τὸν θάνατον αὐτοῦ ἀηδῶς ἤκουσε, τούς τε φονεύσαντας αὐτὸν οὐκ ἐπῄνεσεν ἀλλὰ καὶ ἀνταπέκτεινεν οὐ πολλῷ ὕστερον, καὶ αὐτόν γε τὸν Πτολεμαῖον, ὅτι καίτοι παῖς ὢν τὸν εὐεργέτην ἀπολόμενον περιεῖδε, προσδιέφθειρε.μετὰ ταῦτα τοίνυν ὅπως μὲν τὴν Αἴγυπτον κατεστήσατο, καὶ ὅσα χρήματα ἐκεῖθεν ὑμῖν ἐκόμισε, περιττὸν ἂν εἴη λέγειν· στρατεύσας δὲ ἐπὶ τὸν Φαρνάκην οὐκ ὀλίγα ἤδη τοῦ τε Πόντου καὶ τῆς Ἀρμενίας ἔχοντα, προσηγγέλθη τε ἅμα αὐτῷ προσιὼν καὶ ὤφθη παρὼν καὶ συνέβαλεναὐθημερὸν καὶ ἐνίκησεν. ἀφʼ ὧνπερ οὐχ ἥκιστα διέδειξεν ὅτι οὐδὲν χείρων ἐν τῇ Ἀλεξανδρείᾳ ἐγένετο, οὐδʼ ὑπὸ τρυφῆς ἐν αὐτῇ ἐνεχρόνισε· πῶς γὰρ ἂν ῥᾳδίως ἐκεῖνα ἔπραξε μὴ πολλῇ μὲν παρασκευῇ διανοίας πολλῇ δὲ καὶ ῥώμῃ χρώμενος;ὡς δʼ οὖν καὶ ὁ Φαρνάκης ἔφυγε, παρεσκευάζετο μὲν εὐθὺς ἐπὶ τὸν Πάρθον στρατεῦσαι, στασιασάντων δὲ αὖθις ἐνταῦθά τινων ἀνεκομίσθη τε ἄκων, καὶ οὕτως αὖ καὶ ταῦτα διέθετο ὥστεμηδʼ ὅτι ἀρχὴν ἐταράχθη πιστευθῆναι. οὔτε γὰρ ἀπέθανεν οὔτε ἔφυγεν, ἀλλʼ οὐδʼ ἠτιμώθη τὸ παράπαν ἐξ ἐκείνων τῶν πραγμάτων οὐδείς, οὐχ ὅτι οὐ δικαιότατα ἂν πολλοὶ ἐκολάσθησαν, ἀλλʼ ὅτι τοὺς μὲν πολεμίους ἀφειδῶς ἀπολλύναι τοὺς δὲ δὴ πολίτας σώζειν, κἂν φαῦλοί τινες ὦσιν,ἡγεῖτο δεῖν, καὶ διὰ τοῦτο τῇ μὲν ἀνδρείᾳ τοὺς ἀλλοφύλους κατηγωνίζετο, τῇ δὲ φιλανθρωπίᾳ καὶ τοὺς στασιάζοντας τῶν πολιτῶν, καίτοι καὶ ἀναξίους πολλάκις τούτου γεγονότας ἀφʼ ὧν ἔπραττον, διετήρει. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τῇ Ἀφρικῇ τῇ τε Ἰβηρίᾳ αὖθις ἔπραξε, πάντας ὅσοι μὴ καὶ πρότερόν ποτε ἁλόντες ὑπʼ αὐτοῦἠλέηντο ἀφείς. τὸ μὲν γὰρ τοὺς πολλάκις ἐπιβουλεύοντάς οἱ ἀεὶ περιποιεῖσθαι μωρίαν, οὐ φιλανθρωπίαν ἐνόμιζε· τὸ δὲ ἐν τοῖς πρώτοις ἁμαρτήμασι συγγιγνώσκειν τισί, καὶ μήτʼ ἀκατάλλακτον ὀργὴν ἔχειν καὶ προσέτι καὶ τιμὰς νέμειν, ἂν δὲ ἐν τοῖς αὐτοῖς ἐμμένωσιν, ἀπαλλαγὴν αὐτῶν ποιεῖσθαι, καὶ πάνυ ἀνδρὸς ἔργον ἡγεῖτοεἶναι. καίτοι τί τοῦτο εἶπον; πολλοὺς γάρ τοι καὶ ἐκείνων ἔσωσε, δοὺς τοῖς τε ἑταίροις ἅπασι καὶ τοῖς συννικήσασιν αὐτῷ ἕνα ἑκάστῳ τῶν ἁλόντων περιποιήσασθαι.καὶ μέντοι καὶ ὅτι ταῦτα πάντα ἀπʼ ἐμφύτου χρηστότητος, καὶ οὔτε προσποιητῶς οὔτε ἐπὶ κατασκευῇ πλεονεξίας τινός, ὥσπερ ἕτεροι συχνοὶ ἐφιλανθρωπεύσαντό τινα, ἔπραξε, μέγιστον μὲν καὶ ἐκεῖνο μαρτύριόν ἐστιν, ὅτι πανταχοῦ καὶ διὰ πάντων ὅμοιος ἐγένετο καὶ οὔτʼ ὀργή τις αὐτὸν ἠγρίανεν οὔτε εὐπραγία διέφθειρεν, οὐ τὸ κράτοςἠλλοίωσεν, οὐχ ἡ ἐξουσία μετέβαλεν. καίτοι χαλεπώτατον ἐν τοῖς τοσούτοις καὶ τοιούτοις καὶ προσέτι καὶ ἐπαλλήλοις πράγμασιν ἐξετασθέντα, καὶ τὰ μὲν κατωρθωκότα τὰ δὲ ἐν χερσὶν ἔτʼ ἔχοντα τὰ δʼ ὑποπτεύοντα, χρηστόν τε ἀεὶ διʼ ἴσου γενέσθαι, καὶ μηδὲν τραχὺ μηδὲ δεινόν, εἰ καὶ μὴ πρὸς τιμωρίαν τῶν παρεληλυθότων, ἀλλὰ πρός γε φυλακὴν τῶν μελλόντων ἐθελῆσαι ποιῆσαι.