καὶ μὴν ἀνάγκη δυοῖν θάτερον, ἢ πεπιστευκότα σε τότε ταῦθʼ οὕτως ἔχειν καθυφεικέναι τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας, ἢ μὴ δυνηθέντα τινὰ αὐτῶν ἐξελέγξαι μάτην νῦν συκοφαντεῖν.ὅτι γὰρ τοῦθʼ οὕτως ἔχει, καθʼ ἕκαστον ὑμῖν, ὦ πατέρες, διεξιὼν ἐπιδείξω. ἔλεγέ τινα ἐν τῇ δημαρχίᾳ Ἀντώνιος ὑπὲρ τοῦ Καίσαρος· καὶ γὰρ Κικέρων καὶ ἄλλοι τινὲς ὑπὲρ τοῦ Πομπηίου. τί ποτʼ οὖν τοῦτον μὲν αἰτιᾶται ὅτι τὴν φιλίαν τὴν ἐκείνου προείλετο, ἑαυτὸν δὲ καὶ τοὺς ἄλλους τοὺς τἀναντία αὐτῷ σπουδάσαντας ἀφίησιν; ἐκώλυσέ τινα ἐκεῖνος ψηφισθῆναι τότε κατὰ τοῦ Καίσαρος·καὶ γὰρ οὗτος πάνθʼ ὡς εἰπεῖν ὅσα ὑπὲρ τοῦ Καίσαρος ἐγιγνώσκετο. (ἀλλʼ ἐμποδών,ʼ φησίν, (ἐγίγνετο τῇ κοινῇ τῆς βουλῆς γνώμῃ.ʼ καὶ πρῶτον μὲν πῶς ἂν εἷς ἀνὴρ τοσοῦτον ἴσχυσεν; ἔπειτα δέ, εἰ καὶ κατεψηφίσθη διὰ τοῦθʼ , ὥσπερ λέγει, πῶς οὐκ ἂν καὶ ἐκολάσθη; (ἔφυγε γάρ,ἔφυγε πρὸς τὸν Καίσαρα ἀπελθών.ʼ οὐκοῦν καὶ σύ, ὦ Κικέρων, οὐκ ἀπεδήμησας νῦν ἀλλʼ ἔφυγες, ὥσπερ καὶ πρότερον. ἀλλὰ μήτι γε καὶ ἐπὶ πάντας ἡμᾶς τὰ σεαυτοῦ ὀνείδη προπετῶς οὕτως ἄγε· φυγεῖν μὲν γάρ ἐστι τοῦτο ὃ σὺ πεποίηκας, τό τε δικαστήριον φοβηθεὶς καὶ τὴν τιμωρίαναὐτὸς σαυτοῦ προκαταγνούς. ἀμέλει καὶ ἐγράφη σοι κάθοδος· πῶς μὲν καὶ διὰ τίνα, οὐ λέγω, ἐγράφη δʼ οὖν, καὶ οὐ πρίν γε ἐπέβης τῆς Ἰταλίας πρὶν ἐκείνην σοι δοθῆναι. Ἀντώνιος δὲ καὶ ἀπῆλθε πρὸς τὸν Καίσαρα μηνύσων αὐτῷ τὰ πεπραγμένα, καὶ ἐπανῆλθε μηδενὸς ψηφίσματοςδεηθείς, καὶ τέλος τήν τε εἰρήνην τήν τε φιλίαν τὴν πρὸς αὐτὸν πᾶσι τοῖς ἐν τῇ Ἰταλίᾳ τότε εὑρεθεῖσιν ἐπρυτάνευσεν· ἧς καὶ οἱ λοιποὶ ἂν μετεσχήκεσαν, εἰ μὴ σοὶ πεισθέντες ἐπεφεύγεσαν.Ἑἶτα τούτων οὕτως ἐχόντων τολμᾷς λεγειν ὅτι τόν τε Καίσαρα ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ τὸν ἐμφύλιον πόλεμον ἐκίνησε καὶ τῶν μετὰ ταῦτα κακῶν αἰτιώτατος ἡμῖν ἐγένετο; οὐ μὲν οὖν, ἀλλὰ σύ, ὅστις Πομπηίῳ μὲν καὶ στρατεύματα ἀλλότρια καὶ ἡγεμονίαν ἔδωκας, Καίσαρα δὲ καὶ τῶν δεδομένων ἀποστερῆσαι ἐπεχείρησας·ὅστις τῷ τε Πομπηίῳ καὶ τοῖς ὑπάτοις συνεβούλευσας τὰ μὲν προτεινόμενα ὑπὸ τοῦ Καίσαρος μὴ προσίεσθαι, τὴν δὲ δὴ πόλιν τήν τε Ἰταλίαν ὅλην ἐκλιπεῖν· ὅστις Καίσαρα μὲν οὐδὲ ἐς τὴν Ῥώμην ἐλθόντα εἶδες, πρὸς δὲ τὸν Πομπήιον καὶἐς τὴν Μακεδονίαν ἀπέδρας. καὶ οὐδὲ ἐκείνῳ μέντοι οὐδὲν συνήρω, ἀλλὰ περιιδὼν τὰ γιγνόμενα ἔπειτʼ, ἐπειδὴ ἐδυστύχησεν, ἐγκατέλιπες αὐτόν. οὕτως οὐδὲ ἀπʼ ἀρχῆς ὡς δικαιότερα αὐτῷ πράττοντι ἐβοήθησας, ἀλλὰ τὴν τε στάσιν κινήσας καὶ τὰ πράγματα ταράξας εἶτʼ ἐκ τοῦ ἀσφαλοῦςαὐτοῖς ἐφήδρευσας, καὶ τοῦ μὲν πταίσαντος ὡς καὶ ἀδικοῦντός τι διὰ τοῦτʼ εὐθὺς ἀπέστης, πρὸς δὲ τὸν κρατήσαντα ὡς καὶ δικαιότερον ἀπέκλινας. καὶ οὕτω γε, πρὸς τοῖς ἄλλοις κακοῖς, καὶ ἀχάριστος εἶ ὥστε οὐ μόνον οὐκ ἀγαπᾷς ὅτι ἐσώθης ὑπʼ αὐτοῦ, ἀλλὰ καὶ ἀγανακτεῖς ὅτι μὴ καὶ ἱππάρχησας.