Ἀλλʼ οὗτος ὁ πατήρ, οὗτος ὁ ἀρχιερεὺς ὁ ἄσυλος ὁ ἥρως ὁ θεὸς τέθνηκεν, οἴμοι, τέθνηκεν οὐ νόσῳ βιασθείς, οὐδὲ γήρᾳ μαρανθείς, οὐδὲ ἔξω που ἐν πολέμῳ τινὶ τρωθείς, οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπασθείς, ἀλλὰ ἐνταῦθα ἐντὸς τοῦ τείχους ἐπιβουλευθεὶς ὁ καὶ ἐς Βρεττανίανἀσφαλῶς στρατεύσας, ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ καὶ τὸ πωμήριον αὐτῆς ἐπαυξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς ὁ καὶ ἴδιον ἄλλο κατασκευάσας, ἄοπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστηρίοις ὁ δικαστής, πρὸς ταῖς ἀρχαῖς ὁ ἄρχων, ὑπὸ τῶν πολιτῶν ὃν μηδεὶς τῶν πολεμίων μηδʼ ἐς τὴν θάλασσαν ἐκπεσόντα ἀποκτεῖναι ἠδυνήθη, ὑπὸ τῶν ἑταίρων ὁ πολλάκις αὐτοὺς ἐλεήσας.ποῦ δῆτά σοι, Καῖσαρ, ἡ φιλανθρωπία, ποῦ δὲ ἡ ἀσυλία, ποῦ δὲ οἱ νόμοι; ἀλλὰ σὺ μέν, ὅπως μηδʼ ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται, πολλὰ ἐνομοθέτησας, σὲ δὲ οὕτως οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι, καὶ νῦν ἔν τε τῇ ἀγορᾷ πρόκεισαι ἐσφαγμένος, δι’ ἧς πολλάκις ἐπόμπευσας ἐστεφανωμένος, καὶ ἐπὶ τοῦ βήματος ἔρριψαι κατατετρωμένος,ἀφʼ οὗ πολλάκις ἐδημηγόρησας. οἴμοι πολιῶν ᾑματωμένων, ὢ στολῆς ἐσπαραγμένης, ἣν ἐπὶ τούτῳ μόνον, ὡς ἔοικεν, ἔλαβες, ἵνʼ ἐν ταύτῃ σφαγῇς.”τοιαῦτα τοῦ Ἀντωνίου λέγοντος ὁ δῆμος τὰ μὲν πρῶτα ἠρεθίζετο, ἔπειτα δὲ ὠργίζετο, καὶ τέλος οὕτως ἐφλέγμηνεν ὥστε τούς τε φονέας αὐτοῦ ζητεῖν καὶ τοῖς ἄλλοις βουλευταῖς ἐγκαλεῖν, ὅτι οἱ μὲν ἀπέκτειναν οἱ δὲ ἐπεῖδον ἀποθνήσκοντα ἄνδρα ὑπὲρ οὗ δημοσίᾳ κατʼ ἔτος εὔχεσθαι ἐψηφίσαντο, καὶ οὗ τήν τε ὑγίειαν τήν τε τύχην ὤμνυσαν, καὶ ὃν ἐξ ἴσου τοῖς δημάρχοις ἄσυλονἐπεποιήκεσαν. κἀκ τούτου τό τε σῶμα αὐτοῦ ἁρπάσαντες οἱ μὲν ἐς τὸ οἴκημα ἐν ᾧ ἀπέσφακτο, οἱ δὲ ἐς τὸ Καπιτώλιον κομίσαι τε ἐβούλοντο καὶ ἐκεῖ καῦσαι, κωλυθέντες δὲ ὑπὸ τῶν στρατιωτῶν φόβῳ τοῦ μή καὶ τὸ θέατρον τούς τε ναοὺς συγκαταπρησθῆναι, αὐτοῦ ἐν τῇ ἀγορᾷ, ὥσπερεἶχον, ἐπὶ πυρὰν ἐπέθηκαν. πολλὰ δʼ ἂν καὶ ὣς τῶν πέριξ οἰκοδομημάτων ἐφθάρη, εἰ μὴ οἵ τε στρατιῶται ἐμποδὼν ἐγένοντο καί τινας τῶν θρασυτέρων οἱ ὕπατοι κατὰ τῶν τοῦ Καπιτωλίου πετρῶν ἔωσαν. οὐ μέντοι καὶ ἐπαύσαντο διὰτοῦτο οἱ λοιποὶ ταραττόμενοι, ἀλλʼ ἐπί τε τὰς οἰκίας τῶν σφαγέων ὥρμησαν, καὶ ἄλλους τε ἐν τούτῳ καὶ Ελούϊον Κίνναν δημαρχοῦντα μάτην ἀπέκτειναν· οὐ γὰρ ὅπως ἐπεβούλευσε τῷ Καίσαρι, ἀλλὰ καὶ ἐν τοῖς μάλιστα αὐτὸν ἠγάπα. ἐπλανήθησαν δὲ ὅτι Κορνήλιος Κίννας ὁστρατηγὸς συμμετέσχε τῆς