καταλῦσαι ἐπεχείρησαν. τοῖς γάρ τι ἀεὶ δυναμένοις βαρυνόμενοι τούς τε ἀσθενεστέρους προσελάμβανον καὶ διὰ τούτων αὐτοὺς καθῄρουν· ἔπειτα καὶ ἐκείνοις ἠλλοτριοῦντο. κἀκ τούτου ἀντικαθιστάντες σφᾶς ἐς τὸ ἐπίφθονον τοὺς αὐτοὺς καὶ ἐφίλουν καὶ ἐμίσουν, καὶ ηὖξον καὶ ἐταπείνουν.οὕτως οὖν αὐτῶν καὶ περὶ τὸν Καίσαρα καὶ περὶ τὸν Ἀντώνιον ἐχόντων ἀρχὴν τήνδε ὁ πόλεμος ἔλαβεν. ὁ Καῖσαρ τοῦ Ἀντωνίου ἐς τὸ Βρεντέσιον πρὸς τοὺς στρατιώτας τοὺς ἐκ τῆς Μακεδονίας περαιωθέντας ἀφορμήσαντος ἐκεῖσεμὲν ἑτέρους τινὰς μετὰ χρημάτων, ὅπως σφᾶς σφετερίσωσι, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος ἀνδρῶν ἐκ τῆς Καπύης μάλιστα, ἅτε καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ, ᾧ τιμωρεῖν ἔλεγε, τήν τε χώραν καὶ τὴν πόλιν εἰληφότων, ἤθροισεν, ὑπισχνεῖτό τέ σφισι πολλά, καὶ ἔδωκεν εὐθὺς τότε κατὰ πεντακοσίας δραχμάς.ἐκ τούτων δὴ τῶν ἀνδρῶν καὶ τὸ τῶν ἠουοκάτων σύστημα, οὓς ἀνακλήτους ἄν τις ἑλληνίσας, ὅτι πεπαυμένοι τῆς στρατείας ἐπʼ αὐτὴν αὖθις ἀνεκλήθησαν, ὀνομάσειεν, ἐνομίσθη. καὶ αὐτοὺς παραλαβὼν ὁ Καῖσαρ ἠπείχθη τε ἐς τὴν Ῥώμηνπρὶν τὸν Ἀντώνιον ἀνακομισθῆναι, καὶ ἐς τὸν ὅμιλον ὑπὸ τοῦ Καννουτίου παρασκευασθέντα αὐτῷ ἐσελθὼν πολλὰ μὲν τοῦ πατρὸς αὐτοὺς ἀνέμνησεν, ἐπεξιὼν ὅσα καλῶς ἐπεποιήκει, πολλὰδὲ καὶ ὑπὲρ ἑαυτοῦ καὶ μέτρια διελέχθη, τοῦ τε Ἀντωνίου κατηγόρησε, καὶ τοὺς στρατιώτας τοὺς ἀκολουθήσαντάς οἱ ἐπῄνεσεν ὡς καὶ ἐθελοντὶ πρὸς ἐπικουρίαν τῆς πόλεως παρόντας καὶ ἑαυτόν τε ἐπʼ αὐτῇ προκεχειρισμένους καὶ διʼ ἑαυτοῦπᾶσι ταῦτα δηλοῦντας. ἐπαίνων τε ἐπὶ τούτοις ἔκ τε τῆς ἄλλης παρασκευῆς καὶ ἐκ τοῦ συνόντος αὐτῷ πλήθους τυχὼν ἀπῆρεν ἐς τὴν Τυρσηνίαν,ὅπως καὶ ἐκεῖθεν δύναμίν τινα προσλάβῃ. καὶ ὁ μὲν ταῦτʼ ἔπραττεν, Ἀντώνιον δὲ τὴν μὲν ἀρχὴν φιλοφρόνως οἱ στρατιῶται ἐν τῷ Βρεντεσίῳ ἐδέξαντο, προσδοκήσαντες πλείω παρʼ αὐτοῦ τῶν προτεινομένων σφίσιν ὑπὸ τοῦ Καίσαρος λήψεσθαι, ἐπειδὴ καὶ πολλῷ πλείω κεκτῆσθαι αὐτὸνἐκείνου ἐνόμιζον· ὡς μέντοι ἑκατόν τε ἑκάστῳ δραχμὰς δώσειν ὑπέσχετο, καὶ αὐτῶν ἐπὶ τούτῳ θορυβησάντων σφαγῆναι ἄλλους τέ τινας καὶ ἑκατοντάρχους ἔν τε τοῖς αὑτοῦ καὶ ἐν τοῖς τῆςγυναικὸς ὀφθαλμοῖς ἐκέλευσε, τότε μὲν ἡσύχασαν, πορευόμενοι δὲ ἐς τὴν Γαλατίαν καὶ κατὰ τὸ ἄστυ γεγενημένοι ἐνεωτέρισαν, καὶ καταφρονήσαντες τῶν ὑποστρατήγων τῶν ἐπιτεταγμένων σφίσι συχνοὶ πρὸς τὸν Καίσαρα μετέστησαν· καὶ τό γε Ἄρειον τό τε τέταρτον στρατόπεδον ὠνομασμένονὅλον αὐτῷ προσεχώρησε. παραλαβὼν οὖν αὐτούς, καὶ ἀργύριον καὶ ἐκείνοις ὁμοίως δούς, προσέθετο καὶ ἄλλους ἐκ τούτου πολλούς, καὶ τούς τε ἐλέφαντας τοὺς τοῦ Ἀντωνίου πάντας ἔλαβεν ἐξαπίνης παρακομιζομένοις σφίσιν ἐντυχών,ἐπειδή τε ἐκεῖνος ἄλλα τέ τινα ἐν τῇ Ῥώμῃ διοικήσας, καὶ τοὺς στρατιώτας τοὺς λοιποὺς τούς τε βουλευτὰς τοὺς σὺν αὐτοῖς ὄντας ὁρκώσας, ἐς τὴν Γαλατίαν ἐξώρμησε φοβηθεὶς μὴ καὶ αὐτή τι νεοχμώσῃ, οὐδʼ ὁ Καῖσαρ ἀνεβάλετο, ἀλλʼ ἐπηκολούθησεν αὐτῷ.