ἐπολιόρκει μὲν ὁ Ἀντώνιος τὸν Δέκιμον ἐν τῇ Μουτίνῃ ὄντα, ὡς μὲν τἀκριβὲς εἰπεῖν, ὅτι οὐ παρῆκεν αὐτῷ τὴν Γαλατίαν, ὡς δʼ αὐτὸς ἐπλάττετο, ὅτι τῶν τοῦ Καίσαρος σφαγέων ἐγεγόνει. ἐπειδὴ γὰρ οὔτε κόσμον οἱ ἡ ἀληθὴς τοῦ πολέμου αἰτία ἔφερε, καὶ ἅμα καὶ τὰ τοῦ δήμου πρὸς τὸν Καίσαρα ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμωρίᾳ ἀποβλέποντα ἑώρα, τοῦτο τὸ πρόσχημα τοῦ πολέμουπροεβάλετο. ὅτι γὰρ ἐσκήπτετο αὐτὸ ἵνα τὴν Γαλατίαν κατάσχῃ, καὶ αὐτὸς ἐδήλωσε τόν τε Κάσσιον καὶ τὸν Βροῦτον τὸν Μᾶρκον ὑπάτους ἀποδειχθῆναι αἰτήσας· πρὸς γάρ τοι τὰ ἑαυτοῦ συμφέροντα ἑκάτερον ἐκ τοῦ ἐναντιωτάτου προσεποιεῖτο.Καῖσαρ δὲ ἐστράτευτο μὲν ἐπʼ αὐτὸν πρὶν καὶ ψηφισθῆναί οἱ τὸν πόλεμον, οὐ μὴν καὶ ἐπεποιήκει λόγου ἄξιον οὐδέν. μαθὼν δὲ δὴ τὰ δεδογμένα τὰς μὲν τιμὰς ἀπεδέχετο καὶ ἔχαιρεν, ἄλλως τε καὶ ὅτι θύοντι αὐτῷ, ὅτε τὸν κόσμον καὶ τὴν ἐξουσίαν τοῦ στρατηγοῦ ἀνέλαβε, διττὰ τὰ ἥπατα ἐν πᾶσι τοῖς ἱερείοις δώδεκα οὖσινεὑρέθη· τῷ δὲ δὴ καὶ πρὸς τὸν Ἀντώνιον καὶ πρέσβεις καὶ λόγους πεμφθῆναι, ἀλλὰ μὴ οὐκ ἀκήρυκτον εὐθὺς αὐτῷ τὸν πόλεμον ἐπαγγελθῆναι,ἤσχαλλε, καὶ μάλισθʼ ὅτι καὶ τοὺς ὑπάτους ἐκείνῳ τε ἰδίᾳ τι περὶ τῆς ὁμονοίας ἐπεσταλκότας, καὶ γράμματα παρʼ αὐτοῦ πρός τινας τῶν βουλευτῶν πεμφθέντα καὶ ἁλόντα τούτοις τε ἀποδόντας καὶ ἑαυτὸν ἀποκρυψαμένους, τόν τε πόλεμον μήτε σπουδῇ μήτε παραχρῆμα τῇ τοῦχειμῶνος προφάσει ποιουμένους ᾔσθετο. οὐ μέντοι ἔχων ὅπως ἐκφήνειεν αὐτά (οὔτε γὰρ ἀλλοτριῶσαί σφας ἤθελεν οὔτʼ αὖ πεῖσαί τι ἢ καὶ βιάσασθαι ἐδύνατὀ ἡσυχίαν καὶ αὐτὸς ἐν τῇ Κορνηλίου ἀγορᾷ χειμάζων ἦγε, μέχρις οὗ περὶ τῷ Δεκίμῳ ἐφοβήθη.ἐκεῖνος γὰρ πρότερον μὲν ἰσχυρῶς τὸν Ἀντώνιον ἠμύνετο, καί ποτε ὑποτοπήσας τινὰς ἐς τὴν πόλιν ὑπʼ αὐτοῦ ἐπὶ διαφθορᾷ τῶν στρατιωτῶν ἐσπεπέμφθαι συνεκάλεσε πάντας τοὺς παρόντας, καὶ βραχέα ἄττα ὑπειπὼν ἐκήρυξε, δείξας τι χωρίον, τοὺς μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τάδε τοὺς δὲ ἰδιώτας ἐπὶ θάτερα αὐτοῦ ἀπελθεῖν, καὶ οὕτως ἀπορήσαντας τοὺς τοῦ Ἀντωνίου ὅπῃ τράπωνται καὶ μονωθέντας κατεφώρασε καὶ συνέλαβεν·ἔπειτα παντελῶς ἀπετειχίσθη. δείσας οὖν ὁ Καῖσαρ μὴ βίᾳ ἁλῷ ἢ καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ὁμολογήσῃ, ἠνάγκασε τὸν Ἵρτιον συνεπιστρατεῦσαι· ὁ γὰρ Οὐίβιος ἐν τῇ Ῥώμῃ ἔτι τούς τε καταλόγους ἐποιεῖτο καὶ τοὺς νόμους τῶνἈντωνίων κατέλυεν. ὁρμήσαντες οὖν Βονωνίαν μὲν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρῶν ἀμαχεὶ παρέλαβον, καὶ τοὺς ἱππέας τοὺς μετὰ τοῦτο ἀπαντήσαντάς σφισιν ἐτρέψαντο, ὑπὸ δὲ τοῦ πρὸς τῇ Μουτίνῃ ποταμοῦ τῆς τε ἐπʼ αὐτῷ φυλακῆς