καὶ οὐδὲ ἐκείνην μέντοι κατέσχες, ἵνα Καιρελλίαν ἐπʼ ἀδείας ἔχῃς, ἣν τοσούτῳ πρεσβυτέραν σαυτοῦ οὖσαν ἐμοίχευσας ὅσῳ νεωτέραν τὴν κόρην ἔγημας, πρὸς ἣν καὶ αὐτὴν τοιαύτας ἐπιστολὰς γράφεις οἵας ἂν γράψειεν ἀνὴρ σκωπτόλης ἀθυρόγλωσσος πρὸς γυναῖκα ἑβδομηκοντοῦτινπληκτιζόμενος. καὶ ταῦτα μὲν ἄλλως ἐξήχθην, ὦ πατέρες, εἰπεῖν, ἵνα μηδὲ ἐν τούτοις ἔλαττον ἔχων ἀπέλθῃ. καίτοι καὶ συμπόσιόν τι ἐτόλμησε τῷ Ἀντωνίῳ προενεγκεῖν, αὐτὸς μὲν ὕδωρ, ὥς φησι, πίνων, ἵνα τοὺς καθʼ ἡμῶν λόγους νυκτερεύων συγγράφῃ, τὸν δὲ υἱὸν ἐν τοσαύτῃ μέθῃ τρέφων ὥστε μήτε νύκτωρ μήτε μεθʼ ἡμέραν σωφρονεῖν.καὶ προσέτι καὶ τὸ στόμα αὐτοῦ διαβάλλειν ἐπεχείρησε, τοσαύτῃ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ παρὰ πάντα τὸν βίον χρώμενος ὥστε μηδὲ τῶν συγγενεστάτων ἀπέχεσθαι, ἀλλὰ τήν τε γυναῖκα προαγωγεύειν καὶ τὴν θυγατέρα μοιχεύειν.ταῦτα μὲν οὖν ἐάσω, ἐπάνειμι δὲ ὅθεν ἐξέβην. ὁ γὰρ Ἀντώνιος ἐκεῖνος, ὃν οὗτος καταδεδράμηκεν, ἰδὼν τὸν Καίσαρα ὑπὲρ τὴν πολιτείαν ἡμῶν αἰρόμενον, ἐποίησεν αὐτὸν μηδὲν ὧν ἐνενόει πρᾶξαι, διʼ αὐτῶν ὧν χαρίζεσθαι αὐτῷ ἐδόκει.οὐδὲν γὰρ οὕτως ἀποτρέπει τινὰς ὧν ἂν μὴ ὀρθῶς ἐπιθυμοῦντες τυχεῖν διαπράσσωνται, ὡς τὸ τοὺς φοβουμένους αὐτὰ μὴ πάθωσιν ἐθελοντὰςδὴ δοκεῖν ὑπομένειν. τοῦτο μὲν γάρ, ἐξ ὧν ἀδικοῦσιν ἑαυτοῖς συνίσασιν, οὐ πιστεύουσι, πεφωρᾶσθαι δὲ νομίζοντες καὶ αἰσχύνονται καὶ φοβοῦνται, τὰ μὲν λεγόμενα ἄλλως, ὡς καὶ κολακείαν, μετʼ ἐλέγχου λαμβάνοντες, τὰ δʼ ἐξ αὐτῶν ἀποβησόμενα, ὡς καὶ ἐπιβουλήν, μετʼ αἰσχύνηςὑποπτεύοντες. ἅπερ που καὶ ὁ Ἀντώνιος ἀκριβῶς εἰδὼς πρῶτον μὲν τά τε Λυκαῖα καὶ τὴν πομπὴν ἐκείνην ἐπελέξατο, ἵνʼ ὁ Καῖσαρ ἔν τε τῷ ἀνειμένῳ τῆς γνώμης καὶ ἐν τῷ παιγνιώδει τῶν γιγνομένων ἀσφαλῶς σωφρονισθῇ, ἔπειτα δὲ καὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα, ἵνα ἐξ αὐτῶν τῶνχωρίων αἰσχυνθῇ· τάς τε ἐντολὰς τὰς παρὰ τοῦ δήμου συνέπλασεν, ἵνʼ αὐτὰς ἀκούσας λογίσηται οὐχ ὅσα τότε ὁ Ἀντώνιος ἔλεγεν, ἀλλʼ ὅσα ἂν ὁ δῆμος ὁ Ῥωμαίων εἰπεῖν τινι ἐνετείλατο. πόθεν γὰρ ἂν ἐπίστευσε τὸν δῆμον ταῦτʼ ἐπεσταλκέναι τῳ, μήτε ἐψηφισμένον τι τοιοῦτον αὐτὸν εἰδὼς μήτεἐπιβοῶντα αἰσθόμενος; ἀλλʼ ἔδει γὰρ αὐτὸν καὶ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ, ἐν ᾗ πολλὰ πολλάκις ὑπὲρ τῆς ἐλευθερίας ἐβουλευσάμεθα, καὶ παρὰ τῷ βήματι, ἀφʼ οὗ μυρία ἐπὶ μυρίοις ὑπὲρ τῆς δημοκρατίας ἐπολιτευσάμεθα, ἔν τε τῇ ἑορτῇ τῶν Λυκαίων, ἵνα ἀναμνησθῇ τοῦ Ῥωμύλου, καὶ ὑπὸ τοῦ ὑπάτου, ἵνʼ ἐννοήσῃ τὰ τῶν ἀρχαίων ὑπάτωνἔργα, καὶ ἐπὶ τῷ τοῦ δήμου ὀνόματι ταῦτα ἀκοῦσαι, ἵνʼ ἐνθυμηθῇ τοῦθʼ, ὅτι οὐκ Ἄφρων οὐδὲ Γαλατῶν οὐδὲ Αἰγυπτίων ἀλλʼ αὐτῶν Ῥωμαίων τυραννεῖν ἐπεχείρει. ταῦτα αὐτὸν τὰ ῥήματα ἐπέστρεψεν, ταῦτʼ ἐταπείνωσε· καὶ τάχα ἂν τὸ διάδημα, εἴπερ τις ἄλλος αὐτῷ προσήνεγκε, λαβών, ἔπειτα διʼ ἐκεῖνα καὶ ἐκολούσθη καὶ ἔφριξε καὶ κατέδεισε.