ἐπειδὴ γὰρ προυπέπεμπτο μὲν τὰ στρατεύματα καὶ συνειστήκει, δέος δὲ ἦν μὴ πυθόμενα τῆς τοῦ Καίσαρος σφαγῆς στασιάσῃ καί τινα φλαῦρον προστησάμενα αὖθις πολεμήσῃ, ἔδοξεν ὑμῖν, ὀρθῶς καὶ καλῶς ποιοῦσι, τὸν Ἀντώνιον ἐπʼ αὐτὰ ἐπιστῆσαι, τὸν ὕπατον, τὸν τὴν ὁμόνοιαν πρυτανεύσαντα, τὸν τὴν δικτατορίανπαντελῶς ἐκ τῆς πολιτείας ἐκκόψαντα. καὶ διὰ τοῦτό γε καὶ τὴν Γαλατίαν αὐτῷ ἀντὶ τῆς Μακεδονίας ἀντεδώκατε, ἵνʼ ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ ὢν μήτε τι κακουργήσῃ καὶ τὸ προσταχθὲν εὐθὺς ὑφʼ ὑμῶν ποιήσῃ.ταῦτα μὲν οὖν πρὸς ὑμᾶς εἶπον, ἵνʼ εἰδῆτε ὀρθῶς βεβουλευμένοι· πρὸς δὲ δὴ Κικέρωνα καὶ ἐκεῖνός μοι ὁ λόγος ἐξήρκει, ὅτι καὶ παρῆν πᾶσι τούτοις ὅτε ἐγίγνετο, καὶ μεθʼ ἡμῶν αὐτὰ ἐψηφίσατο, μήτε στρατιώτην τινὰ Ἀντωνίου ἔχοντος, μήθʼ ὅλως ἐνδείξασθαί τι φοβερὸν ἡμῖν δυναμένου, δι’ ὃ καὶ τῶν συμφερόντων ἄν τι παρείδομεν.ἀλλʼ εἰ καὶ τότε ἐσιώπησας, νῦν γε εἰπέ, τί ἐχρῆν ἡμᾶς ποιῆσαι τούτων οὕτως ἐχόντων; ἀφεῖναι τὰ στρατεύματα ἄναρχα; καὶ πῶς οὐκ ἂν μυρίων κακῶν καὶ τὴν Μακεδονίαν καὶ τὴν Ἰταλίανἐνέπλησεν; ἀλλʼ ἑτέρῳ τινὶ προστάξαι; καὶ τίνα ἂν ἀναγκαιότερον καὶ ἐπιτηδειότερον τοῦ Ἀντωνίου εὕρομεν, τοῦ ὑπάτου, τοῦ πάντα τὰ τῆς πόλεως διοικοῦντος, τοῦ τοσαύτην φυλακὴν τῆς ὁμονοίας ἡμῶν πεποιημένου, τοῦ μυρία ἐπιδείγματα τῆς πρὸς τὸ κοινὸν εὐνοίας παρεσχημένου;τινὰ τῶν σφαγέων; οἷς οὐδʼ ἄλλως ἐν τῇ πόλει διατρίβειν ἀσφαλὲς ἐγίγνετο. τινὰ τῶν τἀναντία αὐτοῖς φρονούντων; οὓς πάντες ὑπώπτευον. τίς ἀξιώσει προέχων, τίς ἐμπειρίᾳπροφέρων παρὰ τοῦτον ἄλλος ἦν; ἀλλʼ ἀγανακτεῖς ὅτι μὴ σὲ προειλόμεθα. καὶ τίνα μὲν ἀρχὴν εἶχες, τί δʼ οὐκ ἂν ἔδρασας ὅπλα καὶ στρατιώτας λαβὼν ὁ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῇ ὑπατείᾳ ταράξας ἐκ τῶν ἐπιτετηδευμένωνσοι τούτων ἀντιθέτων, ὧν μόνων ἦς κύριος; ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι καὶ παρῆς τούτοις ὅτε ἐψηφίζετο, καὶ οὐδὲν ἀντεῖπες, ἀλλὰ καὶ συγκατέθου πᾶσιν αὐτοῖς ὡς καὶ ἀρίστοις καὶ ἀναγκαίοις δῆλον ὅτι οὖσιν. οὐ γάρ που καὶ παρρησίας ἐνδεὴς ἦσθα· πολλὰ γοῦν καὶ μάτην ὑλάκτεις.οὐ μὴν οὐδὲ ἐφοβήθης τινά· πῶς γὰρ ἂν ἔδεισας τὸν γυμνὸν ὁ μὴ φοβούμενος τὸν ὡπλισμένον; πῶς τὸν μόνον ὁ μὴ τὸν τοσούτους στρατιώτας ἔχοντα; καίτοι σύγε καὶ ἐπὶ τούτῳ σεμνύνῃ, ὅτι πάνυ τοῦ θανάτου, ὥς γε καὶ φῄς, καταφρονεῖς.