ὅταν γάρ τινες ἐκ μεγάλης ἔχθρας συνενεχθῶσι, πολλὰ μὲν μηδὲν δεινὸν ἔχοντα πολλὰ δὲ καὶ ἐκ συντυχίας συμβαίνοντα ὑποτοποῦσι· πᾶν γὰρ ἑνὶ λόγῳ ὡς καὶ ἐξεπίτηδες καὶ ἐπὶ κακῷ τινι γιγνόμενον πρὸς τὸ προϋπάρξαν ἔχθος λαμβάνουσι. καὶ αὐτοῖς ἐν τούτῳ καὶ οἱ διὰ μέσου ὄντες συνεπιτίθενται· διαγγέλλοντες γάρ τινα προσποιήσει εὐνοίας ἐπιπαροξύνουσιν αὐτούς.πλεῖστόν τε γάρ ἐστι τὸ βουλόμενον πάντας τούς τι δυναμένους ἀλλήλοις διαφέρεσθαι, καὶ διὰ τοῦτʼ ἐπιχαῖρόν τε ἐπὶ τῇ ἔχθρᾳ αὐτῶν καὶ συνεπιβουλεῦόν σφισι· καὶ ῥᾷστον ἀπατηθῆναι λόγοις ἐπιτετηδευμένοις ἐκ φιλίας ἀνυπόπτου τὸ προδιαβεβλημένον. ἐκ μὲν οὖν τούτου καὶ ἐκεῖνοι, οὐδὲ ἐν τῷ πρὶν πιστεύοντες ἀλλήλοις, ἐπὶ πλέον ἠλλοτριώθησαν.ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησε δελεάσαι τὸ πλῆθος, εἴ πως ἐκείνου τε αὐτοὺς ἀποσπάσειε καὶ ἑαυτῷ προσποιήσειε, καὶ χώραν ἄλλην τε πολλὴν καὶ τὴν ἐν τοῖς ἕλεσι τοῖς Πομπτίνοις, ὡς κεχωσμένοις ἤδη καὶ γεωργεῖσθαι δυναμένοις, κληρουχηθῆναι διὰ Λουκίου Ἀντωνίου ἀδελφοῦ δημαρχοῦντος ἐσηγήσατο.τρεῖς γὰρ οἱ ἀδελφοὶ οἱ Ἀντώνιοι οὗτοι ὄντες ἀρχὰς ἅμα πάντες ἔσχον, ὁ μὲν Μᾶρκος ὑπατεύων, ὁ δὲ Λούκιος δημαρχῶν, ὁ δὲ Γάϊος στρατηγῶν· ὅθεν οὐχ ἥκιστα ἠδυνήθησαν τοὺς μὲν τότε τῶν συμμάχων καὶ τῶν ὑπηκόων ἄρχοντας, πλὴν τῶν σφαγέων τῶν πλειόνων, ἄλλων τέ τινων οὓς πιστούς σφισιν ἐνόμιζον εἶναι, παῦσαι,ἑτέρους δὲ ἀντʼ αὐτῶν ἀνθελέσθαι, καί τισιν ἐπὶ μακρότερον, παρὰ τὰ νενομοθετημένα πρὸς τοῦ Καίσαρος, ἄρχειν ἐπιτρέψαι, καὶ τὴν μὲν Μακεδονίαν τὴν τῷ Μάρκῳ ἐκ τοῦ κλήρου δεδομένην ὁ ἀδελφὸς αὐτοῦ Γάϊος σφετερίσασθαι, τὴν δὲ Γαλατίαν τὴν ἐντὸς τῶν Ἄλπεων, ᾗ ὁ Βροῦτος ὁ Δέκιμος προσετέτακτο, αὐτὸς ἐκεῖνος μετὰ τῶν στρατευμάτων τῶν ἐς τὴν Ἀπολλωνίαν προπεμφθέντων, ὡς καὶ ἰσχυροτάτην καὶ τοῖς στρατιώταις καὶ τοῖς χρήμασιν οὖσαν, ἀντιλαβεῖν.ταῦτά τε οὖν ἐψηφίσθη, καὶ τῷ Πομπηίῳ τῷ Σέξτῳ δύναμιν ἤδη πολλὴν ἔχοντι ἥ τε ἄδεια, καίτοι ὑπὸ τοῦ Καίσαρος ὥσπερ καὶ τοῖς ἄλλοις δοθεῖσα, ἐβεβαιώθη, καὶ τὰ χρήματα, ὅσα ἔν τε ἀργυρίῳ καὶ ἐν χρυσίῳ τὸ δημόσιον ἐκ τῆς πατρῴας αὐτοῦ οὐσίας εἰλήφει, ἀποδοθῆναι ἐγνώσθη· τῶν γὰρ χωρίων αὐτῆς τὰ πλείω Ἀντώνιος ἔχων οὐδεμίαν ἀπόδοσιν ἐποιήσατο.