τὰ μὲν οὖν Ἀντωνίου ἔργα σοι ταῦτά ἐστιν, οὐ σκέλος ἄλλως κατάξαντος ἵνα αὐτὸς φύγῃ, οὐδὲ χεῖρα κατακαύσαντος ἵνα Πορσένναν φοβήσῃ, ἀλλὰ τὴν τυραννίδα τὴν τοῦ Καίσαρος σοφίᾳ καὶ περιτεχνήσει, καὶ ὑπὲρ τὸ δόρυ τὸ Δεκίου καὶ ὑπὲρ τὸ ξίφος τὸ Βρούτου, παύσαντος.σὺ δʼ, ὦ Κικέρων, τί ἐν τῇ ὑπατείᾳ σου οὐχ ὅτι σοφὸν ἢ ἀγαθόν, ἀλλʼ οὐ καὶ τιμωρίας τῆς μεγίστης ἄξιον ἔπραξας; οὐχ ἡσυχάζουσαν μὲν καὶ ὁμονοοῦσαν τὴν πόλιν ἡμῶν καὶ ἐξετάραξας καὶ ἐστασίασας, τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον ἄλλων τέ τινων καὶ δούλων παρακλήτων πληρώσας;οὐ τὸν Κατιλίναν σπουδαρχήσαντα μόνον, ἄλλο δὲ μηδὲν δεινὸν ποιήσαντα κακῶς ἀπώλεσας; οὐ τὸν Λέντουλον καὶ τοὺς μετʼ αὐτοῦ μήτʼ ἀδικήσαντάς τι μήτε κριθέντας μήτε ἐλεγχθέντας οἰκτρῶς διέφθειρας, καίτοι πολλὰ μὲν περὶ τῶν νόμων πολλὰ δὲ καὶ περὶ τῶν δικαστηρίων ἀεὶ καὶ πανταχοῦ θρυλῶν; ἃ εἴ τις ἀφέλοιτοτῶν σῶν λόγων, τὸ λοιπὸν οὐδέν ἐστι. Πομπηίῳ μὲν γὰρ ἐνεκάλεις ὅτι τῷ Μίλωνι παρὰ τὰ νενομισμένα τὴν κρίσιν ἐποίησε· σὺ δὲ οὔτε μικρὸν οὔτε μεῖζον οὐδὲν ἐκ τῶν περὶ ταῦτα τεταγμένων Λεντούλῳ παρέσχες, ἀλλὰ ἄνευ λόγου καὶ κρίσεως ἐνέβαλες ἐς τὸ δεσμωτήριον ἄνδρα ἐπιεικῆ γέροντα, πολλὰ μὲν καὶ μεγάλα πρὸς τὴν πατρίδα ἐκ προγόνων ἐνέχυρα φιλίας ἔχοντα, μηδὲν δὲ μήθʼ ὑπὸ τῆς ἡλικίας μήθʼ ὑπὸ τῶν τρόπων νεωτερίσαιδυνάμενον. τί μὲν γὰρ αὐτῷ κακὸν παρῆν, ὃ τῇ μεταβολῇ ἂν τῶν πραγμάτων ἐξιάσατο; τί δʼ οὐκ ἀγαθὸν εἶχε, περὶ, περὶ οὗ πάντως ἂν νεοχμώσας τι ἐκινδύνευσε; ποῖα ὅπλα ἠθροίκει, ποίους συμμάχους παρεσκεύαστο, ἵνʼ οὕτως οἰκτρῶς καὶ ἀνοσίως ἀνὴρ ὑπατευκώς, στρατηγῶν, μήτε τι εἰπὼν μήτʼ ἀκούσας ἔς τε τὸ οἴκημα ἐμπέσῃ καὶ ἐκεῖ ὥσπερ οἱ κακουργότατοι φθαρῇ;τοῦτο γάρ ἐστιν ὃ μάλιστα ὁ καλὸς οὗτος Τούλλιος ἐπεθύμησεν, ἵνʼ ἐν τῷ ὁμωνύμῳ αὐτοῦ χωρίῳ τὸν ἔγγονον τοῦ Λεντούλου ἐκείνου τοῦ προκρίτου ποτὲ τῆς βουλῆς γενομένου ἀποκτείνῃ.καίτοι τί ποτʼ ἂν ἐποίησεν ἐνοπλίου ἐξουσίας λαβόμενος ὁ τοιαῦτα καὶ τοσαῦτα ἐκ μόνων τῶν λόγων εἰργασμένος; ταῦτα γάρ σου τὰ λαμπρὰ ἔργα ἐστί, ταῦτα τὰ μεγάλα στρατηγήματα· ἐφʼ οἷς οὕτως οὐχ ὅπως ὑπὸ τῶν ἄλλων κατεγνώσθης, ἀλλὰ καὶ αὐτὸς σαυτοῦ κατεψηφίσω, ὥστε πρὶν