παριδὼν γοῦν τὴν πέμψιν τῶν νικητηρίων διὰ τὸ τὰ πράγματα κατεπείγειν, καὶ χάριν μὲν ὑμῖν τῆς τιμῆς γνούς, ἀρκεσθεὶς δὲ αὐτῇ ἐκείνῃ πρὸς τὴν δόξαν, ὑπάτευσε.καὶ ὅσα μὲν παρὰ τὴν ἀρχὴν ἐν τῇ πόλει διῴκησεν, ἦ μυρία ἂν εἴη λέγειν· ἀλλʼ ἐπειδὴ τάχιστα ἔκ τε ἐκείνης ἐξῆλθε καὶ πρὸς τὸν Γαλατικόν πόλεμον ἐστάλη, θεωρήσατε ὅσα αὖ καὶἡλίκα ἐνταῦθα κατειργάσατο. τοῖς μὲν γὰρ συμμάχοις οὐχ ὅπως βαρὺς ἐγένετο, ἀλλὰ καὶ προσεβοήθησεν, ἐπειδὴ μήτε τι αὐτοὺς ὑπώπτευσε καὶ προσέτι καὶ ἀδικουμένους εἶδε· τοὺς δὲ δὴ πολεμίους, οὐχ ὅτι τοὺς προσοικοῦντας αὐτοῖς ἀλλὰ καὶ τοὺς ἄλλους πάντας τοὺς τὴν Γαλατίαν νέμοντας, κατεστρέψατο, καὶ τοῦτο μὲν χώραν παμπληθῆ τοῦτο δὲ καὶ πόλεις ἀναριθμήτους, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ᾔδειμεν, προσεκτήσατο.καὶ ταῦτα μέντοι πάντα, μήτε δύναμιν ἀξιόχρεων μήτε χρήματα αὐτάρκη παρʼ ὑμῶν λαβών, οὕτω μὲν ταχέως κατέπραξεν ὥστε καὶ πρὶν αἰσθέσθαι τινὰ ὑμῶν ὅτι πολεμεῖ νενικηκέναι, οὕτω δὲ ἀσφαλῶς κατεστήσατο ὥστε καὶ ἐπιβατὴν ἀπʼ αὐτῶν καὶ τὴν Κελτικὴν καὶ τὴνΒρεττανίαν ποιῆσαι. καὶ νῦν δεδούλωται μὲν Γαλατία ἡ τούς τε Ἄμβρονας καὶ τοὺς Κίμβρους ἐφʼ ἡμᾶς ἀποστείλασα, καὶ γεωργεῖται πᾶσα ὥσπερ αὐτὴ ἡ Ἰταλία, πλεῖται δὲ οὐ Ῥοδανὸς ἔτι μόνος οὐδʼ Ἄραρις, ἀλλὰ καὶ Μόσας καὶ Λίγρος καὶ Ῥῆνος αὐτὸς καὶ ὠκεανὸς αὐτός.ὧν γὰρ οὐδὲ τὰς ἐπικλήσεις ἀκούοντες ἐπιστεύομεν αὐτὰ εἶναι, ταῦθʼ ἡμῖν προσκατείργασται, ἐμβατὰ μὲν τὰ πρὶν ἄγνωστα, πλωτὰ δὲ τὰ πρὶν ἀδιερεύνητα ἀπό τε τῆς μεγαλοπρεπείας καὶ ἀπὸτῆς μεγαλογνωμοσύνης ποιήσας. καὶ εἴγε μὴ φθονήσαντες αὐτῷ τινες, μᾶλλον δὲ ὑμῖν, ἐστασιάκεσαν, καὶ δεῦρο αὐτὸν πρὸ τοῦ προσήκοντος καιροῦ ἐπανελθεῖν ἠναγκάκεσαν, πάντως ἂν καὶ τὴν Βρεττανίαν ὅλην μετὰ τῶν ἄλλων νήσων τῶν περικειμένων αὐτῇ καὶ τὴν Κελτικὴν πᾶσαν μέχρι τοῦ ἀρκτικοῦ ὠκεανοῦ ἐκεχείρωτο, ὥσθʼ ἡμᾶς ὅρους μὴ γῆν μηδʼ ἀνθρώπους τὸ λοιπόν, ἀλλὰἀέρα καὶ τὴν ἔξω θάλασσαν ἔχειν. διὰ γὰρ ταῦτα καὶ ὑμεῖς, ὁρῶντες τό τε μέγεθος τῆς διανοίας αὐτοῦ καὶ τὰ ἔργα καὶ τὴν τύχην, ἐπὶ πλεῖστον ἄρξαι αὐτῷ προσετάξατε· ὅπερ, ἀφʼ οὗ ἐδημοκρατήθημεν, οὐδενὶ ἄλλῳ ὑπῆρξε, λέγω δὲ τὸ ὀκτὼ ἔτεσιν ὅλοις ἐφεξῆς ἡγεμονεῦσαι. οὕτως αὐτὸν πάντα ἐκεῖνα ὑμῖν ὄντως προσκτᾶσθαι ἐνομίσατε, καὶ οὐδεπώποτε ἐφʼ ὑμᾶς αὐξηθήσεσθαι ὑπωπτεύσατε.