τῶν ἐν τῇ Θεσσαλίᾳ πραχθέντων μετέσχε. καὶ ἔγκλημά τε αὐτοῦ ποιεῖται λέγων ὅτι τῶν φευγόντων τινὰς κατήγαγε, καὶ μέμφεται αὐτὸν ὅτι μὴ καὶ τῷ θείῳ τὴν κάθοδον ἔδωκεν, ὥσπερ τινὸς πιστεύοντος ὅτι οὐκ ἂν ἐκεῖνον πρῶτον, εἴπερ γε καὶ ὁντινοῦν ἠδυνήθη καταγαγεῖν, ἐπανήγαγε, μήτε τι ἐγκαλῶν αὐτῷ μήτε ἐγκαλούμενος,ὡς καὶ αὐτὸς οὗτος οἶδεν· ἀμέλει πολλὰ καὶ σχέτλια αὐτοῦ καταψευσάμενος οὐδὲν τοιοῦτον εἰπεῖν ἐτόλμησεν. οὕτω μὲν οὖν οὐδʼ ὁτιοῦν αὐτῷ διαφέρει πᾶν ὅ τι ποτʼ ἂν ἐπὶ τὴν γλῶτταν αὐτοῦ ἐπέλθῃ, καθάπερ τι πλύμα, ἐκχέαι.ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἐπὶ πλεῖον ἐπεξίοι; ἐπεὶ δὲ τραγῳδεῖ περιιών, καὶ νῦν γε εἶπέ που λέγων ὅτι βαρυτάτην τὴν τῆς ἱππαρχίας ὄψιν παρέσχετο, πανταχοῦ καὶ διὰ πάντων τῷ τε ξίφει ἅμα καὶ τῇ πορφύρᾳ τοῖς τε ῥαβδούχοις καὶ τοῖς στρατιώταις χρώμενος, εἰπάτω μοι σαφῶς, πῶς καὶ τί ἐκ τούτων ἠδικήμεθα. ἀλλʼ οὐδὲν ἂν εἰπεῖν ἔχοι· εἰ γὰρ εἶχεν, οὐδὲν ἂν τούτου πρότερονἐξελάλησεν. πᾶν γὰρ τοὐναντίον οἱ μὲν στασιάσαντες τότε καὶ πάντα τὰ κακὰ ἐργασάμενοι Τρεβέλλιός τε καὶ Δολοβέλλας ἦσαν, Ἀντώνιος δὲ καὶ οὕτως οὔτε τι ἠδίκησε καὶ πάνθʼ ὑπὲρ ὑμῶν ἔπραττεν ὥστε καὶ τὴν φυλακὴν τῆς πόλεως παρʼ ὑμῶν ἐπʼ αὐτοὺς ἐκείνους, οὐχ ὅπως ἀντιλέγοντος τοῦ θαυμαστοῦ τούτου ῥήτορος (παρῆν γάρʼ ἀλλὰκαὶ συναινοῦντος, ἐπετράπη. ἢ δειξάτω, τίνα φωνὴν ἔρρηξεν ὁρῶν τὸν ἀσελγῆ καὶ μιαρόν, ὡς αὐτὸς λοιδορεῖ, πρὸς τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν καὶ ἐξουσίαν τοσαύτην παρʼ ὑμῶν προσλαμβάνοντα. ἀλλʼ οὐκ ἂν ἔχοι δεῖξαι. οὕτω που ὁ μέγας οὗτος καὶ φιλόπολις ῥήτωρ, ὁ πανταχοῦκαὶ ἀεὶ θρυλῶν καὶ λέγων (ἐγὼ μόνος ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζομαι, ἐγὼ μόνος ὑπὲρ τῆς δημοκρατίας παρρησιάζομαι· ἐμὲ οὔτε χάρις φίλων οὔτε φόβος ἐχθρῶν ἀπείργει τοῦ μὴ οὐ τὰ συμφέροντα ὑμῖν προσκοπεῖν· ἐγώ, κἂν ἀποθανεῖν ἐν τοῖς ὑπὲρ ὑμῶν λόγοις δεήσῃ, καὶ μάλʼ ἡδέως τελευτήσὠ οὐδʼ ὁτιοῦν τούτων ὧν νῦν βοᾷ τότεεἰπεῖν ἐτόλμησεν. καὶ πάνυ εἰκότως· λογίζεσθαι γὰρ αὐτῷ ἐπῄει τοῦτο, ὅτι τοὺς μὲν ῥαβδούχους καὶ τὸ ἔσθημα τὸ περιπόρφυρον κατὰ τὰ πάτρια τὰ περὶ τῶν ἱππάρχων νενομισμένα εἶχε, τῷ δὲ δὴ ξίφει καὶ τοῖς στρατιώταις κατὰ τῶν στασιαζόντων ἀναγκαίως ἐχρῆτο. τί γὰρ οὐκ ἂν τῶν δεινοτάτων ἐποίησαν εἰ μὴ τούτοις ἐκεῖνος ἐπέφρακτο, ὁπότε καὶ οὕτως αὐτοῦ κατεφρόνησάν τινες;ὅτι τοίνυν καὶ ταῦτα καὶ τἆλλα πάντα ὀρθῶς καὶ κατὰ τὴν γνώμην ὅτι μάλιστα τὴν τοῦ Καίσαρος ἐγένετο, δηλοῖ τὰ ἔργα· ἥ τε γὰρ στάσις οὐ περαιτέρω προεχώρησε, καὶ ὁ Ἀντώνιος