οὐκ ἐπεκούρησε τῷ θείῳ, ἀλλὰ τὸν μὲν συγκυβευτὴν τὸν Λεντίκουλον τὸν ἐπὶ τῇ τοῦ βίου ῥᾳδιουργίᾳ φυγόντα ἐπανήγαγε, καὶ τὸν Βαμβαλίωνα τὸν καὶ ἀπʼ αὐτῆς τῆς ἐπωνυμίας ἐπιβόητον ἀγαπᾷ, τοῖς δὲ δὴ συγγενεστάτοις οὕτως ὥσπερ εἶπον κέχρηται, καθάπερ τινὰ ὀργὴν αὐτοῖςἔχων ὅτι τοιοῦτος ἐγεννήθη. τοιγαροῦν τῶν μὲν ἐκείνου χρημάτων οὐκ ἐκληρονόμησεν, ἄλλων δὲ δὴ καὶ πάνυ πολλούς, τοὺς μὲν μήτʼ ἰδὼν μήτʼ ἀκούσας πώποτε, τοὺς δὲ καὶ νῦν ἔτι ζῶντας· οὕτω γὰρ αὐτοὺς ἀποδέδυκε καὶ σεσύληκεν ὥστε μηδέν σφας νεκρῶν διαφέρειν.”