ἀλλὰ ὑμεῖς μὲν ἐπὶ μακρότατον αὐτὸν ἐγχρονίσαι τοῖς χωρίοις ἐκείνοις ἐπεθυμήσατε· οὐ μέντοι καὶ ἐπέτρεψαν οἱ τὴν πολιτείαν μηκέτι κοινὴν ἀλλʼ ἰδίαν αὑτῶν νομίζοντες εἶναι οὔτε τούτῳ τὰ λοιπὰ προσκαταστρέψασθαι οὔθʼ ὑμῖν πάντων αὐτῶν κυριεῦσαι, ἀλλὰ τῇ ἀσχολίᾳ αὐτοῦ ἀποχρησάμενοι πολλὰ καὶ ἀνόσια ἐτόλμησαν, ὥσθʼ ὑμᾶς τῆς παρʼ αὐτοῦ βοηθείαςδεηθῆναι. καὶ διὰ τοῦτο καταλιπὼν τὰ προκείμενα ταχέως ὑμῖν ἐπεκούρησε, καὶ πᾶσαν τὴν Ἰταλίαν ἐκ τῶν ἐπαρτηθέντων αὐτῇ κινδύνων ἠλευθέρωσε, καὶ προσέτι τήν τε Ἰβηρίαν ἀλλοτριουμένην ἐκομίσατο, καὶ τὸν Πομπήιον τήν τε πατρίδα καταλιπόντα καὶ βασιλείαν ἰδίαν ἐνΜακεδονίᾳ κατασκευάζοντα, καὶ ἐκεῖσε πάντα τὰ ὑμέτερα ἀγαθὰ μεταφέροντα, τούς τε ὑπηκόους ὑμῶν ἐφʼ ὑμᾶς συσκευαζόμενον καὶ τοῖς χρήμασιν ὑμῶν ἐφʼ ὑμᾶς χρώμενον ἰδὼν τὸ μὲν πρῶτον πεῖσαί πως ἠθέλησε, καὶ ἰδίᾳ καὶ κοινῇ προσπέμπων, παύσασθαι καὶ μεταθέσθαι, πίστεις λαβόντα μεγίστας ἦ μὴν ἐν τοῖς ἴσοις καὶ ὁμοίοιςαὖθις αὐτὸν γενήσεσθαι· ἐπεὶ δʼ οὐδένα τρόπον ἠδυνήθη τοῦτο ποιῆσαι, ἀλλʼ ἐκεῖνος τά τε ἄλλα καὶ τὴν συγγένειαν τὴν πρὸς τὸν Καίσαρα αὐτῷ ὑπάρξασαν ὑπερβὰς ἀντιπολεμεῖν ὑμῖν εἵλετο, οὕτω δὴ καταναγκασθεὶς τοῦ ἐμφυλίου πολέμου προσάψασθαι τί μὲν δεῖ λέγειν ὡς εὐτόλμως ἐπʼαὐτόν, καίπερ χειμῶνος ὄντος, ἔπλευσε, τί δὲ ὡς εὐθαρσῶς αὐτῷ, καίτοι πάντα τὰ ἐκεῖ χωρία ἔχοντι, συνέμιξε, τί δὲ ὡς ἀνδρικῶς αὐτοῦ, καίπερ πολὺ τῷ πλήθει τῶν στρατιωτῶν ἐλαττούμενος, ἐκράτησεν; ἂν γάρ τις καθʼ ἕκαστον αὐτῶν ἐπεξελθεῖν ἐθελήσῃ, παῖδα ἂν ἀποδείξειε τὸν θαυμαστὸν ἐκεῖνον Πομπήιον· οὕτως ἐν πᾶσιν αὐτοῖς κατεστρατηγήθη.ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲ γὰρ οὐδʼ αὐτὸς ὁ Καῖσαρ ἐσεμνύνατό ποτε ἐπʼ αὐτοῖς, μισῶν ἀεὶ τὰ τῆς ἀνάγκης· ἐπεὶ δὲ τὸ δαιμόνιον δικαιότατα τὴν μάχην ἔκρινε, τίνα μὲν τῶν τότε πρῶτον ἁλόντων ἀπέκτεινε, τίνα δὲ οὐκ ἐτίμησεν, οὐχ ὅτι τῶν βουλευτῶν ἢ τῶν ἱππέων ἢ καὶ ὅλως τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν συμμάχων τῶν τε ὑπηκόων;οὐδὲ γὰρ οὐδὲ ἐκείνων τις οὔτʼ ἀπέθανε βιαίως οὔτε αἰτίαν ἔλαβεν, οὐκ ἰδιώτης, οὐ βασιλεύς, οὐκ ἔθνος, οὐ πόλις· ἀλλʼ οἱ μὲν καὶ συνεξητάσθησαν αὐτῷ, οἱ δὲ τὴν γοῦν ἄδειαν ἐντίμως ἔσχον, ὥστε τότε δὴ καὶ πάντας ὀδύρεσθαι τῶνἀπολωλότων. τοσαύτῃ γὰρ περιουσίᾳ φιλανθρωπίας ἐχρήσατο ὥστε τοὺς μὲν συναραμένους τῷ Πομπηίῳ ἐπαινέσαι καὶ πάντα σφίσι τὰ δοθέντα ὑπʼ αὐτοῦ φυλάξαι, τὸν δὲ δὴ Φαρνάκην καὶ τὸν Ὀρώδην μισῆσαι ὅτι οὐκ ἐπεκούρησαν φίλοιαὐτοῦ ὄντες. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τῷ μὲν οὐκ ἐς μακρὰν ἐπολέμησε, τῷ δὲ ἐπιστρατεύσειν ἔμελλε. πάντως δʼ ἂν καὶ ζῶντα εἰλήφει. τεκμήριον δὲ ὅτι μήτε εὐθὺς αὐτὸν ἐπεδίωξεν ἀλλὰ κατὰ σχολὴν εἴασε φυγεῖν, καὶ