τοὺς πολίτας χρῆσθαι; τοῖς μὲν γὰρ ἀλλοφύλοις καὶ ἐπικηρυκεύεσθαι καὶ διαπρεσβεύεσθαι δεῖ πρότερον καὶ ἀναγκαῖόν ἐστι, τοῖς δὲ δὴ πολίταις τοῖς ἀδικοῦσί τι παραχρῆμα τὴν τιμωρίαν ἐπάγειν, ἂν μὲν ὑπὸ ταῖς ψήφοις αὐτοὺς λάβητε, δικάζοντας, ἂν δὲ τοῖς ὅπλοις, πολεμοῦντας.δοῦλοι γάρ εἰσι πάντες οἱ τοιοῦτοι καὶ ὑμῶν καὶ τοῦ δήμου καὶ τῶν νόμων, ἄν τε ἐθέλωσιν ἄν τε καὶ μή· καὶ οὔτε θρύπτειν αὐτοὺς οὔτε ἐξ ἴσου τοῖς ἐλευθερωτάτοις ἄγειν προσῆκόν ἐστιν, ἀλλʼ ὥσπερ τοὺς οἰκέτας τοὺς ἀποδιδράσκοντας καὶμετιέναι καὶ κολάζειν ἐκ τοῦ ὑπέρφρονος. πῶς δὲ οὐ δεινὸν ἐκεῖνον μὲν μὴ μελλῆσαι ἡμᾶς ἀδικεῖν, ἡμᾶς δὲ δὴ μέλλειν ἀμύνασθαι; καὶ ἐκεῖνον μὲν ἐκ πολλοῦ τὰ ὅπλα ἐν χερσὶν ἔχοντα πάντα τὰ τοῦ πολέμου πράττειν, ἡμᾶς δὲ ἐν ψηφίσμασι καὶ πρεσβείαις τοὺς χρόνους κατατρίβειν, καὶ ὃν ἐκ τῶν ἔργων ἀδικοῦντα πάλαι πεφωράκαμεν, τοῦτον συλλαβαῖς καὶῥήμασι μόνοις μεταχειρίζεσθαι; τί προσδοκῶντας; ἢ ὅτι ὑπακούσει ποτὲ ἡμῖν καὶ αἰδεσθήσεταί ποτε ἡμᾶς; καὶ πῶς, ὅς γε ἐς τοῦτʼ ἤδη προκεχώρηκεν ὥστε μηδʼ ἂν βούληται δύνασθαι δημοκρατικῶς ἡμῖν συμπολιτεῦσαι; εἰ μὲν γὰρ ἴσως καὶ κοινῶς ζῆν ἠβούλετο, οὐδʼ ἂν ἀπʼ ἀρχῆς τοιούτοις πράγμασιν ἐπεχείρησεν, εἴ τε καὶ ὑπʼ ἀνοίας ἢ καὶ προπετείας τοῦτʼ ἐποίησε, πάντως ἂν ἑκὼνεὐθὺς αὐτῶν ἀπηλλάγη· νῦν δʼ ἅπαξ καὶ ἐκ τῶν νόμων καὶ ἐκ τῆς πολιτείας ἐκβάς, καί τινα καὶ δύναμιν ἐκ τούτου καὶ ἐξουσίαν προσλαβών, οὐκ ἔστιν ὅπως ἂν ἐθελούσιος μεταβάλοιτο καὶ τῶν δογμάτων τι τῶν ὑμετέρων προτιμήσειεν, ἀλλʼ ἀνάγκη τὸν τοιοῦτον αὐτοῖς τοῖς ὅπλοις, οἷσπερ ἡμᾶς ἀδικεῖν ἐτόλμησε, καὶ κολασθῆναι.καί μοι νῦν μάλιστα τὸ λεχθέν ποτε ὑπʼ αὐτοῦ ἐκείνου μνημονεύσατε, ὅτι οὐχ οἷόν τέ ἐστιν ὑμῖν, ἂν μὴ κρατήσητε, σωθῆναι. οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κελεύοντες ὑμᾶς πρεσβεύσασθαι ἢ ὅπως ὑμεῖς μὲν βραδύνητε, κἀκ τούτου καὶ τὰ τῶν συμμαχούντων ὑμῖν ἀργότερα καὶ ἀθυμότεραγένηται, ἐκεῖνος δὲ ἐν τούτῳ καθʼ ἡσυχίαν πάνθʼ ὅσα ἂν βούληται πράξῃ, καὶ τόν τε Δέκιμον ἐξέλῃ καὶ τὴν Μούτιναν ἐκπολιορκήσῃ τήν τε Γαλατίαν πᾶσαν λάβῃ, ὥστε μηκέθʼ ἡμᾶς ὅπως αὐτῷ χρησώμεθα εὑρεῖν δυνηθῆναι, ἀλλʼ ὑποδεδιέναι τε καὶ θεραπεύειν αὐτὸν καὶ προσκυνεῖνἀνάγκην ἔχειν. ἓν δὲ ἔτι τοῦτο περὶ τῆς πρεσβείας εἰπὼν παύσομαι, ὅτι οὐδὲ ὁ Ἀντώνιος λόγον τινὰ ὑμῖν ἔδωκε περὶ ὧν πράττειν ἔμελλεν, ἵνα καὶ ὑμεῖς τοῦτο ποιήσητε.