τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ πέμπτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. περὶ Γαΐου Ὀκταουίου τοῦ μετὰ ταῦτα Αὐγούστου ἐπικληθέντος. β. περὶ Σέξτου Πομπηίου τοῦ Πομπηίου υἱέος. γ. ὡς Καῖσαρ καὶ Ἀντώνιος στασιάζειν ἤρξαντο. δ. ὡς Κικέρων κατὰ Ἀντωνίου ἐδημηγόρησεν. χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γ. Ἰουλίου Καίσαρος δικτατορίας τὸ ε μετὰ Μ. Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὑπατείας τὸ ε μετὰ Μ. Ἀντωνίου.Ἀντώνιος μὲν δὴ ταῦτʼ ἐποίει, ὁ δὲ δὴ Γάϊος ὁ Ὀκτάουιος Καιπίας (οὕτω γὰρ ὁ τῆς Ἀττίας τῆς τοῦ Καίσαρος ἀδελφιδῆς υἱὸς ὠνομάζετὀ ἦν μὲν ἐξ Οὐελιτρῶν τῶν Οὐολσκίδων, ὀρφανὸς δὲ ὑπὸ τοῦ Ὀκταουίου τοῦ πατρὸς καταλειφθεὶς ἐτράφη μὲν παρά τε τῇ μητρὶ καὶ παρὰ τῷ ἀνδρὶ αὐτῆς Λουκίῳ Φιλίππῳ, αὐξηθεὶς δὲ συνδιέτριβε τῷΚαίσαρι· ἄπαις τε γὰρ ἐκεῖνος ὢν καὶ μεγάλας ἐπʼ αὐτῷ ἐλπίδας ἔχων ἠγάπα τε καὶ περιεῖπεν αὐτόν, ὡς καὶ τοῦ ὀνόματος καὶ τῆς ἐξουσίας τῆς τε μοναρχίας διάδοχον καταλείψων, ἄλλως τε καὶ ὅτι ἡ Ἀττία δεινῶς ἰσχυρίζετο ἐκ τοῦ Ἀπόλλωνος αὐτὸν κεκυηκέναι, ὅτι καταδαρθοῦσά ποτε ἐν ναῷ αὐτοῦ δράκοντί τινι μίγνυσθαι ἐνόμισε καὶ διὰτοῦτο τῷ ἱκνουμένῳ χρόνῳ ἔτεκε. πρίν τε ἢ ἐς τὸ φῶς ἐξιέναι, ἔδοξεν ὄναρ τὰ σπλάγχνα ἑαυτῆς ἐς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεκτείνεσθαι· καὶ τῇ αὐτῇ νυκτὶ καὶ ὁ Ὀκτάουιος ἐκ τοῦ αἰδοίου αὐτῆς τὸν ἥλιον ἀνατέλλειν ἐνόμισεν. ἄρτι τε ὁ παῖς ἐγεγέννητο, καὶ Νιγίδιος Φίγουλος βουλευτὴς παραχρῆμα αὐτῷ τὴναὐταρχίαν ἐμαντεύσατο· ἄριστα γὰρ τῶν καθʼ ἑαυτὸν τήν τε τοῦ πόλου διακόσμησιν καὶ τὰς τῶν ἀστέρων διαφοράς, ὅσα τε καθʼ ἑαυτοὺς γιγνόμενοι καὶ ὅσα συμμιγνύντες ἀλλήλοις ἔν τε ταῖς ὁμιλίαις καὶ ἐν ταῖς διαστάσεσιν ἀποτελοῦσι, διέγνω, καὶ κατὰ τοῦτο καὶ αἰτίαν ὥς τινας ἀπορρήτουςδιατριβὰς ποιούμενος ἔσχεν. οὗτος οὖν τότε τὸν Ὀκτάουιον βραδύτερον ἐς τὸ συνέδριον διὰ τὸν τοῦ παιδὸς τόκον (ἔτυχε γὰρ βουλὴ οὖσἀ ἀπαντήσαντα ἀνήρετο διὰ τί ἐβράδυνε, καὶ μαθὼν τὴν αἰτίαν ἀνεβόησεν ὅτι “δεσπότην ἡμῖν ἐγέννησας,” καὶ αὐτὸν ἐκταραχθέντα ἐπὶ τούτῳ καὶ διαφθεῖραι τὸ παιδίον ἐθελήσαντα ἐπέσχεν, εἰπὼν ὅτι ἀδύνατόν ἐστι τοιοῦτό τι αὐτὸ παθεῖν. τότεμὲν δὴ ταῦτʼ ἐλέχθη, τρεφομένου δὲ ἐν ἀγρῷ αὐτοῦ ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον ἐμετεωρίσθη καὶ μετὰ τοῦτο καταπτόμενος ἀπέδωκεν αὐτόν. παιδίσκου τε αὐτοῦ ὄντος καὶτὴν διατριβὴν ἐν τῇ Ῥώμῃ ποιουμένου, ἔδοξέ ποτε ὁ Κικέρων ὄναρ ἁλύσεσί τε αὐτὸν χρυσαῖς ἐς τὸ Καπιτώλιον ἐκ τοῦ οὐρανοῦ καθιμῆσθαι