ἦρχε μὲν δὴ τότε τῆς χώρας ἐκείνης ὁ Βροῦτος ὁ Δέκιμος, καὶ αὐτοῦ ὁ Ἀντώνιος ἐλπίδα πολλὴν εἶχεν ἅτε καὶ τὸν Καίσαρα ἀπεκτονότος· ἐπράχθη δὲ ὧδε. ὁ Δέκιμος οὔτε τι ἐς τὸν Καίσαρα ὑποπτεύων (οὐδὲ γὰρ ἐπηπείλει τι τοῖς σφαγεῦσἰ καὶ τὸν Ἀντώνιον οὐδὲν μᾶλλον ἐκείνου πολέμιον ἢ καὶ ἑαυτοῦ τῶν τε ἄλλων τῶν τι δυναμένων ὑπʼ ἐμφύτου πλεονεξίας ὁρῶν ὄντα, οὐχ ὑπεῖξεν αὐτῷ. μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ ἐπὶ πολὺ μὲν ἠπόρησενὅ τι πράξῃ. ἐμίσει μὲν γὰρ ἀμφοτέρους αὐτούς, οὐ μέντοι καὶ εἶχεν ὅπως ἑκατέρῳ ἅμα μάχοιτο· οὐδὲ γὰρ τῷ ἑτέρῳ σφῶν ὁποτερῳοῦν ἀντίπαλος ἤδη ἦν, πρὸς δὲ καὶ ἐδεδίει μὴ τοῦτο τολμήσας συστήσῃ τε αὐτοὺς ἀλλήλοις καὶ καθʼ ἓν ἀμφοτέροιςπολεμήσῃ. λογισάμενος οὖν ὅτι ὁ μὲν πρὸς τὸν Ἀντώνιον ἀγὼν ἤδη τε ἐνέστηκε καὶ ἐπείγει, τῆς δὲ τιμωρίας τῆς τοῦ πατρὸς οὐδέπω καιρὸς εἴη, τὸν Δέκιμον προσηταιρίσατο. καὶ γὰρ εὖ ἠπίστατο ὅτι τούτῳ μέν, ἂν τῶν ἀντικαθεστηκότων διʼ αὐτοῦ κρατήσῃ, οὐδὲν μέγα ἔργον μετὰ τοῦτό οἱ προσπολεμήσας ἕξει, ἐκεῖνον δὲ ἰσχυρὸν αὖθις πολέμιον σχήσει· τοσοῦτόν που ἀλλήλωνδιέφερον. πέμψας οὖν πρὸς τὸν Δέκιμον φιλίαν τε αὐτῷ ἐπηγγείλατο, καὶ συμμαχίαν, ἂν μὴ τὸν Ἀντώνιον δέξηται, προσυπισχνεῖτο. καὶ διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἄστει τὴν χάριν τὴν τοῦ Καίσαροςσυνῄροντο. τότε μὲν οὖν (ἤδη γὰρ ὅ τε ἐνιαυτὸς ἐξῄει καὶ ὕπατος οὐδεὶς παρῆν· ὁ γὰρ Δολοβέλλας ἐς τὴν Συρίαν ὑπὸ τοῦ Ἀντωνίου προεξεπέπεμπτὀ ἔπαινοι ἐν τῇ βουλῇ αὐτοῖς τε ἐκείνοις καὶ τοῖς στρατιώταις τοῖς τὸν Ἀντώνιον ἐγκαταλιποῦσι,τῶν δημάρχων ἐπιψηφισάντων, ἐγένοντο. καὶ ὅπως γε μετὰ ἀδείας τοῦ νέου ἔτους ἐνστάντος βουλεύσωνται περὶ τῶν παρόντων, φρουρᾷ σφίσι στρατιωτῶν ἐν τῷ συνεδρίῳ χρῆσθαι ἔδοξε. ταῦτα γὰρ ἤρεσκε μὲν καὶ τοῖς ἄλλοις τοῖς πλείοσι τῶν ἐν τῇ Ῥώμῃ τότε ὄντων (τὸν γὰρ Ἀντώνιον δεινῶςἐμίσουνʼ, μάλιστα δὲ δὴ τῷ Κικέρωνι· διὰ γὰρ τὸ πρὸς αὐτὸν ἔχθος σφοδρότατον ὑπάρχον τόν τε Καίσαρα ἐθεράπευε, καὶ πᾶν ὅσον ἐδύνατο καὶ λόγῳ καὶ ἔργῳ τούτῳ τε ἐβοήθει καὶ ἐκεῖνον ἐκάκου. καὶ διὰ τοῦτο, καίτοι ἐκχωρήσας ἐκ τῆς πόλεως ὡς καὶ τὸν υἱὸν Ἀθήναζε ἐπὶ παιδείᾳ προπέμψων, ἐπανῆλθεν ἐπειδήπερ ἐκπεπολεμωμένους σφᾶς ᾔσθετο.