φρονοῦντας ἐπαινοῦμεν, μιμούμεθα ; καίτοι δυοῖν ἡμᾶς ἀνάγκη θάτερον, ἢ τούτους πάντας, τὸν Καίσαρα λέγω, τὸν Βροῦτον, τοὺς πάλαι στρατιώτας, τὰ στρατόπεδα, κακῶς τε βεβουλεῦσθαι φάναι καὶ τιμωρίαν δεῖν ὑποσχεῖν ὅτι μήθʼ ἡμῶν μήτε τοῦ δήμου ψηφισαμένων ἐτόλμησαν, οἱ μὲν τὸν ὕπατόν σφων καταλιπόντες οἱ δὲ ἐπʼ αὐτὸνἀθροισθέντες, προσπολεμῆσαι αὐτῷ· ἢ τὸν Ἀντώνιον πάλαι τε καὶ νῦν ὑφʼ ἡμῶν τοῖς ἔργοις αὐτοῖς πολέμιον ὁμολογεῖν εἶναι κεκρίσθαι, καὶ χρῆναι καὶ κοινῇ γνώμῃ πρὸς πάντων ἡμῶν κολασθῆναι. καὶ μὴν ὅτι τοῦτο οὐ μόνον δικαιότερον ἀλλὰ καὶ λυσιτελέστερον ἡμῖν ἐστιν,οὐδεὶς ἀγνοεῖ. ὁ μὲν γὰρ οὔτʼ αὐτὸς χρήσασθαι πράγμασιν ἐπίσταται (πῶς γὰρ ἢ πόθεν ἄνθρωπος ἐν μέθαις καὶ κύβοις ζῶν;ʼ οὔτε τῶν συνόντων οὐδένα οἷον ἄξιον εἶναι λόγου ἔχει· τοὺς γάρ τοι ὁμοίους ἑαυτῷ μόνους καὶ ἀγαπᾷ καὶ κοινωνοὺςἁπάντων καὶ ῥητῶν καὶ ἀπορρήτων ποιεῖται. καὶ μέντοι καὶ δειλότατος ἐν τοῖς μεγίστοις τῶν κινδύνων καὶ ἀπιστότατος καὶ πρὸς τοὺς πάνυ φίλους ἐστίν· ὧν οὐδέτερον στρατηγίᾳ καὶ πολέμῳπροσήκει. τίς μὲν γὰρ οὐκ οἶδεν ὅτι αὐτὸς ἡμῖν πάντα τὰ ἐμφύλια κακὰ παρασκευάσας ἔπειτʼ ἐπʼ ἐλάχιστον τῶν κινδύνων μετέσχεν, ἐπὶ πολὺ μὲν ἐν τῷ Βρεντεσίῳ καταμείνας ὑπὸ δειλίας, ὥστʼ ὀλίγου τὸν Καίσαρα μονωθέντα διʼ αὐτὸν πταῖσαι, πάντας δὲ τοὺς μετὰ ταῦτα πολέμους, τὸν πρὸς Αἰγυπτίους, τὸν πρὸς Φαρνάκην, τὸν ἐνἈφρικῇ, τὸν ἐν Ἰβηρίᾳ ἐκστάς; τίς δʼ οὐκ οἶδεν ὅτι τόν τε Κλώδιον προσποιησάμενος καὶ τῇ δημαρχίᾳ αὐτοῦ πρὸς πάντα τὰ δεινότατα ἀποχρησάμενος κἂν ἀπέκτεινεν αὐτοχειρίᾳ, εἴγε ἐγὼ τὴν ὑπόσχεσιναὐτοῦ ταύτην ἐδεδέγμην· καὶ τῷ Καίσαρι τοῦτο μὲν ταμιεύων στρατηγοῦντι ἐν Ἰβηρίᾳ συνεξετασθείς, τοῦτο δὲ ἐν τῇ δημαρχίᾳ παρὰ τὴν ἁπάντων ἡμῶν γνώμην προσθέμενος, καὶ μετὰ τοῦτο καὶ χρήματα παρʼ αὐτοῦ ἀμύθητα καὶ τιμὰς ὑπερόγκους λαβών, ἐπεχείρησεν αὐτὸν ἔς τε μοναρχίας ἐπιθυμίαν καὶ ἐπὶ τούτῳ καὶ ἐς διαβολὴν ἐμβαλεῖν, ὑφʼ ὧνπερ καὶ τὰ μάλιστα ἀπέθανεν;καίτοι εἶπέ ποτε ὅτι ἐγὼ τοὺς σφαγέας ἐπʼ αὐτὸν παρεσκεύασα· οὕτω γὰρ ἀνόητός ἐστιν ὥστε μου καταψεύδεσθαι τολμᾶν τηλικούτους ἐπαίνους. ἐγὼ δὲ αὐτόχειρα μὲν αὐτὸν οὐ λέγω γεγονέναι τοῦ Καίσαρος, οὐχ ὅτι οὐκ ἠθέλησεν, ἀλλʼ ὅτι καὶ τοῦτο κατέδεισε· τοῖς μέντοι πράγμασιν αὐτοῖς φημι ἐκεῖνον ὑπʼ αὐτοῦ ἀπολωλέναι.ὁ γὰρ τὴν αἰτίαν αὐτῷ τοῦ δικαίως ἐπιβεβουλεῦσθαι δοκεῖν παρασχὼν οὗτός ἐστιν ὁ βασιλέα αὐτὸν προσαγορεύσας, ὁ τὸ διάδημα αὐτῷ δούς, ὁ καὶ τοῖς φιλοῦσιν αὐτὸν πρότερον διαβαλών. ἢ ἐγὼ μὲν χαίρω τῷ θανάτῳ τοῦ Καίσαρος ὁ μηδὲν ἔξω τῆς ἐλευθερίας ἀπʼαὐτοῦ ἀπολαύσας, Ἀντώνιος δὲ ἄχθεται ὁ πᾶσαν μὲν τὴν ἐκείνου οὐσίαν διαρπάσας, πάμπολλα δὲ ἐπὶ τῇ τῶν γραμμάτων αὐτοῦ προφάσει κακουργήσας, καὶ τέλος πρὸς τὴν διαδοχὴν τῆς δυναστείας αὐτοῦ ἐπειγόμενος;Ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι οὔτʼ αὐτὸς ἀξιοστρατήγητόν τι ἢ ἀξιόνικον ἔχει οὔτε στρατεύματα πολλὰ ἢ ἀξιόμαχα κέκτηται. οἱ μὲν γὰρ πλεῖστοι οἵ τε ἄριστοι τῶν στρατιωτῶν ἐγκαταλελοίπασιν αὐτόν, καὶ νὴ Δία καὶ τῶν ἐλεφάντων ἐστέρηται· οἱ δὲ δὴ λοιποὶ ὑβρίζειν καὶ ἁρπάζειν τὰ τῶν συμμάχων μᾶλλον ἢ πολεμεῖν μεμελετήκασι.τεκμήριον δὲ τοῦ μὲν τρόπου τῆς προαιρέσεως αὐτῶν, ὅτι καὶ νῦν ἔτʼ αὐτῷ συστρατεύονται, τῆς δὲ ἀνανδρίας, ὅτι τὴν Μούτιναν τοσοῦτον ἤδη χρόνον πολιορκοῦντες οὐχ ᾑρήκασι. καὶ τὰ μὲν τοῦ Ἀντωνίου τῶν τε συνόντων αὐτῷτοιαῦτα ὄντα εὑρίσκεται· τὰ δὲ δὴ Καίσαρος τοῦ τε Βρούτου καὶ τῶν συνεξεταζομένων σφίσι δύσμαχα μὲν καὶ καθʼ ἑαυτά ἐστιν (ἀμέλει Καῖσαρ μὲν καὶ τῶν στρατιωτῶν αὐτοῦ συχνοὺς ἐσφετέρισται, Βροῦτος δὲ ἐκ τῆς Γαλατίας αὐτὸν ἐξείργεἰ,ἂν δὲ δὴ καὶ ὑμεῖς ἐπικουρήσητε αὐτοῖς, πρῶτον μὲν ἐπαινέσαντές σφας ἐφʼ οἷς ἰδιογνωμονήσαντες ἐποίησαν, ἔπειτα δὲ τὰ πραχθέντα ὑπʼ αὐτῶν βεβαιώσαντες, πρός τε τὸ μέλλον ἐξουσίαν ἔννομον αὐτοῖς δόντες, ἔπειτα τοὺς ὑπάτους ἀμφοτέρους ἐπὶ τὸν πόλεμον ἐκπέμψαντες, οὐκ ἔστιν ὅπως βοηθήσουσί τινες αὐτῷ τῶν νῦνσυνόντων. οὐ μὴν οὐδʼ ἂν τὰ μάλιστα συμμείνωσιν, ἀντισχεῖν γε πρὸς πάντας ἅμα τοὺς ἄλλους δυνήσεται, ἀλλʼ ἤτοι ἑκών, ἐπειδὰν πρῶτον πύθηται ταῦθʼ ὑμᾶς ἐψηφισμένους, τά τε ὅπλα καταθήσεται καὶ ἐφʼ ὑμῖν ἑαυτὸν ποιήσεται, ἢ καὶ ἄκων ἐκ μιᾶς μάχης ἁλώσεται.ἐγὼ μὲν δὴ ταῦθʼ ὑμῖν παραινῶ, καὶ εἴγε ὑπατεύων ἔτυχον, πάντως ἂν καὶ ἐποίησα, καθάπερ καὶ πρότερον, ὅτε καὶ τὸν Κατιλίναν καὶ τὸν Λέντουλον, αὐτῷ τούτῳ προσήκονταἐπιβουλεύσαντας ὑμῖν ἠμυνάμην. εἰ δέ τις ὑμῶν ταῦτα μὲν ὀρθῶς ἡγεῖται λέγεσθαι, πρέσβεις δὲ πρότερον ἡμᾶς πρὸς αὐτὸν ἀποστεῖλαι δεῖν οἴεται, καὶ ἔπειτα μαθόντας τὴν γνώμην αὐτοῦ, ἂν μὲν ἑκὼν ἀπαλλάττηται τῶν ὅπλων καὶ ὑμῖν αὑτὸν ἐπιτρέπῃ, τὴν ἡσυχίανἄγειν, ἂν δὲ ἐπὶ τῶν αὐτῶν ἐπιμένῃ, τότε καὶ τὸν πόλεμον αὐτῷ ψηφισθῆναι (ταῦτα γὰρ πυνθάνομαί τινας παραινέσαι ὑμῖν ἐθέλεινʼ, λόγῳ μὲν εὐπρεπέστατον, τῷ δὲ ἔργῳ καὶ αἰσχρὸν καὶ ἐπικίνδυνον τῇ πόλει πρᾶγμα ποιεῖ. πῶς μὲν γὰρ οὐκ αἰσχρὸν κήρυξιν ὑμᾶς καὶ πρεσβείαις πρὸς