καὶ μάστιγα παρὰ τοῦ Διὸς εἰληφέναι· καὶ οὐ γὰρ ἠπίστατο ὅστις ἦν, περιέτυχέ τε αὐτῷ τῆς ὑστεραίας ἐν αὐτῷ τῷ Καπιτωλίῳ, καὶ γνωρίσας αὐτὸνδιηγήσατο τοῖς παροῦσι τὴν ὄψιν. ὅ τε Κάτουλος οὐδʼ αὐτός πω ἑορακὼς τὸν Ὀκτάουιον, ἐνόμισε τοὺς παῖδας ἐν τοῖς ὕπνοις τοὺς εὐγενεῖς πάντας ἐν τῷ Καπιτωλίῳ πρόσοδον πρὸς τὸν Δία πεποιῆσθαι, καὶ ἐν αὐτῇ τὸν θεὸν εἰκόνα τινὰ τῆςῬώμης ἐς τὸν ἐκείνου κόλπον ἐμβεβληκέναι· ἐκπλαγεὶς δὲ ἐπὶ τούτῳ ἀνῆλθεν ἐς τὸ Καπιτώλιον προσευξόμενος τῷ θεῷ, καὶ ἐκεῖ τὸν Ὀκτάουιον εὑρὼν ἄλλως ἀναβεβηκότα τό τε εἶδος αὐτοῦ πρὸς τὸ ἐνύπνιον προσήρμοσε καὶ τὴν ἀλήθειαν τῆςὄψεως ἐβεβαιώσατο. μειρακιωθέντος δὲ μετὰ τοῦτο αὐτοῦ καὶ ἐς τοὺς ἐφήβους ἐσιόντος, τήν τε ἐσθῆτα τὴν ἀνδρικὴν ἐνδύντος, ὁ χιτὼν περιερράγη τε ἑκατέρωθεν ἀπὸ τῶν ἐπωμίδων καὶ μέχρι τῶν ποδῶν κατερρύη. τοῦτο αὐτὸ μὲν καθʼ ἑαυτὸ οὐχ ὅπως τέκμαρσίν τινα ὡς καὶ ἀγαθόντι προσημαῖνον ἔφερεν, ἀλλὰ καὶ ἠνίασε τοὺς παρόντας, ὅτι ἐν τῇ πρώτῃ τοῦ ἀνδρικοῦ χιτῶνος ἐνδύσει συνεβεβήκει· ἐπελθὸν δὲ τῷ Ὀκταουίῳ εἰπεῖν ὅτι “τὸ ἀξίωμα τὸ βουλευτικὸν πᾶν ὑπὸ τοὺς πόδας μου σχήσω,” ἔκβασιν πρὸς τὸ λεχθὲνἔλαβεν. ἐξ οὖν τούτων ὁ Καῖσαρ μεγάλα ἐπʼ αὐτῷ ἐπελπίσας ἔς τε τοὺς εὐπατρίδας αὐτὸν ἐσήγαγε καὶ ἐπὶ τὴν ἀρχὴν ἤσκει, καὶ πάνθʼ ὅσα προσήκει τῷ μέλλοντι καλῶς καὶ κατʼ ἀξίαν τηλικοῦτο κράτος διοικήσειν ὑπάρχειν ἀκριβῶςἐξεπαίδευσε· λόγοις τε γὰρ ῥητορικοῖς, οὐχ ὅτι τῇ τῶν Λατίνων ἀλλὰ καὶ τῇδε τῇ γλώσσῃ, ἠσκεῖτο, καὶ ἐν ταῖς στρατείαις ἐρρωμένως ἐξεπονεῖτο, τά τε πολιτικὰ καὶ τὰ ἀρχικὰ ἰσχυρῶς ἐδιδάσκετο.οὗτος οὖν ὁ Ὀκτάουιος ἔτυχε μὲν τότε, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν τῇ Ἀπολλωνίᾳ τῇ πρὸς τῷ Ἰονίῳ ὢν κόλπῳ ἐπὶ παιδείᾳ (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐπὶ τοὺς Πάρθους ἐκεῖσε προεπέπεμπτο ʼ,ʼ πυθόμενος δὲ τὸ συμβεβηκὸς ἤλγησε μὲν ὥσπερ εἰκὸς ἦν, οὐ μέντοι καὶ νεωτερίσαι τι εὐθὺς ἐτόλμησεν· οὔτε γὰρ ὅτι υἱὸς οὔθʼ ὅτι κληρονόμος κατελέλειπτο ἠκηκόει πω, καὶ προσέτι καὶ ὁ δῆμος ὁμονοῶν ἐπὶ τῷγεγονότι ἠγγέλλετο τὴν πρώτην. περαιωθεὶς δὲ ἐς τὸ Βρεντέσιον, καὶ τάς τε διαθήκας ἅμα καὶ τὴν γνώμην τοῦ δήμου τὴν δευτέραν μαθών, οὐκέτʼ ἀναβολὰς ἐποιήσατο, καὶ μάλισθʼ ὅτι καὶ χρήματα πολλὰ καὶ στρατιώτας συχνοὺς συμπροπεμφθέντας εἶχεν, ἀλλὰ τό τε ὄνομα τοῦ Καίσαρος παραχρῆμα ἀνέλαβε καὶ τοῦ κλήρουαὐτὸν διεδέξατο, τῶν τε πραγμάτων εἴχετο. καὶ τότε μὲν προπετῶς τέ τισι τοῦτο καὶ τολμηρῶς πεποιηκέναι ἔδοξεν, ὕστερον δὲ ἔκ τε τῆς εὐτυχίας καὶ ἐξ ὧν ἐπικατώρθωσε καὶ ἀνδρείας ὄνομα