αὖθις φονευθῆναι. ἐβεβαιώσατε πάντα τὰ δοθέντα τισὶ καὶ νομοθετηθέντα πρὸς τοῦ Καίσαρος, οὐχ ὡς καλῶς πάντʼ ἔχοντα (πολλοῦ γε καὶ δεἶ, ἀλλʼ ὅτι μηδὲν αὐτῶν μετακινηθῆναι συνέφερεν, ὅπως ἀνυπόπτως χωρὶς ὑπούλου τινὸς ἀλλήλοις συνῶμεν. τούτων ἐξεταστὴς οὗτος γενόμενος πολλὰ μὲν τῶν πραχθέντων ὑπʼ αὐτοῦ καταλέλυκε, πολλὰ δὲ ἕτερα ἀντεγγέγραφε·καὶ γὰρ χώρας καὶ πολιτείας καὶ ἀτελείας καὶ ἄλλας τινὰς τιμὰς τούς τε ἔχοντας ἀφῄρηται, καὶ ἰδιώτας καὶ βασιλέας καὶ πόλεις, καὶ τοῖς μὴ λαβοῦσι δέδωκε, παραποιησάμενος τὰ τοῦ Καίσαρος ὑπομνήματα, καὶ τοὺς μὲν μηδὲν ἐθελήσαντας αὐτῷ προΐεσθαι καὶ τὰ δοθέντα αὐτοῖς ἀφελόμενος, τοῖς δʼ ὠνητιάσασι καὶἐκεῖνα καὶ τἆλλα πάντα πωλήσας. καίπερ ὑμεῖς αὐτὰ ταῦτα προορώμενοι ἐψηφίσασθε μηδεμίαν στήλην μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὡς καὶ παρʼ ἐκείνου τῳ δεδομένον τι ἔχουσαν, στῆναι. καὶ μέντοι καὶ μετὰ ταῦτα ὡς πολὺ τοῦτʼ ἐγίγνετο, καὶ ἔλεγεν ἀναγκαῖον εἶναί τινα τῶν ἐν τοῖς γράμμασι τοῖς τοῦ Καίσαροςεὑρεθέντων ἐκλεχθῆναί τε καὶ πραχθῆναι, ὑμεῖς μὲν μετὰ τῶν πρώτων ἀνδρῶν προσετάξατε αὐτῷ ταῦτα διαλέξαι, ἐκεῖνος δὲ οὐδὲν αὐτῶν φροντίσας, πάνθʼ ὅσα ἐβούλετο μόνος καὶ περὶ τοὺς νόμους καὶ περὶ τοὺς φυγάδας καὶ περὶ τὰ ἄλλα ἃ μικρῷ πρόσθεν εἶπον ἐξειργάσατο. οὕτω που πάντα τὰ δοκοῦντα ὑμῖν ποιεῖν βούλεται.Ἆρʼ οὖν ἐν τούτοις μόνον τοιοῦτος γέγονε, τὰ δʼ ἄλλα ὀρθῶς διῴκηκε; ποῦ; πόθεν; οὐ τὰ χρήματα τὰ κοινὰ τὰ καταλειφθέντα ὑπὸ τοῦ Καίσαρος ἐπιζητῆσαι καὶ ἀποδεῖξαι κελευσθεὶς ἥρπακε, καὶ τὰ μὲν τοῖς δανεισταῖς ἀποδέδωκε τὰ δὲ ἐς τρυφὴν κατανάλωκεν, ὥστε μηκέτʼ αὐτῷμηδὲ τούτων τι περιεῖναι; οὐ τὸ ὄνομα τὸ τοῦ δικτάτορος μισησάντων ὑμῶν διὰ τὴν ἐκείνου δυναστείαν καὶ παντελῶς ἐκ τῆς πολιτείας ἐκβαλόντων, τοῦτο μὲν ὥσπερ τι αὐτὸ ἐφʼ ἑαυτοῦ ἀδικῆσαι δυνάμενον οὐκ ἐπιτέθειται, τὰ δὲ ἔργα αὐτοῦ καὶ τὴν πλεονεξίαν ἐν τῷ τῆςὑπατείας προσρήματι ἐπιδέδεικται; οὐχ ὑμεῖς μὲν πρύτανιν αὐτὸν τῆς ὁμονοίας ἀπεδείξατε, οὗτος δὲ πόλεμον αὐτὸς ἐφʼ ἑαυτοῦ τηλικοῦτον, οὔτε προσήκοντα οὔτε ἐγνωσμένον, ἀνῄρηται πρὸς Καίσαρα καὶ Δέκιμον, οὓς ὑμεῖς ἐπαινεῖτε;μυρία δʼ ἂν εἴη λέγειν, εἴ τις ἐπεξιέναι καθʼ ἕκαστον ἐθελήσειεν ὧν ὑμεῖς μὲν ἐπετρέψατε αὐτῷ ὡς ὑπάτῳ διοικῆσαι, ἐκεῖνος δὲ οὐδʼ ὁτιοῦν ἐς δέον ἔπραξε, ἀλλὰ καὶ πάντα τἀναντία καθʼ ὑμῶν τῇ παρʼ ὑμῶν ἐξουσίᾳ δοθείσῃ χρώμενοςπεποίηκεν. ἆρʼ οὖν ἐς ὑμᾶς αὐτοὺς ἀναδέξεσθε καὶ ταῦτα τὰ κακῶς ὑπʼ αὐτοῦ πεπραγμένα, καὶ αὐτοὶ πάντων σφῶν αἴτιοι γεγονέναι φήσετε, ὅτι τὴν διοίκησιν αὐτῶν καὶ τὸν ἐξετασμὸν αὐτῷπροσετάξατε; ἀλλὰ ἄτοπον. οὐδὲ γὰρ ἂν στρατηγὸς ἢ καὶ πρεσβευτής τις αἱρεθεὶς μηδὲν τῶν δεόντων δράσῃ, τούτου τὴν αἰτίαν ὑμεῖς οἱ πέμψαντες αὐτοὺς ἕξετε. καὶ γὰρ ἂν εἴη δεινὸν εἰ πάντες οἱ προχειριζόμενοί τι πρᾶξαι τὰ μὲν κέρδη καὶ τὰς τιμὰς αὐτοὶ λαμβάνοιεν, τὰ δὲ ἐγκλήματα καὶ τὰς αἰτίας ἐφʼ ὑμᾶς ἀναφέροιεν.