οὐχοἷοί τε ἐγένοντο περαιτέρω προχωρῆσαι. βουλόμενοι οὖν καὶ ὣς τήν γε παρουσίαν σφῶν τῷ Δεκίμῳ, μὴ καὶ φθάσῃ τι συμβάς, δηλῶσαι, τὸ μὲν πρῶτον ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν, ἐπεὶ δὲ οὐ συνίει, ἐς ἐλασμὸν μολύβδου λεπτὸν ἐγγράψαντές τινα συνείλιξαν αὐτὸν ὥσπερ τι χαρτίον, καὶ κολυμβητῇ νυκτὸςὑφύδρῳ διενεγκεῖν ἔδωκαν. καὶ οὕτως ὁ Δέκιμος τήν τε παρουσίαν ἅμα αὐτῶν καὶ τὴν ὑπόσχεσιν τῆς ἐπικουρίας μαθὼν ἀντεπέστειλέ σφισι τὸν αὐτὸν τρόπον, κἀκ τούτου συνεχῶς ἤδη πάντα ἀλλήλοις διεδήλουν.ὁ οὖν Ἀντώνιος ἰδὼν ὅτι ὁ Δέκιμος οὐκ ἐνδωσείει, ἐκείνῳ μὲν Λούκιον τὸν ἀδελφὸν παρακατέλιπεν, αὐτὸς δὲ ἐπί τε τὸν Καίσαρα καὶ ἐπὶ τὸν Ἵρτιον ἐχώρησε. καὶ αὐτῶν ἀντιστρατοπεδευομένων ἐπὶ πολλὰς ἡμέρας ἱππομαχίαιτινὲς βραχεῖαι καὶ ἰσοπαλεῖς ἐγίγνοντο, μέχρις οὗ οἱ Κελτοὶ ἱππῆς, οὓς μετὰ τῶν ἐλεφάντων ὁ Καῖσαρ προσεπεποίητο, πρός τε τὸν Ἀντώνιον αὖθις ἀπέκλιναν, κἀκ τοῦ στρατοπέδου μετὰ τῶν ἄλλων ἐξελθόντες προεξώρμησαν μὲν ὡς καὶ καθʼ ἑαυτοὺς τοῖς ἀντιπροσελάσουσι προσμίξοντες, ὑπέστρεψαν δὲ διʼ ὀλίγου, καὶ παρὰ δόξαν μὴ προσδεχομένοις τοῖς ἐφεπομένοις σφίσι προσπεσόντεςσυχνοὺς αὐτῶν ἀπέκτειναν. καὶ μετὰ ταῦτα προνομεύοντές τινες ἀπʼ ἀμφοτέρων ἐς χεῖρας ἦλθον, κἀκ τούτου καὶ τῶν λοιπῶν ἐπιβοηθησάντων ἑκατέροις μάχη τέ σφων ὀξεῖα ἐγένετο καὶ ἐκράτησεν ὁ Ἀντώνιος. τούτοις τε οὖν ἐπαιρόμενος, καὶ τὸν Οὐίβιον πλησιάζοντα αἰσθόμενος, προσέβαλε πρὸς τὸ ἔρυμα τῶν ἀντικαθεστηκότων, εἴ πως προεξελὼν αὐτὸ ῥᾷον τοῦλοιποῦ πολεμήσειεν. καὶ ἐπειδὴ τά τε ἄλλα πρός τε τὰς συμφορὰς καὶ πρὸς τὴν ἐλπίδα τὴν παρὰ τοῦ Οὐιβίου διὰ φυλακῆς ἐποιοῦντο καὶ οὐκ ἀντεπεξῆγον, κατέλιπε καὶ ἐκεῖ μέρος τι τοῦ στρατοῦ, προσμιγνύναι τέ σφισι κελεύσας, ὅπως καὶ αὐτὸς ὅτι μάλιστα παρεῖναι δοκοίη, καὶ ἐπιφυλάττειν ἅμα μή τινες κατὰ νώτου οἱ προσπέσωσι.διατάξας τε ταῦτα ἀπῆρε νυκτὸς λαθὼν ἐπὶ τὸν Οὐίβιον ἀπὸ Βονωνίας προσιόντα, καὶ αὐτόν τε ἐνεδρεύσας κατέτρωσε καὶ τοὺς πλείους τῶν στρατιωτῶν ἀπέκτεινε, τούς τε λοιποὺς ἐς τὰ ταφρεύματα κατέκλεισεν. κἂν ἐξεῖλεν αὐτούς,εἰ καὶ ἐφʼ ὁποσονοῦν προσηδρεύκει σφίσι. νῦν δʼ ἐπειδὴ τῇ πρώτῃ προσβολῇ οὐδὲν ἐπέρανεν, ἐφοβήθη μὴ καὶ χρονίσῃ καί τι ἐν τούτῳ πρὸς τοῦ Καίσαρος καὶ πρὸς τῶν ἄλλων πλεονεκτηθῇ,καὶ ἐπʼ ἐκείνους αὖθις ἐτράπετο. καὶ αὐτῷ ὁ Ἵρτιος ἔκ τε τῆς πορείας ἑκατέρας καὶ ἐκ τῆς μάχης πεπονηκότι, καὶ προσέτι καὶ ἐν ἀνελπίστῳ ὄντι μή ποτʼ ἂν πολέμιόν τινα νενικηκότι οἱ προσμῖξαι, ἀπαντήσας πολὺ ἐκράτησεν· ὡς γὰρ ἔγνωσαν τὸ γιγνόμενον, Καῖσαρ μὲν ἐπὶ τῇ τοῦ στρατοπέδου φυλακῇ κατέμεινεν, ἐκεῖνος δὲ ἐπὶ