μὴ μνησικακεῖν ἀλλήλοις. εἰ γάρ τοί τινα καὶ ἡμάρτηταί τισιν, ἀλλʼ οὔτι γε καιρός ἐστιν οὔτε πολυπραγμονῆσαι αὐτὰ οὔτε ἐξελέγξαι οὔτε τιμωρήσασθαι. οὐδὲ γὰρ δικάζετέ τισιν ἐν τῷ παρόντι, ὥστε τὸ πάνυ ἀκριβὲς δίκαιον ζητηθῆναι δεῖν, ἀλλὰ βουλεύεσθε περὶ τῶν ἐνεστηκότων,ὅπως ὡς ἀσφαλέστατα καταστῇ. τοῦτο δὲ οὐκ ἂν ὑπάρξειεν ἡμῖν, εἰ μή τι παρίδοιμεν, ὥσπερ που καὶ ἐπὶ τῶν παίδων ποιεῖν εἰώθαμεν. οὔτε γὰρ πάντα ἀκριβῶς ἐπʼ αὐτῶν ἐκλογιζόμεθα, καὶ πολλὰ καὶ παρορῶμεν ἀναγκαίως· τῶν γὰρ μετρίων ἁμαρτημάτων ἕνεκα οὐδένʼ ἀνηκέστως δεῖκολάζειν, ἀλλὰ πρᾴως σωφρονίζειν. καὶ νῦν οὖν, ἅτε καὶ κοινοὶ παντὸς τοῦ δήμου πατέρες οὐ μόνον ὀνομαζόμενοι ἀλλὰ καὶ ἀληθῶς ὄντες, μὴ καὶ πάντα ἀκριβολογώμεθα, ἵνα μὴ καὶ πάντες ἀπολώμεθα, ἐπεί τοι πολλὰ μὲν ἄν τις καὶ αὐτῷ τῷ Καίσαρι ἐγκαλέσειεν, ὥστε καὶ δικαίως αὐτὸνπεφονεῦσθαι δόξαι, πολλὰ δὲ καὶ τοὺς ἀποκτείναντας αὐτὸν αἰτιάσαιτο, ὥστε καὶ τιμωρίας αὐτοὺς ἀξίους εἶναι νομισθῆναι. ἀλλὰ τοῦτο μὲν ἀνδρῶν ἔργον ἐστὶ στασιάσαι αὖθις ἐπιθυμούντων· δεῖ δὲ τοὺς ὀρθῶς βουλευομένους μὴ τὸ πάντῃ δίκαιον ἐξακριβοῦντας βλάπτεσθαι, ἀλλὰ καὶ τῷἐπιεικεῖ προσχρωμένους σώζεσθαι. ὥστε τὰ μὲν γεγενημένα ταῦτα χαλάζης τέ τινος καὶ κατακλυσμοῦ τρόπον συμβεβηκέναι νομίσαντες λήθῃ παράδοτε· γνωρίσαντες δὲ νῦν γε ἀλλήλους, ἅτε καὶ ὁμόφυλοι καὶ πολῖται συγγενεῖς τε ὄντες, ὁμονοήσατε.καὶ ὅπως γε μηδεὶς ὑμῶν ὑποπτεύσῃ με χαρίσασθαί τι τοῖς τὸν Καίσαρα ἀποκτείνασιν, ἵνα μὴ δίκην δῶσιν, ὅτι ποτὲ ἐν τῇ τοῦ Πομπηίου μερίδιἐγενόμην, βούλεσθαι, ἕν τι ὑμῖν ἐρῶ. καὶ γάρ τοι καὶ νομίζω πάντας ὑμᾶς πεπεῖσθαι σαφῶς ὅτι οὔτε φιλίαν οὔτε ἔχθραν πρὸς οὐδένα πώποτε διʼ ἐμαυτὸν ἀνειλόμην, ἀλλʼ ἀεὶ πάντας ὑμῶν ἕνεκα καὶ τῆς κοινῆς καὶ ἐλευθερίας καὶ ὁμονοίας τοὺς μὲν ἐμίσησα τοὺς δὲ ἠγάπησα. διʼ οὖν τοῦτο τὰ μὲν ἄλλα ἐάσω, βραχὺ δέ τι ὑμῖν μόνον φράσω.τοσούτου γὰρ δέω τοῦτο ποιεῖν καὶ μὴ τῆς κοινῆς σωτηρίας προσκοπεῖν, ὥστε καὶ τοῖς ἑτέροις οὐχ ὅτι τὴν ἄδειαν ἁπάντων ὧν ἐπιπολάσαντες ἐπὶ τοῦ Καίσαρος ἔξω τοῦ καθεστηκότος ἐποίησαν δοθῆναί φημι χρῆναι, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς ἀρχὰς καὶ τὰς δωρεάς, ὅσας ἔλαβον παρʼ αὐτοῦ, καίπερ οὐκ ἀρεσκόμενός τισιν αὐτῶν, φυλαχθῆναι.πρᾶξαι μὲν γὰρ ἔτι καὶ προχειρίσασθαί τι τοιοῦτον οὐκ ἂν ὑμῖν συμβουλεύσαιμι· ἐπειδὴ δὲ γέγονεν, οὐδὲν οὐδὲ ἐκείνων οἶμαι δεῖν ὑμᾶς πολυπραγμονῆσαι. τί γὰρ ἂν καὶ ζημιωθείητε τοσοῦτον, ἄν τι ὁ δεῖνα ἢ ὁ δεῖνα ἔξω τοῦ δικαίου καὶ παρὰ τὴν ἀξίαν λαβὼν ἔχῃ, ὅσον ὠφεληθείητε μήτε φόβον μήτε ταραχὴν τοῖς γε δυνηθεῖσι τότε παρασχόντες;ταῦτα μὲν ἐν τῷ παρόντι πρὸς τὸ κατεπεῖγον ἤδη λέγω· ἐπειδὰν δὲ καταστῇ τὰ πράγματα, τότε καὶ περὶ τῶν λοιπῶν σκεψώμεθα.”