οὔκουν οὐδὲ τούτῳ προσέχειν προσήκει λέγοντι ὑμεῖς γὰρ τὴν Γαλατίαν ἄρχειν ἐπετρέψατε, ὑμεῖς τὰ χρήματα τὰ κοινὰ διοικῆσαι ἐκελεύσατε, ὑμεῖς τὰ στρατεύματα τὰ ἐκ τῆς Μακεδονίαςἐδώκατε.ʼ ἐψηφίσθη μὲν γὰρ ταῦτα οὕτως, εἴγε δεῖ τοῦτο εἰπεῖν, ἀλλὰ μὴ καὶ ὑπὲρ τούτου δίκην παρʼ αὐτοῦ λαβεῖν, ὅτι ταῦθʼ ὑμᾶς ἠνάγκασε γνῶναι· οὐ μέντοι καὶ τὸ τοὺς φυγάδας κατάγειν, οὐδὲ τὸ τοὺς νόμους παρεγγράφειν, οὐδὲ τὸ τὰς πολιτείας καὶ τὰς ἀτελείας πωλεῖν, οὐδὲ τὸ τὰ κοινὰ κλέπτειν, οὐδὲ τὸ τὰ τῶν συμμάχων ἁρπάζειν, οὐδὲ τὸ τὰς πόλεις κακουργεῖν, οὐδὲ τὸ τῆς πατρίδος τυραννεῖν ἐπιχειρεῖν ἐδώκατέ ποτεαὐτῷ. οὐδὲ γὰρ οὐδʼ ἄλλῳ τινί, καίτοι πολλὰ πολλοῖς ψηφισάμενοι, συνεχωρήσατε ὅσα ἐβούλοντο, ἀλλὰ καὶ δίκην ἀεί ποτε παρὰ τῶν τοιούτων, ὅσων γε καὶ ἠδυνήθητε, ἐλάβετε, ὥσπερ που καὶ παρʼ αὐτοῦ τούτου λήψεσθε, ἄν γε ἐμοὶ νῦνπεισθῆτε. καὶ γὰρ οὐδὲ ἐπὶ τούτων μόνων τοιοῦτος γέγονεν ὁποῖον αὐτὸν ἴστε καὶ ἑοράκατε, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς ὅσα πώποτε πρὸς τὰ κοινὰ προσελθὼν πέπραχε.τὸν γὰρ δὴ ἴδιον αὐτοῦ βίον τάς τε ἰδίας ἀσελγείας καὶ πλεονεξίας ἑκὼν παραλείψω, οὐχ ὅτι οὐχὶ πολλὰ καὶ δεινὰ καὶ ἐν ἐκείνοις εὕροι τις ἂν αὐτὸν πεποιηκότα, ἀλλʼ ὅτι αἰδοῦμαι νὴ τὸν Ἡρακλέα ἀκριβῶς καθʼ ἕκαστον, ἄλλως τε καὶπρὸς οὐδὲν ἦττον εἰδότας ὑμᾶς, λέγειν ὅπως μὲν τὴν ὥραν τὴν ἐν παισὶν ὑμῖν διέθετο, ὅπως δὲ τὴν ἀκμὴν τὴν ἐφʼ ἥβης ἀπεκήρυξε, τὰς ἑταιρήσεις αὐτοῦ τὰς λαθραίας, τὰς πορνείας τὰς ἐμφανεῖς, ὅσα ἔπαθεν ἕως ἐνεδέχετο, ὅσα ἔδρασεν ἀφʼ οὗπερ ἠδυνήθη, τοὺς κώμους, τὰς μέθας, τἆλλαπάντα τὰ τούτοις ἑπόμενα. ἀδύνατον γάρ ἐστιν ἄνθρωπον ἔν τε ἀσελγείᾳ καὶ ἐν ἀναισχυντίᾳ τοσαύτῃ τραφέντα μὴ οὐ πάντα τὸν ἑαυτοῦ βίον μιᾶναι· ὅθενπερ καὶ ἐπὶ τὰ κοινὰ ἀπὸ τῶν ἰδίων καὶ τὴν κιναιδίαν καὶ τὴν πλεονεξίαν προήγαγε.ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὴν ἐς Αἴγυπτον αὐτοῦ πρὸς Γαβίνιον ἀποδημίαν, τήν τε ἐς Γαλατίαν πρὸς Καίσαρα ἀπόδρασιν, ἵνα μή μέ τις φῇ πάντα ἀκριβολογεῖσθαι, αἰσχυνθεὶς ὑπὲρ ὑμῶν ὅτι τοιοῦτον αὐτὸν ὄντα εἰδότες καὶ δήμαρχον καὶ ἵππαρχον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἀπεδείξατε· ἃ δὲ ἐπʼ αὐτοῖς τούτοις ἐπαρῴνησε καὶ ἐκακούργησε, μόνα νῦν ἐρῶ.