ἐκεῖνοι μὲν δὴ ταῦτʼ ἔπραττον, διηγήσομαι δὲ καὶ τὰ κατὰ τὸν Σέξτον γενόμενα. ὡς γὰρ τότε ἀπὸ τῆς Κορδούβης ἔφυγε, τὸ μὲν πρῶτον ἐς Λακητανίαν ἐλθὼν ἐνταῦθα ἐκρύφθη· ἐπεδιώχθη μὲν γάρ, διέλαθε δὲ εὐνοϊκῶς τῶν ἐπιχωρίων οἱδιὰ τὴν τοῦ πατρὸς μνήμην ἐχόντων· ἔπειτα δὲ ἐπειδὴ ὅ τε Καῖσαρ ἐς τὴν Ἰταλίαν ἀπῆρε καὶ ἐν τῇ Βαιτικῇ στράτευμα οὐ πολὺ ὑπελείφθη, συνέστησαν πρὸς αὐτὸν καὶ ἐκεῖνοι καὶ οἱ ἐκ τῆς μάχης διασωθέντες, καὶ οὕτω μετʼ αὐτῶν ἔς τε τὴν Βαιτικήν, ὡς καὶ ἐπιτηδειοτέραν ἐμπολεμῆσαιοὖσαν, αὖθις ἀφίκετο, κἀνταῦθα καὶ στρατιώτας καὶ πόλεις, ἄλλως τε καὶ ἐπειδὴ ὁ Καῖσαρ ἀπέθανε, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βίᾳ προσλαβών (ὁ γὰρ ἄρχων αὐτῶν Γάϊος Ἀσίνιος Πωλίων οὐδὲν ἰσχυρὸν εἶχενʼ ὥρμησε μὲν ἐπὶ τὴν Καρχηδόνατὴν Ἰβηρικήν, ἐπιθεμένου δὲ ἐν τούτῳ τοῦ Πωλίωνος τῇ ἀπουσίᾳ αὐτοῦ καὶ κακώσαντός τινα ἐπανῆλθε χειρὶ πολλῇ, καὶ συμβαλὼν αὐτόν τε ἐτρέψατο, καὶ τοὺς λοιποὺς ἰσχυρῶς ἀγωνιζομένους ἔπειτʼ ἐκ συντυχίας τοιᾶσδε ἐξέπληξε καὶἐνίκησεν. ἐπειδὴ γὰρ ἐκεῖνος μὲν τὴν χλαμύδα τὴν στρατηγικὴν ἀπέρριψεν ὥστε ῥᾷον τῇ φυγῇ λαθεῖν, ἕτερος δέ τις ὁμώνυμός τε αὐτῷ καὶ ἐπιφανὴς ἱππεὺς ἔπεσε, καὶ ὁ μὲν ἔκειτο ἡ δὲ ἑαλώκει, τὸ μὲν ἀκούσαντες οἱ στρατιῶται τὸ δὲ ἰδόντες ἠπατήθησαν ὡς καὶ τοῦ στρατηγοῦ σφων ἀπολωλότοςκαὶ ἐνέδοσαν. καὶ οὕτως ὁ Σέξτος νικήσας πάντα ὀλίγου τὰ ταύτῃ κατέσχε. δυνατοῦ δὲ ἤδη αὐτοῦ ὄντος ὁ Λέπιδος τῆς τε ὁμόρου Ἰβηρίας ἄρξων ἀφίκετο, καὶ ἔπεισεν αὐτὸν ἐς ὁμολογίαν ἐλθεῖν ἐπὶ τῷ τὰ πατρῷα κομίσασθαι. καὶ οὕτω καὶ ὁ Ἀντώνιος διά τε τὴν τοῦ Λεπίδου φιλίαν καὶ διὰ τὴν τοῦ Καίσαρος ἔχθραν ψηφισθῆναι ἐποίησεν. καὶ ὁ μὲν οὕτω τε καὶ ἐπὶ τούτοις ἐκ τῆςἸβηρίας ἀπηλλάγη· Καῖσαρ δὲ καὶ Ἀντώνιος πάντα μὲν ἐπʼ ἀλλήλοις ἔπραττον, οὐ μέντοι καὶ φανερῶς πω συνερρώγεσαν, ἀλλὰ καίπερ τῷ ἔργῳ ἐκπεπολεμωμένοι, τῇ γοῦν δοκήσει ἐπεκρύπτοντο. κἀκ τούτου καὶ τἆλλα τὰ ἐν τῇ πόλει πάντα ἔντε ἀκρισίᾳ πολλῇ ἦν καὶ συνεκέχυτο. εἰρήνουν ἔτι καὶ ἐπολέμουν ἤδη· τό τε τῆς ἐλευθερίας σχῆμα ἐφαντάζετο καὶ τὰ τῆς δυναστείας ἔργα ἐγίγνετο. καὶ ἐν μὲν τῷ ἐμφανεῖ ὁ Ἀντώνιος, ἅτε καὶ ὑπατεύων, ἐπλεονέκτει, ἡ δὲ δὴ σπουδὴ τῶν ἀνθρώπων ἐς τὸν Καίσαρα ἐποίει, τὸ μὲν διὰ τὸν πατέρα αὐτοῦ, τὸ δὲ καὶ διὰ τὰς ἐλπίδας ὧν ὑπισχνεῖτο, μέγιστον δὲ ὅτι τῷ τε Ἀντωνίῳ πολὺ δυναμένῳ ἤχθοντο καὶ τῷ Καίσαρι μηδέπωἰσχύοντι συνῄροντο. ἐφίλουν μὲν γὰρ οὐδέτερον, νέων δὲ δὴ ἀεὶ πραγμάτων ἐπιθυμοῦντες, καὶ τὸ μὲν κρεῖττον ἀεὶ πᾶν καθαιρεῖν τῷ δὲ πιεζομένῳ βοηθεῖν πεφυκότες, ἀπεχρῶντο αὐτοῖς πρὸς τὰ σφέτερα ἐπιθυμήματα. ταπεινώσαντες οὖν τότε διὰ τοῦ Καίσαρος τὸν Ἀντώνιον, ἔπειτα κἀκεῖνον