οὕτω δὴ τούτων ἐχόντων πότερος ὑμῖν ἀδικεῖν δοκεῖ, Ἀντώνιος ὁ τὰς δυνάμεις τὰς δοθείσας αὐτῷ παρʼ ἡμῶν διοικῶν, ἢ Καῖσαρ ὁ τοσαύτην ἰσχὺν ἰδίαν περιβεβλημένος; Ἀντώνιος ὁ πρὸς τὴν ἐπιτραπεῖσαν αὐτῷ παρʼ ἡμῶν ἀρχὴν ἀπεληλυθώς, ἢ Βροῦτος ὁ κωλύων αὐτὸν τῆς χώραςἐπιβῆναι; Ἀντώνιος ὁ τοὺς συμμάχους ἡμῶν ἀναγκάσαι ἐθέλων τοῖς ψηφίσμασιν ἡμῶν πεισθῆναι, ἢ ἐκεῖνοι οἱ τὸν μὲν πεμφθέντα ὑφʼ ἡμῶν ἄρχοντα μὴ προσδεδεγμένοι, τῷ δὲ ἀπεψηφισμένῳπροστεθειμένοι; Ἀντώνιος ὁ τοὺς στρατιώτας τοὺς ἡμετέρους συνέχων, ἢ οἱ στρατιῶται οἱ τὸν ἄρχοντα αὑτῶν ἐγκαταλελοιπότες; Ἀντώνιος ὁ μηδένα τούτων τῶν στρατιωτῶν τῶν ὑφʼ ἡμῶν αὐτῷ δοθέντων ἐς τὴν πόλιν ἐσαγαγών, ἢ Καῖσαρ ὁ τοὺς πάλαι ἐστρατευμένους ἀναπείσας χρήμασιδεῦρο ἐλθεῖν; ἐγὼ μὲν γὰρ οὐδὲ λόγου τινὸς ἔτι δεῖν ἡγοῦμαι πρὸς τὸ μὴ οὐκ ἐκεῖνον μὲν πάντα τὰ προσταχθέντα αὐτῷ ὑφʼ ἡμῶν ὀρθῶς δοκεῖν διοικεῖν, τούτους δὲ καὶ δίκην ὧν αὐτοὶ καθʼαὑτοὺς ἐτόλμησαν ὑποσχεῖν ὀφείλειν. διὰ γὰρ τοῦτο καὶ τὴν παρὰ τῶν στρατιωτῶν φυλακὴν ἐλάβετε, ἵνʼ ἀσφαλῶς ὑπὲρ τῶν παρόντων, οὐκ Ἀντωνίου ἕνεκα τοῦ μήτε ἰδίᾳ τι πεποιηκότος μήτʼ ἔν τινι ὑμᾶς πεφοβηκότος, ἀλλʼ ἐκείνου τοῦ καὶ δύναμιν ἐπʼ αὐτὸν συνειλοχότος καὶ πολλοὺς στρατιώτας καὶ ἐν αὐτῇ πόλει πολλάκις ἐσχηκότος, βουλεύσησθε.ταῦτα μὲν οὖν διὰ Κικέρωνα εἶπον, ἐπειδήπερ ἀδίκων ἐς ἡμᾶς λόγων ὑπῆρξεν· οὔτε γὰρ ἄλλως φιλαπεχθήμων εἰμὶ ὥσπερ οὗτος, οὔτʼ ἐμοὶ μέλει τὰ ἀλλότρια κακὰ πολυπραγμονεῖν, ὅπερ οὗτος ἀεὶ ποιῶν σεμνύνεται. ἃ δʼ ὑμῖν παραινῶ μήτʼ Ἀντωνίῳ τι χαριζόμενος μήτε Καίσαρα ἢ Βροῦτον διαβάλλων, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὥσπερ που προσήκει, βουλεύων, νῦν ἤδη φράσω.φημὶ γὰρ δεῖν μήτε ἐχθρόν πω μηδένα τούτων τῶν τὰ ὅπλα ἐχόντων ποιήσασθαι, μήτʼ ἀκριβῶς ἐξετάζειν τί καὶ πῶς ὑπʼ αὐτῶν πέπρακται. οὔτε γὰρ ὁ παρὼν καιρὸς ἐπιτήδειός ἐστι πρὸς τοῦτο, καὶ πολιτῶν αὐτῶν ἡμετέρων πάντων ὁμοίως ὄντων, ἄν τέ τις πταίσῃ σφῶν, ἡμῖν ἀπολεῖται, ἄντε καὶ κατορθώσῃ, ἐφʼ ἡμᾶς αὐξηθήσεται. διʼ οὖν ταῦτα καὶ πολιτικῶς καὶ φιλικῶς αὐτοὺς ἡγοῦμαι χρῆναι μεταχειρίσασθαι, καὶ πέμψαι μὲν πρὸς πάντας ὁμοίως κελεύοντας αὐτοῖς ἔκ τε τῶν ὅπλων ἀπαλλαγῆναι καὶ ἐφʼ ἡμῖν καὶ ἑαυτοὺς καὶ τὰ στρατόπεδα ποιήσασθαι, πόλεμον δὲ μηδέπω πρὸς μηδένα αὐτῶν ἐξενεγκεῖν, ἀλλʼ ἐκ τῶν ἀπαγγελθησομένων τοὺς μὲν ἐθελήσαντας ἡμῖν πειθαρχῆσαι ἐπαινέσαι, τοῖς δʼ ἀπειθήσασιπολεμῆσαι. τοῦτο γὰρ καὶ δίκαιον καὶ συμφέρον ἡμῖν ἐστι, μήτε ἐπειχθῆναι μήτε προπετῶς τι πρᾶξαι, ἀλλʼ ἐπισχεῖν, καὶ καιρόν τινα καὶ αὐτοῖς ἐκείνοις καὶ τοῖς στρατιώταις ἐς τὸ μετανοῆσαι δόντας ἔπειθʼ οὕτως, ἂν τοῦ πολέμου δεήσῃ, τοῖς ὑπάτοις αὐτὸν προστάξαι.