ἱκανὰ μὲν καὶ ταῦτα τὴν χρηστότητα αὐτοῦ τεκμηριῶσαί ἐστιν· οὕτω γὰρ ἐκ θεῶν ὄντως ἔφυ ὥστε ἓν μόνον ἠπίστατο, σώζειν τούς γε σώζεσθαι δυναμένους· προσέτι δὲ καὶ ἐκεῖνα, ὅτι τοῖς τε αὐτῷ πολεμήσασι τὸ μηδʼ ὑπʼ ἄλλου τινὸς κολασθῆναι παρεσκεύασε, καὶ τοὺς ἐν τῷ πρὶν ἐπταικόταςἀνεκτήσατο. πᾶσι μὲν γὰρ τοῖς μετὰ τοῦ Λεπίδου καὶ μετὰ τοῦ Σερτωρίου γενομένοις ἄδειαν δοθῆναι ἐποίησε, πᾶσι δὲ ἐκ τούτου τοῖς ἐκ τῶν ἐπικηρυχθέντων ὑπὸ τοῦ Σύλλου περιλειφθεῖσι τὴν σωτηρίαν ὑπάρξαι παρεσκεύασε, καὶ αὐτοὺς μετὰ τοῦτο κατήγαγε, τούς τε παῖδας ἁπάντων τῶν ὑπʼ ἐκείνου θανατωθέντων καὶ τιμῶν καὶἀρχῶν ἠξίωσεν. καὶ τὸ μέγιστον, πάντα ἁπλῶς τὰ γράμματα ὅσα ἢ παρὰ τῷ Πομπηίῳ ἢ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη κατέκαυσε, μήτʼ ἀναγνούς τι αὐτῶν μήτε τηρήσας, ἵνα μηδʼ ἄλλῳ τινὶ πονηρευθῆναί τι διʼ αὐτὰ ἐγγένηται. ὅτι δὲ ταῦθʼ οὕτως οὐκ εἶπε μόνον ἀλλὰ καὶ ἔπραξε, δηλοῖ τὰ ἔργα· οὐδεὶς γοῦν ἐκ τῶν γραμμάτων ἐκείνων οὐχ ὅσον οὐκ ἔπαθέ τι δεινόν, ἀλλʼ οὐδʼἐφοβήθη. οὔκουν οὐδʼ οἶδεν οὐδεὶς τοὺς ἐξ αὐτῶν περιγενομένους πλὴν αὐτῶν ἐκείνων. τοῦτο γάρ ἐστι παραδοξότατον καὶ μηδεμίαν ὑπερβολὴν ἔχον, ὅτι τε ἀφείθησαν πρὶν αἰτιαθῆναι καὶ ὅτι ἐσώθησαν πρὶν κινδυνεῦσαι, καὶ οὐδʼ αὐτὸς ὁ περιποιήσας σφᾶς ἔμαθεν οὓς ἠλέησε.καὶ γάρ τοι διά τε ταῦτα καὶ διὰ τἆλλα ὅσα ἐνομοθέτησε καὶ ἐπηνώρθωσε, μεγάλα μὲν αὐτὰ καθʼ ἑαυτὰ ὄντα, παρὰ μικρὸν δʼ ἂν πρὸς ἐκεῖνα νομισθέντα, ἂ οὐ χρὴ ἀκριβῶς ἐπεξιέναι, καὶ ἐφιλήσατε αὐτὸν ὡς πατέρα καὶ ἠγαπήσατε ὡς εὐεργέτην, τιμαῖς τε οἵαις οὐδένα ἄλλον ἠγήλατε,καὶ προστάτην διατελῆ τῆς τε πόλεως καὶ τῆς ἀρχῆς ἁπάσης ἔχειν ἐπεθυμήσατε, μηδὲν περὶ τῶν ὀνομάτων διενεχθέντες, ἀλλὰ καὶ πάντα αὐτῷ ὡς καὶ ἐλάττονα αὐτοῦ προσθέντες, ἵνʼ ὅσον καθʼ ἕκαστον αὐτῶν ἐκ τοῦ νομιζομένου πρὸς τὸ τελειότατον καὶ τῆς τιμῆς καὶ τῆς ἐξουσίας ἐνέδει, τοῦτο ἐκ τῆς παρὰ τῶν ἄλλων συντελείας ἀνταναπληρωθῇ.διὰ γὰρ τοῦτο ἀρχιερεὺς μὲν πρὸς τοὺς θεούς, ὕπατος δὲ πρὸς ἡμᾶς, αὐτοκράτωρ δὲ πρὸς τοὺς στρατιώτας, δικτάτωρ δὲ πρὸς τοὺς πολεμίους ἀπεδείχθη. καὶ τί ταῦτʼ ἐξαριθμοῦμαι, ὁπότε καὶ πατέρα αὐτὸν ἑνὶ λόγῳ τῆς πατρίδος ἐπεκαλέσατε; ἵνα μὴ τὰς ἄλλας αὐτοῦ προσηγορίας καταλέγω.