ἐπιθέσεως. καὶ μετὰ τοῦτο ἀπειπόντων τῶν ὑπάτων μηδένα ἔξω τῶν στρατιωτῶν ἔνοπλον εἶναι, τῶν μὲν φόνων ἀπέσχοντο, βωμὸν δέ τινα ἐν τῷ τῆς πυρᾶς χωρίῳ ἱδρυσάμενοι (τὰ γὰρ ὀστᾶ αὐτοῦ οἱ ἐξελεύθεροι προανείλοντο καὶ ἐς τὸ πατρῷον μνημεῖον κατέθεντὀ θύειν τε ἐπʼ αὐτῷ καὶ κατάρχεσθαι τῷΚαίσαρι ὡς καὶ θεῷ ἐπεχείρουν. οἱ οὖν ὕπατοι ἐκεῖνόν τε ἀνέτρεψαν, καί τινας ἀγανακτήσαντας ἐπὶ τούτῳ ἐκόλασαν, καὶ νόμον ἐξέθηκαν μηδένα αὖθις δικτάτορα γενέσθαι, ἀράς τε ποιησάμενοι καὶ θάνατον προειπόντες ἄν τέ τις ἐσηγήσηται τοῦτο ἄν θʼ ὑποστῇ, καὶ προσέτι καὶ χρήματααὐτοῖς ἄντικρυς ἐπικηρύξαντες. ταῦτα μὲν ἐς τὸ ἔπειτα προείδοντο, ὥσπερ ἐν τοῖς ὀνόμασι τῆς τῶν ἔργων δεινότητος οὔσης, ἀλλʼ οὐκ ἐκ τῶν ὅπλων καὶ ἐκ τῶν ἑκάστου τρόπων καὶ γιγνομένων αὐτῶν καὶ τὰς τῆς ἐξουσίας, ἐν ᾗ ποτʼ ἂντύχῃ δρώμενα, προσρήσεις διαβαλλόντων· ἐν δὲ τῷ τότε παρόντι τούς τε κληρούχους τοὺς ὑπὸ τοῦ Καίσαρος προκεχειρισμένους ἐς τὰς ἀποικίας εὐθύς, μὴ καὶ νεοχμώσωσί τι, ἔστειλαν, καὶ τῶν σφαγέων τοὺς μὲν ἄρξαι τινῶν εἰληχότας ἐς τὰ ἔθνη, τοὺς δὲ λοιποὺς ἄλλον ἄλλοσε ἐπὶ προφάσει τινὶ ἐξέπεμψαν· καὶ αὐτοὺς ὡς καὶ εὐεργέτας σφῶν πολλοὶ ἐτίμησαν.οὕτω μὲν ὁ Καῖσαρ μετήλλαξε. καὶ ἐπειδὴ ἔν τε τῷ τοῦ Πομπηίου οἰκοδομήματι καὶ παρὰ τῷ ἀνδριάντι αὐτοῦ τῷ τότε ἐκεῖ ἑστῶτι ἐσφάγη, ἔδοξέ τινα τιμωρίαν αὐτῷ δεδωκέναι, ἄλλως τε καὶ ὅτι καὶ βρονταὶ ἄπλετοι καὶ ὑετὸς λάβρος ἐπεγένετο. ἐν δʼ οὖν τῷ θορύβῳ ἐκείνῳ καὶ τοιόνδε τι οὐκ ἀπάξιον μνήμης συνηνέχθη.Γάϊος γάρ τις Κάσκας δημαρχῶν, καὶ ἰδὼν ὅτι ὁ Κίννας ἐκ τῆς πρὸς τὸν στρατηγὸν ὁμωνυμίας ἀπώλετο, ἐφοβήθη μὴ καὶ αὐτὸς ἀποθάνῃ, ὅτι Πούπλιος Σερουίλιος Κάσκας ἔκ τε τῶν δημάρχωνκαὶ ἐκ τῶν σφαγέων ἦν, καὶ γράμματα ἐξέθηκε τήν τε κοινωνίαν σφῶν ἐκ τῆς μιᾶς προσηγορίας καὶ τὴν διαφορὰν τῆς γνώμης δηλῶν. καὶ ἔπαθε μὲν οὐδέτερος δεινὸν οὐδέν (καὶ γὰρ ὁ Σερουίλιος ἰσχυρῶς ἐφυλάσσετὀ, λόγον δὲ δή τινα ὁ Γάϊος, ὥστε καὶ μνημονεύεσθαι διὰ τοῦτο, ἔσχεν.τότε μὲν δὴ ταῦτα πρός τε τῶν ἄλλων καὶ πρὸς τῶν ὑπάτων ἐγένετο· καὶ γὰρ τὸν Δολοβέλλαν ὁ Ἀντώνιος, καίτοι μὴ βουληθεὶς τὰ πρῶτα ἐς τὴν ἀρχὴν ὡς οὐδέπω καθήκουσάν οἱ προσλαβεῖν,ὅμως προσέθετο, δείσας μὴ στασιάσῃ. ὡς μέντοι ὅ τε θόρυβος κατέστη καὶ αὐτὸς ὁ Ἀντώνιος τό τε ἐξετάσαι τὰ διοικηθέντα ὑπὸ τοῦ Καίσαρος καὶ τὸ πάντα τὰ δόξαντα αὐτῷ ποιῆσαι ἐπετράπη, οὐκέτʼ ἐσωφρόνησεν, ἀλλʼ ἐπειδὴ τάχιστα ἐγκρατὴς τῶν γραμμάτων αὐτοῦ ἐγένετο, πολλὰ μὲν ἀπήλειψε πολλὰ δὲ καὶ ἀντενέγραψεν, ἄλλα τε