ἐγὼ μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα πάντα συμβουλεύω ὑμῖν μὴ μέλλειν μηδὲ διατρίβειν, ἀλλʼ ὅτι τάχιστα αὐτῷ πολεμῆσαι, λογισαμένους ὅτι τὰ πλείω τῶν πραγμάτων τοῖςκαιροῖς ἢ ταῖς δυνάμεσι κατορθοῦται, καὶ πάντως που καὶ ἐκ τούτου συνιέναι ὅτι οὐκ ἄν ποτε τὴν εἰρήνην, ἐν ᾗ καὶ πλεῖστον ἰσχύω καὶ πλοῦτον καὶ δόξαν ἐκτησάμην, ἀφείς, εἴγε καὶ τῷ ἔργῳ εἰρήνη ἦν, πολεμεῖν ὑμῖν, εἰ μή γε καὶ συμφέρεινἡγούμην, παρῄνεσα. καὶ σοὶ δέ, ὦ Καλῆνε, τοῖς τε ἄλλοις τοῖς ταὐτά σοι φρονοῦσι συμβουλεύω καθʼ ἡσυχίαν ἐπιτρέψαι τῇ γερουσίᾳ τὰ προσήκοντα ψηφίσασθαι, καὶ μὴ τῆς ἰδίας ὑμῶν πρὸς Ἀντώνιον χάριτος ἕνεκα τὰ κοινῇ πᾶσιν ἡμῖνσυμφέροντα καταπροδοῦναι. ὡς ἔγωγε οὕτω γνώμης, ὦ πατέρες, ἔχω ὥστʼ, ἂν μὲν πεισθῆτέ μοι, καὶ πάνυ ἂν ἡδέως καὶ τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας μεθʼ ὑμῶν ἀπολαῦσαι, ἂν δʼ ἄλλο τι ψηφίσησθε, τεθνάναι μᾶλλον ἢ ζῆν ἑλέσθαι.οὔτε γὰρ ἄλλως τὸν θάνατόν ποτε τὸν ἐκ τῆς παρρησίας ἐφοβήθην (καὶ διὰ τοῦτο καὶ κατώρθωσα πλεῖστον· τεκμήριον δὲ ὅτι καὶ θῦσαι καὶ ἑορτάσαι ἐφʼ οἷς ὑπατεύων ἐποίησα ἐψηφίσασθε, ὅπερ οὐδενὶ πώποτε ἄλλῳ μὴ οὐκ ἐν πολέμῳ γέ τι καταπράξαντι ἐγένετὀ, νῦν δὲ καὶ ἥκιστα.καὶ γὰρ ὁ μὲν θάνατος οὐκ ἂν ἄωρος ἄλλως τε καὶ πρὸ τοσούτων ἐτῶν ὑπατευκότι μοι γένοιτο (καίτοι μνημονεύετε ὅτι τοῦτο καὶ ἐν αὐτῇ τῇ ὑπατείᾳ ὑμῖν εἶπον, ἵνα μοι πρὸς πάντα ὡς καταφρονοῦντι αὐτοῦ προσέχητἐ· τὸ δὲ δὴ φοβηθῆναί τινα καθʼ ὑμῶν καὶ τὸ δουλεῦσαί τινι μεθʼ ὑμῶν καὶ πάνυ ἄν μοι ἀωρότατον συμβαίη.ὅθενπερ τοῦτο μὲν καὶ συμφορὰν καὶ ὄλεθρον, οὐ τοῦ σώματος μόνον ἀλλὰ καὶ τῆς ψυχῆς τῆς τε δόξης, ὑφʼ ἧς που καὶ μόνης ἀίδιοι τρόπον τινὰ γιγνόμεθα, εἶναι νομίζω· τὸ δὲ δὴ λέγοντά τε καὶ πράττοντα ὑπὲρ ὑμῶν ἀποθανεῖν ἰσοστάσιον ἀθανασίᾳ ἄγω.καὶ εἴγε καὶ Ἀντώνιος ταῦτʼ ἐγίγνωσκεν, οὐκ ἄν ποτε ἐς τοιαῦτα πράγματα προυχώρησεν, ἀλλὰ καὶ ἀποθανεῖν ἄν, ὥσπερ ὁ πάππος αὐτοῦ, μᾶλλον ἤ τι τῶν ὁμοίων τῷ Κίννᾳ τῷ ἐκεῖνονἀποκτείναντι ποιῆσαι προείλετο. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ὁ μὲν Κίννας οὐ πολλῷ ὕστερον ἀντεσφάγη διά τε τοῦτο καὶ διὰ τἆλλα ἃ κακῶς ἔπραττε (διόπερ καὶ τοῦτο τοῦ Ἀντωνίου τεθαύμακα, ὅτι τὰ ἔργα αὐτοῦ μιμούμενος οὐ φοβεῖται μήποτε ὁμοίᾳ καταστροφῇ περιπέσᾐ, ἐκεῖνος δὲ καὶ αὐτῷ τούτῳ τὸ δοκεῖν τινι εἶναικατέλιπεν. ἀλλʼ οὔτι γε καὶ σώζεσθαι διὰ τοὺς συγγενεῖς ἔτι δίκαιός ἐστι, μήτε τὸν πάππον ζηλώσας μήτε τὸν πατέρα τῆς οὐσίας κληρονομήσας. τίς γὰρ οὐκ οἶδε τοῦθʼ, ὅτι πολλοὺς φεύγοντας καὶ ἐπὶ τοῦ Καίσαρος καὶ μετὰ ταῦτα ἐκ τῶν γραμμάτων δὴ τῶν ἐκείνου καταγαγὼν