Ἑἶτα ταῦτα σαυτῷ συνειδὼς τολμᾷς λέγειν ὅτι οὐκ ἐχρῆν τὸν Ἀντώνιον διʼ ἔτους ἱππαρχῆσαι; οὐδὲ γὰρ τὸν Καίσαρα διʼ ἔτους δικτατορεῦσαι. ἀλλʼ εἴτε καλῶς εἴτε καὶ ἀναγκαίως ταῦτʼ ἐγένετο, ἐψηφίσθη τε ὁμοίως ἀμφότερα καὶ ἤρεσε καὶἡμῖν καὶ τῷ δήμῳ. τούτοις οὖν, ὦ Κικέρων, ἐγκάλει, εἴ τι παρενόμησαν, μὴ μὰ Δία μὴ τοῖς ὑπʼ αὐτῶν τετιμημένοις ὅτι ἀξίους ἑαυτοὺς καὶ τῶν τηλικούτων τυχεῖν παρέσχον· ὡς εἴγε ὑπὸ τῶν πραγμάτων τῶν τότε ἡμᾶς περιστάντων ἠναγκάσθημεν αὐτὰ οὕτω καὶ παρὰ τὸ προσῆκον ποιῆσαι, τί τοῦτο Ἀντωνίῳ νῦν ἐπιφέρεις, ἀλλʼ οὐ τότε ἀντέλεγες, εἴπερ ἐδύνασο; ὅτι ἐφοβοῦ νὴΔία. εἶτα σὺ μὲν τότε σιωπήσας συγγνώμης διὰ τὴν δειλίαν τεύξῃ, οὗτος δὲ ὅτι σοῦ προετιμήθη, δίκην διὰ τὴν ἀρετὴν ὑφέξει; καὶ ποῦ ταῦτα τὰ δίκαια ἔμαθες, ἢ που ταῦτα τὰ νόμιμα ἀνέγνως;ʽἁ̓λλʼ οὐκ ὀρθῶς τῇ ἱππαρχίᾳ ἐχρήσατο.ʼ διὰ τί; (ὅτι τὰ ὑπάρχοντα,ʼ φησί, (τὰ τοῦ Πομπηίου ἠγόρασε.ʼ πόσοι δὲ ἄλλοι πόσα ἄλλα ἐπρίαντο, ὧν οὐδεὶς αἰτίαν ἔχει; καὶ γάρ που διὰ τοῦτο καὶ ἐδημεύθη τινὰ καὶ ἐς τὸ πρατήριον ἐξετέθη καὶ τῇ τοῦ κοινοῦ κήρυκος φωνῇ ἀπεκηρύχθη,ἵνα τις αὐτὰ ἀγοράσῃ. (ἀλλʼ οὐκ ἐχρῆν τὰ τοῦ Πομπηίου κτήματα πεπρᾶσθαι.ʼ οὐκοῦν ἡμεῖς ἡμάρτομεν καὶ κακῶς ἐποιήσαμεν δημεύσαντες αὐτά· ἤ, ἵνα σὲ καὶ ἡμᾶς τις ἀπολύσῃ, πάντως που ὁ Καῖσαρ ἐπλημμέλησεν ὁ τοῦτο γενέσθαι κελεύσας· ᾧ οὐδὲν ἐπεκάλεσας.ἀλλʼ ἐν μὲν τούτῳ καὶ πάνυ μωραίνων ἐξελέγχεται. δύο γοῦν ἐναντιώτατα τοῦ Ἀντωνίου κατηγορηκεν, ἓν μὲν ὅτι πλεῖστα τῷ Καίσαρι συμπράξας καὶ πάμπολλα διὰ τοῦτο παρʼ αὐτοῦ λαβὼν ἔπειτατὴν τιμὴν αὐτῶν βιαίως ἀπῃτήθη, ἕτερον δὲ ὅτι μήτε τοῦ πατρὸς κληρονομήσας, καὶ πάνθʼ ὅσα ἐκτήσατο καταναλώσας ὥσπερ ἡ Χάρυβδις (ἀεὶ γάρ τι ἡμῖν ἐκ τῆς Σικελίας, καθάπερ ἐπιλελησμένοις ὅτι ἐς αὐτὴν ἔφυγε, παραφέρεἰ, τὴν τιμὴν πάντων ὧν ἐπρίατο ἀπέδωκεν.ἐν μὲν οὖν τούτοις οὕτω τὰ ἐναντιώτατα αὐτὸς ἑαυτῷ λέγων ὁ θαυμαστὸς οὗτος ἐξελέγχεται, καὶ νὴ Δία καὶ ἐν ἐκείνοις, ὅτι τοτὲ μὲν πάντα αὐτὸν τὰ τῷ Καίσαρι πραχθέντα συνάρασθαι καὶ πάντων διὰ τοῦτο τῶν ἐμφυλίων κακῶν αἰτιώτατον γεγονέναι λέγει, τοτὲ δὲ ἐγκαλεῖ αὐτῷ, δειλίαν ὀνειδίζων, ὅτι μηδενὸς ἄλλου πλὴν