οὐχ ὅσον οὐ δίκην ἐπʼ αὐτοῖς ἔδωκεν ἀλλὰ καὶ ὕπατοςμετὰ ταῦτα ἀπεδείχθη. καί μοι καὶ ταύτην αὐτοῦ τὴν ἀρχὴν θεάσασθε ὡς διέθετο· εὑρήσετε γὰρ αὐτήν, ἂν τἀκριβὲς σκοπῆτε, πάνυ πολλοῦ ἀξίαν τῇ πόλει γεγενημένην. ὅπερ που καὶ αὐτὸς εἰδὼς οὐκ ἤνεγκε τὸν φθόνον, ἀλλʼ ἐτόλμησεν ἐπὶ τούτοις αὐτὸν διαβαλεῖν ἃ καὶ αὐτὸς ἂνπεποιηκέναι εὔξατο. καὶ διὰ τοῦτό γε καὶ τὴν γύμνωσιν αὐτοῦ τήν τε ἀλοιφὴν τούς τε μύθους τοὺς παλαιοὺς ἐκείνους ἐπεσήγαγεν, οὐχ ὅτι τι προσέδει νῦν αὐτῶν, ἀλλʼ ἵνα τήν τε περιτέχνησιν αὐτοῦ καὶ τὴν κατόρθωσιν τοῖς ἔξωθενψόφοις συσκιάσῃ. ὅστις, ὦ γῆ καὶ θεοί (μεῖζον γὰρ σοῦ βοήσομαι καὶ δικαιότερον αὐτοὺς ἐπικαλέσομαἰ, τυραννουμένην ἤδη τῷ ἔργῳ τὴν πόλιν ἰδὼν τῷ πάντα μὲν τὰ στρατόπεδα ἀκούειν τοῦ Καίσαρος, πάντα δὲ αὐτῷ τὸν δῆμον μετὰτῆς βουλῆς εἴκειν, οὕτως ὥστε τά τε ἄλλα καὶ δικτάτορα αὐτὸν διὰ βίου εἶναι τῇ τε σκευῇ τῇ τῶν βασιλέων χρῆσθαι ψηφίσασθαι, καὶ ἐξήλεγξε σοφώτατα καὶ ἐπέσχεν ἀσφαλέστατα, ὥστε καὶ αἰδεσθέντα καὶ φοβηθέντα μήτε τὸ ὄνομα τὸ τοῦ βασιλέως μήτε τὸ διάδημα, ἃ καὶ ἀκόντων ἡμῶν αὐτὸς ἑαυτῷ δώσειν ἔμελλε,λαβεῖν. ἄλλος μὲν γὰρ ἄν τις ὑπό τε ἐκείνου ταῦτʼ ἔφη ποιῆσαι κεκελεῦσθαι, καὶ τήν τε ἀνάγκην ἂν προυτείνατο καὶ συγγνώμης ἐπʼ αὐτῇ ἔτυχε, πῶς γὰρ οὔ, τοιαῦτά τε ἡμῶν τότε ἐψηφισμένων καὶ τοσοῦτο τῶν στρατιωτῶν δεδυνημένων;Ἀντώνιος δέ, ἅτε καὶ τῆς διανοίας τῆς τοῦ Καίσαρος διαπεφυκὼς καὶ πάντα ἀκριβῶς ὅσα παρεσκευάζετο συννοῶν, φρονιμώτατα αὐτὸν καὶ ἀπέτρεψεν ἀπʼ αὐτῶν καὶ ἀπέσπευσε.τεκμήριον δὲ ὅτι οὐδὲν ἔτι τὸ παράπαν ὡς καὶ δυναστεύων ἔπραξε, καὶ προσέτι καὶ κοινῶς καὶ ἀφυλάκτως πᾶσιν ἡμῖν συνῆν· ἀφʼ οὗπερ καὶ τὰ μάλιστα ἠδυνήθη παθεῖν ἃ ἔπαθε.ταῦθʼ οὕτως, ὦ Κικέρων ἢ Κικέρκουλε ἢ Κικεράκιε ἢ Κικερίσκε ἢ Γραίκουλε, ἢ ὅ τι ποτὲ καὶ χαίρεις ὀνομαζόμενος, ἔπραξεν ὁ ἀπαίδευτος,ὁ γυμνός, ὁ μεμυρισμένος· ὧν οὐδὲν σὺ ἐποίησας ὁ δεινός, ὁ σοφός, ὁ πολὺ πλείονι τῷ ἐλαίῳ τοῦ οἴνου χρώμενος, ὁ καὶ μέχρι τῶν σφυρῶν τὴν ἐσθῆτα σύρων, οὐ μὰ Δία οὐχ ὥσπερ οἱ ὀρχησταὶ οἱ τὰς ποικιλίας τῶν ἐνθυμημάτων διδάσκοντές σε τοῖς σχήμασιν, ἀλλʼ ἵνα τὰ αἴσχη σου τῶνσκελῶν συγκρύπτῃς. οὐ γάρ που καὶ ὑπὸ σωφροσύνης τοῦτο ποιεῖς ὁ τὰ πολλὰ ἐκεῖνα περὶ τῆς τοῦ Ἀντωνίου διαίτης εἰρηκώς. τίς μὲν γὰρ οὐχ ὁρᾷ σου τὰ λεπτὰ ταῦτα χλανίδια; τίς δʼ οὐκ ὀσφραίνεται τῶν πολιῶν σου τῶν κατεκτενισμένων; τίς δʼ οὐκ οἶδεν ὅτι τὴν μὲν γυναῖκα τὴν προτέραν τὴν τεκοῦσάν σοι δύο τέκνα ἐξέβαλες, ἑτέραν δὲ ἐπεσηγάγου παρθένον ὑπεργήρως ὤν, ἵνʼ ἐκ τῆς οὐσίας αὐτῆς τὰ δανείσματα ἀποτίσῃς;