τὸν Ἀντώνιον ὥρμησεν. ἡττηθέντος δὲ αὐτοῦ αὐτοκράτορες οὐ μόνον ὁ Ἵρτιος ἀλλὰ καὶ ὁ Οὐίβιος, καίπερ κακῶς ἀπαλλάξας, ὅ τε Καῖσαρ, καίτοι μηδὲ μαχεσάμενος, καὶ ὑπὸ τῶν στρατιωτῶνκαὶ ὑπὸ τῆς βουλῆς ὠνομάσθησαν. τοῖς τε συναγωνισαμένοις σφίσι καὶ τελευτήσασι ταφή τε δημοσία καὶ τὸ τοῖς παισὶ τοῖς τε πατράσιν αὐτῶν πάντα τὰ γέρα, ὅσα ἂν αὐτοὶ ἐκεῖνοι ζήσαντες ἔλαβον, ἀποδοθῆναι ἐψηφίσθη.ὡς οὖν ταῦτα ἐγένετο, καὶ Πόντιος Ἀκύλας, ἔκ τε τῶν σφαγέων ὢν καὶ τῷ Δεκίμῳ ὑποστρατηγῶν, Τίτον Μουνάτιον Πλάγκον ἀντιπολεμοῦντα αὐτῷ μάχαις ἐνίκησεν, ὅ τε Δέκιμος βουλευτοῦ τινος αὐτομολήσαντος πρὸς τὸν Ἀντώνιονοὐχ ὅσον οὐκ ὀργὴν αὐτῷ ἔσχεν, ἀλλὰ καὶ τὰ σκεύη τά τε ἄλλα ὅσα ἐν τῇ Μουτίνῃ ὑπελέλειπτο πάντα ἀπέπεμψε, κἀκ τούτου οἵ τε στρατιῶται οἱ Ἀντωνίου ἠλλοιοῦντο καὶ τῶν δήμων τινὲς τῶν ὁμοφρονούντων οἱ πρότερον ἐστασίαζον,ὁ μὲν Καῖσαρ ὅ τε Ἵρτιος ἐπῄροντό τε ἐπὶ τούτοις, καὶ πρὸς τὸ ἔρυμα τὸ τοῦ Ἀντωνίου προσιόντες προεκαλοῦντο αὐτὸν ἐς χεῖρας, ἐκεῖνος δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ἔπειτʼ ἐπειδὴ δύναμίς τις αὐτῷ παρὰ τοῦ Λεπίδουπεμφθεῖσα ἦλθεν, ἀνεθάρσησεν. αὐτὸς μὲν γὰρ ὁ Λέπιδος οὐκ ἀπεσάφησεν ὁποτέροις τὸ στράτευμα πέμψειε· τόν τε γὰρ Ἀντώνιον συγγενῆ ὄντα ἠγάπα, καὶ ὑπὸ τῆς βουλῆς ἐπʼ αὐτὸν ἐκέκλητο, καὶ διά τε ταῦτα, καὶ ἅμα καὶ ἀναχώρησιν ἑαυτῷ πρὸς ἀμφοτέρους σφᾶς προπαρασκευάζων, οὐδὲν σαφὲς Μάρκῳ Σιλανῷ τῷ στρατιάρχῳἐνετείλατο· ἐκεῖνος δὲ ἀκριβῶς που τὴν γνώμην αὐτοῦ εἰδὼς πρὸς τὸν Ἀντώνιον αὐτοκέλευστος ἀφίκετο. τούτου οὖν ἐπικουρήσαντος αὐτῷ θαρσήσας ἐπεκδρομὴν αἰφνιδίαν ἐποιήσατο, καὶ φόνου παρʼ ἀμφοτέρων πολλοῦ γενομένου τραπεὶς ἔφυγε.μέχρι μὲν οὖν τούτων ὁ Καῖσαρ καὶ πρὸς τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς ηὔξετο, κἀκ τούτου τά τε ἄλλα τιμηθήσεσθαι καὶ ὕπατος εὐθὺς ἀποδειχθήσεσθαι προσεδόκα· συνέβη γὰρ τόν τε Ἵρτιον ἐν τῇ τοῦ Ἀντωνιείου στρατοπέδου καταλήψει καὶ τὸν Οὐίβιον ἐκ τῶν τραυμάτων μὴ πολλῷ ὕστερον φθαρῆναι, ὅθεν αἰτίαν τοῦ θανάτου αὐτῶν πρὸς τὴν τῆς ἀρχῆς διαδοχὴν ἔσχεν.ἡ δὲ γερουσία πρότερον μέν, ἕως ἔτι ἄδηλον ἦν ὁπότερός σφων κρατήσει, πάνθʼ ὅσα ἐν τῷ πρὶν δυναστείας τισὶν ἔξω τῶν πατρίων δοθέντα παρεσκευάκει προκατέλυσαν, ἐπʼ ἀμφοτέροις μέν που ταῦτα ψηφισάμενοι ὡς καὶ προκαταληψόμενοι διʼ αὐτῶν τὸν νικήσοντα, τὴν δὲ αἰτίαν ἐς τὸν ἕτεροντὸν ἡττηθησόμενον μέλλοντες ἀναφέρειν. τοῦτο μὲν γὰρ ἀπεῖπον μηδένα ἐπὶ πλείω χρόνον ἐνιαυτοῦ ἄρχειν, τοῦτο δὲ ἀπηγόρευσαν μήτε τινὰ σίτου ἐπιμελητὴν μήτε τροφῶν ἐπιστάτην ἕνα αἱρεῖσθαι. ἐπειδὴ δὲ τὰ πραχθέντα ἔμαθον, τῇ μὲν τοῦ Ἀντωνίου ἥττῃ ἔχαιρον, καὶ τάς τε στολὰς μετενέδυσαν καὶ ἱερομηνίας ἐπὶ ἑξήκοντα ἡμέρας ἤγαγον, τούς τε συνεξετασθέντας αὐτῷ πάντας ἔν τε πολεμίων μοίρᾳ ἐνόμισαν καὶ τὰς οὐσίας, ὥσπερ που καὶ τὴν αὐτοῦ ἐκείνου, ἀφειλοντο·τὸν δὲ δὴ Καίσαρα οὐχ ὅτι μεγάλου τινὸς ἔτʼ ἠξίωσαν, ἀλλὰ καὶ καταλύειν ἐπεχείρησαν, πάνθʼ ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. οὐ γὰρ ὅτι βουθυσίας, ἀλλὰ καὶ ἐπινίκια αὐτῷ ἐψηφίσαντο, τά τε λοιπὰ τοῦ πολέμου καὶ στρατόπεδα ἄλλα τε καὶ τὰ τοῦ Οὐιβίου προσέταξαν·τοῖς τε στρατιώταις τοῖς συμπολιορκηθεῖσίν οἱ καὶ ἐπαίνους καὶ τἆλλα ὅσα τοῖς τοῦ Καίσαρος πρότερον προεπήγγελτο, καίπερ μηδὲν ἐς τὴν νίκην συμβαλομένοις ἀλλὰ ἀπὸ τῶν τειχῶν αὐτὴν ἰδοῦσι, δοθῆναι ἔγνωσαν. καὶ τὸν Ἀκύλαν ἀποθανόντα ἐν τῇ μάχῃ εἰκόνι ἐτίμησαν· τά τε χρήματα ἃ ἐς τὴν παρασκευὴν τῶν τοῦ Δεκίμου στρατιωτῶν οἴκοθεν ἀναλώκει, τοῖς κληρονόμοιςαὐτοῦ ἀπέδωκαν. τό τε σύμπαν ὡς εἰπεῖν, ὅσα τῷ Καίσαρι ἐπὶ τὸν Ἀντώνιον ἐγεγόνει, ταῦτα ἐπʼ αὐτὸν ἐκεῖνον ἄλλοις ἐψηφίσθη. καὶ ὅπως γε ἂν μηδʼ ἂν τὰ μάλιστα βουληθῇ τι κακὸν δρᾶσαι καὶ δυνηθῇ, πάντας αὐτῷ τοὺς ἐχθροὺς ἐπήσκησαν· τῷ τε γὰρ Πομπηίῳ τῷ Σέξτῳ τὸ ναυτικὸν καὶ τῷ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν τῷ τε Κασσίῳ τήν τε Συρίαν καὶ τὸν πόλεμον τὸν πρὸς τὸν Δολοβέλλαν ἐνεχείρισαν.πάντως δʼ ἂν καὶ τὰς δυνάμεις ἃς εἶχε προσπαρείλοντο, εἰ μήπερ ἐφοβήθησαν φανερῶς αὐτὸ ψηφίσασθαι διὰ τὸ εὔνους οἱ τοὺς στρατιώτας ἐπίστασθαι ὄντας. στασιάσαι δʼ οὖν σφας καὶ ὣς καὶ πρὸς ἀλλήλους καὶ πρὸς ἐκεῖνον ἐπεχείρησαν.οὔτε γὰρ ἐπαινέσαι τε καὶ τιμῆσαι πάντας αὐτοὺς ἠθέλησαν, μὴ καὶ τὸ φρόνημα αὐτῶν ἐπὶ μεῖζον ἄρωσιν, οὔτʼ ἀτιμάσαι καὶ παριδεῖν πάντας, μὴ καὶ μᾶλλον αὐτοὺς ἀλλοτριώσωσι καὶ κατὰ τοῦτο καὶ συμφρονεῖνἀναγκάσωσι. διὰ μέσου οὖν ἐποίησαν, καὶ τοὺς μὲν ἐπαινέσαντες αὐτῶν τοὺς δʼ οὔ, καὶ τοῖς μὲν στέφανον ἐλαίας ἐν ταῖς πανηγύρεσι φορεῖν δόντες τοῖς δʼ οὔ, καὶ προσέτι καὶ χρήματα τοῖς μὲν δισχιλίας καὶ πεντακοσίας δραχμὰς τοῖς δὲ οὐδὲ χαλκοῦν ψηφισάμενοι, συγκρούσειν τε αὐτοὺς ἀλλήλοις κἀκ τούτου καὶ ἀσθενώσειν ἤλπισαν.καὶ τούς γε διαγγελοῦντάς σφισι ταῦτα οὐ πρὸς τὸν Καίσαρα ἀλλὰ πρὸς ἐκείνους ἔπεμψαν. περιοργὴς οὖν καὶ ἐπὶ τούτοις γενόμενος ἐπέτρεψε μὲν τῷ λόγῳ τοῖς πρεσβευταῖς ἄνευ ἑαυτοῦ τῷ στρατεύματι συμμῖξαι, προπαραγγείλας μήτʼ ἀπόκρισίν τινα αὐτοῖς δοθῆναι καὶ ἑαυτὸν παραχρῆμα μεταπεμφθῆναι· ἐλθὼν δὲ ἐς τὸ στρατόπεδον καὶ συνακούσας σφίσι τὰ ἐπεσταλμένα, πολὺ μᾶλλον αὐτοὺς ἐξ αὐτῶν ἐκείνων