Κικέρων μὲν τοιαῦτα εἰπὼν ἔπεισε τὴν γερουσίαν μηδένα μηδενὶ μνησικακῆσαι ψηφίσασθαι· ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, καὶ οἱ σφαγεῖς ὑπέσχοντο τοῖς στρατιώταις μηδὲν τῶν ὑπὸ τοῦ Καίσαροςπραχθέντων καταλύσειν. ἐπειδὴ γὰρ δεινῶς αὐτοὺς ἀγανακτοῦντας ᾔσθοντο μὴ καὶ τῶν δοθέντων σφίσιν ὑπʼ αὐτοῦ στερηθῶσιν, ἔσπευσαν, πρὶν καὶ ὁτιοῦν τὴν βουλὴν διαγνῶναι, προκαταλαβεῖν αὐτούς, κἀκ τούτου τούς τε παρόντας αὐτοῦ κάτω προκαλοῦντες ἐς ἐπήκοον διελέγοντόσφισι τὰ προσήκοντα, καὶ ἐς τὴν ἀγορὰν γράμματα καταπέμποντες ἐπηγγέλλοντο μήτʼ ἀφαιρήσεσθαι μηδένα μηδὲν μήτʼ ἄλλως λυπήσειν, τό τε κῦρος σύμπασι τοῖς πραχθεῖσιν ὑπὸ τοῦ Καίσαρος ἐκβεβαιοῦν· καὶ ἐς τὴν ὁμόνοιαν αὐτοὺς προετρέποντο, ὅρκοις τοῖς μεγίστοις ἦ μὴν ἀψευδήσεινπάντα πιστούμενοι. ὡς οὖν καὶ τὰ τῇ βουλῇ δόξαντα διηγγέλθη, οὔτε οἱ στρατιῶται τῷ Λεπίδῳ ἔτι προσεῖχον οὔτε ἐκεῖνοι δέος τι αὐτοῦ ἔσχον, ἀλλʼ ἐς τὰς καταλλαγάς, τοῦ Ἀντωνίου τὰ μάλιστα ἐνάγοντός σφας, καὶ παρὰ τὴν γνώμηναὐτοῦ ὥρμησαν. ὁ μὲν γὰρ Λέπιδος πρόσχημα τὴν τοῦ Καίσαρος τιμωρίαν ποιούμενος νεωτέρων πραγμάτων ἐπεθύμει, καὶ ἅτε καὶ στρατεύματα ἔχων τήν τε δυναστείαν αὐτοῦ διαδέξεσθαι καὶ ἐν κράτει γενήσεσθαι προσεδόκα, καὶ διὰ ταῦτʼἐπολεμοποίει· ὁ δὲ Ἀντώνιος τά τε ἐκείνου τοιαῦθʼ ὁρῶν ὄντα, καὶ αὐτὸς μηδεμίαν ἰσχὺν περιβεβλημένος, οὔτε τι ἐτόλμησε τότε γε νεοχμῶσαι, καὶ τὸν Λέπιδον ἡττηθῆναι τοῦ πλείονος, ἵνα μὴ μείζων γένηται, προσανέπεισεν. συνέβησαν μὲν οὖν ἐφʼ οἷσπερ ἐψήφιστο, οὐ μέντοι καὶ πρότερον οἱ ἐν τῷ Καπιτωλίῳ ὄντες κατέβησαν πρὶν τόν τε τοῦ Λεπίδου καὶ τὸν τοῦ Ἀντωνίου παῖδα ἐν ὁμήρων λόγῳ λαβεῖν. καὶ Βροῦτος μὲν πρὸς τὸνΛέπιδον (καὶ γὰρ ἐν γένει αὐτῷ ἦνʼ, Κάσσιος δὲ πρὸς τὸν Ἀντώνιον ἐπʼ ἀσφαλείᾳ συνδειπνούντων δὲ αὐτῶν ἄλλα τε, ὥσπερ εἰκὸς ἐν τῷ τοιούτῳ, πολλὰ ἐλέγετο, καὶ ἐπήρετο τὸν Κάσσιον ὁ Ἀντώνιος “ἆρά γε καὶ νῦν ξιφίδιόν τι ὑπὸ μάλης ἔχεις;” καὶ ὃς “μάλα” ἔφη “μέγα, ἄν γε καὶ σὺ τυραννῆσαι ἐπιθυμήσῃς.”τότε μὲν δὴ ταῦθʼ οὕτως ἐπράχθη, καὶ δεινὸν οὐδὲν οὔτε ἐγίγνετο οὔτε ἠλπίζετο, ἀλλʼ οἵ τε πολλοὶ ἔχαιρον τῆς δυναστείας τοῦ Καίσαρος ἀπηλλαγμένοι (καί τινες καὶ ἄταφον τὸ σῶμα αὐτοῦ ῥῖψαι ἐνενόουνʼ, καὶ ἐκεῖνοι εὐθυμοῦντο μήτε προσπεριεργαζόμενοί τι καὶ ἐλευθερωταὶ