις τά τε χρήματα ἔδωκε καὶ χάριν καὶ πλείστην καὶ ἀληθεστάτην ἔγνω· ἄνευ γὰρ τῆς παρʼ αὐτῶν φρουρᾶς οὐδὲ ἐς τὸ βουλευτήριον ἐσφοιτᾶν ἐτόλμα· τῇ δὲ δὴ γερουσίᾳ χάριν μέν που, πλαστῶς δὲ δὴ καὶ προσποιητῶς, ἔσχεν· ἃ γὰρ βιασάμενός σφας εὕρητο, ταῦθʼ ὡς καὶ παρʼ ἑκόντων αὐτῶν εἰληφὼς ἐν εὐεργεσίας μέρει δῆθενἐτίθετο. καὶ ἐκεῖνοι οὖν ἐπί τε τούτοις, ὡς καὶ ἐθελονταὶ αὐτὰ δεδωκότες, ἐσεμνύνοντο, καὶ προσέτι ὃν οὐδʼ ὕπατον ἑλέσθαι πρότερον ἠθελήκεσαν, τούτῳ καὶ μετὰ τὴν ἀρχὴν πάντων τῶν ἀεὶ ὑπατευόντων, ὁσάκις ἂν ἐν στρατοπέδῳ ᾖ, προτιμᾶσθαιἔδοσαν· ᾧ τε δίκας ἐπάξειν ὅτι δυνάμεις καθʼ ἑαυτὸν μηδενὸς ψηφισαμένου συνέστησεν ἠπειλήκεσαν, τούτῳ καὶ ἑτέρας προσκαταλέξαι προσέταξαν· καὶ ἐφʼ οὗ τῇ τε ἀτιμίᾳ καὶ τῇ καταλύσει τῷ Δεκίμῳ πρὸς τὸν Ἀντώνιον πολεμῆσαι ἐκεκελεύκεσαν, τούτῳ καὶ τὰ ἐκείνου στρατόπεδαπροσέθεσαν. καὶ τέλος τήν τε φυλακὴν τῆς πόλεως, ὥστε πάνθʼ ὅσα βούλοιτο καὶ ἐκ τῶν νόμων ποιεῖν ἔχειν, παρέλαβε, καὶ ἐς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα ἐσεποιήθη, καὶδιὰ τοῦτο καὶ τὴν ἐπίκλησιν μετέθετο. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτόν, ὥς γέ τισι δοκεῖ, Καίσαρα, ἐξ οὗ τὸ ὄνομα αὐτῷ τοῦτο μετὰ τοῦ κλήρου κατελείφθη· οὐ μέντοι οὔτʼ ἀκριβῆ τὴν προσηγορίαν οὔτε ἐπὶ πάντας εἶχε, πρὶν δὴ καὶ ἐκ τῶν πατρίων αὐτὴν τότε ἐβεβαιώσατο, καὶ οὕτως ἐξ ἐκείνου Γάιος Ἰούλιος Καῖσαρ Ὀκταουιανὸςἐπεκλήθη· νενόμισται γάρ, ἄν τις ἐσποιηθῇ, τὴν μὲν ἄλλην αὐτὸν πρόσρησιν ἀπὸ τοῦ ποιησαμένου λαμβάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων σχηματισθένπως τηρεῖν. τοῦτο μὲν οὖν οὕτως ἔχει· ἐγὼ δὲ οὐκ Ὀκταουιανὸν ἀλλὰ Καίσαρα αὐτόν, ὅτι πᾶσι τοῖς τὸ τῶν Ῥωμαίων κράτος λαμβάνουσιν ἡ προσηγορία αὕτη ἐκνενίκηκεν, ὀνομάσω.προσεκτήσατο μὲν γὰρ καὶ ἑτέραν τὴν τοῦ Αὐγούστου, καὶ αὐτὴν διὰ τοῦτο καὶ οἱ ἔπειτα αὐτοκράτορες τίθενται· ἀλλʼ ἐκείνη μὲν ὅταν ἐς τὴν συγγραφὴν ἔλθῃ λελέξεται, μέχρι δὲ δὴ τότε ἀρκούντως ἡ τοῦ Καίσαρος ἐπίκλησις τὴν τοῦ Ὀκταουιανοῦ δήλωσιν ἀποπληρώσει.οὗτος οὖν ὁ Καῖσαρ ἐπειδὴ τάχιστα τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, πρός τε τὴν τοῦ πατρὸς τιμωρίαν ἐτράπετο, καὶ φοβηθεὶς μή πῃ τὸν ὅμιλον διὰ τοῦτʼ ἐκταράξῃ, οὐ πρότερον τὴν ἑαυτοῦ γνώμην ἐξέφηνε πρὶν τὴν ἀπόδοσιν τῶν καταλειφθέντων σφίσι