φιλίαν καὶ ὁμόνοιαν ἐπανελθεῖν, ἐνθυμηθέντας τοῦτό γε, εἰ μηδὲν ἄλλο, ὅτι τέως μὲν ἐκείνως ἐπολιτευόμεθα, καὶ χώρας καὶ πλούτους καὶ δόξαν καὶ συμμάχους ἐκτησάμεθα, ἀφʼ οὗ δὲ ἐς τὰ πρὸς ἀλλήλους κακὰ προήχθημεν, οὐχ ὅσον οὐκ ἀμείνους ἀλλὰ καὶ πολὺ χείρους ἐγενόμεθα.καὶ ἔγωγε τοσούτου δέω νομίζειν ἄλλο τι σῶσαι ἂν ἐν τῷ παρόντι τὴν πόλιν, ὥστʼ ἂν μή τι τήμερον καὶ ἤδη γε ὅτι τάχιστα προβουλεύσωμεν, οὐδʼ ἀναλαβεῖν δυνησόμεθα.σκοπεῖτε δὲ ὡς ἀληθῆ λέγω, πρός τε τὰ παρόντα ἀπιδόντες καὶ τὰ ἀρχαῖα ἀναλογισάμενοι. ἦ οὐχ ὁρᾶτε μὲν τὰ γιγνόμενα, καὶ ὅτι διαιρεῖταί τε καὶ περισπᾶται ὁ δῆμος αὖθις, καὶ οἱ μὲν ταῦτα οἱ δὲ ἐκεῖνα προαιρούμενοι διχῇ τε ἤδηνενέμηνται καὶ διχῇ στρατοπεδεύονται, καὶ οἱ μὲν τὸ Καπιτώλιον προκατειλήφασιν ὥσπερ τινὰς Γαλάτας φοβούμενοι, οἱ δὲ ἐκ τῆς ἀγορᾶς πολιορκεῖν αὐτοὺς παρασκευάζονται καθάπερ Καρχηδόνιοί τινες ἀλλʼ οὐ Ῥωμαῖοι καὶ αὐτοὶὄντες; οὐκ ἀκούετε δὲ ὅτι καὶ πρότερον πολλάκις διχογνωμονησάντων τινῶν ὥστε καὶ τὸν Ἀουεντῖνόν ποτε καὶ τὸ Καπιτώλιον, ἔστι δʼ οὓς αὐτῶν καὶ τὸ ἱερὸν ὄρος κατασχεῖν, ὁσάκις μὲν ἐπὶ τοῖς ἴσοις, ἢ καὶ βραχύ τι συγχωρήσαντες οἱ ἕτεροι τοῖς ἑτέροις, κατηλλάγησαν, μισοῦντέςτε ἀλλήλους εὐθὺς ἐπαύσαντο, καὶ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ τὸ λοιπὸν τοῦ χρόνου διήγαγον οὕτως ὥστε καὶ πολλοὺς καὶ μεγάλους πολέμους κοινῇ κατορθῶσαι· ὁσάκις δὲ δὴ πρὸς φόνους καὶ σφαγὰς ἐχώρησαν, οἱ μὲν δικαιώσει τοῦ ἀμύνεσθαι τοὺς προϋπάρξαντας, οἱ δὲ καὶ φιλονεικίᾳ τοῦ μηδενὸς ἐλασσοῦσθαι δοκεῖν ἀπατηθέντες,οὐδὲν πώποτε χρηστὸν ἐγένετο; τί γὰρ δεῖ πρὸς οὐδὲν ἧττον ὑμᾶς εἰδότας τὸν Οὐαλέριον, τὸν Ὁράτιον, τὸν Σατορνῖνον, τὸν Γλαυκίαν, τοὺς Γράκχους λέγοντα διατρίβειν; τοιαῦτʼ οὖν παραδείγματα, καὶ ταῦτα οὐκ ἀλλότρια ἀλλʼοἰκεῖα ἔχοντες, μὴ μελλήσητε τὰ μὲν ζηλῶσαι τὰ δὲ φυλάξασθαι, ἀλλʼ ἅτε ἀπʼ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν τῆς ἐκβάσεως ὧν βουλεύεσθε προειληφότες, μηκέτι τοὺς ἐμοὺς λόγους ὡς καὶ ῥήματα διασκοπεῖτε, ἀλλὰ τὰ τῷ κοινῷ διαφέροντα ὡς καὶ ἐν τῷ ἔργῳ ἤδη ὄντα θεωρεῖτε.οὐδὲ γὰρ ἀσαφεῖ τινι ἐνθυμήσει τἀφανὲς τῆς ἐλπίδος ἀναρρίψετε, ἀλλʼ ἐχεγγύῳ πίστει τὸ βέβαιον τοῦ λογισμοῦ προνοήσετε.ὑπάρχει μὲν οὖν ὑμῖν τοῦθʼ, ὅπερ εἶπον, οἴκοθεν καὶ παρὰ τῶν προγόνων λαβοῦσιν ὀρθῶς βουλεύσασθαι· καὶ διὰ τοῦτο οὐδὲ ξενικοῖς παραδείγμασι χρῆσθαι ἠθέλησα, μυρία ἂν εἰπεῖν ἔχων. ἓν δʼ οὖν ὅμως τῆς ἀρίστης καὶ ἀρχαιοτάτης πόλεως, παρʼ ἧς οὐδʼ οἱ πατέρες ἡμῶν ἐπάγεσθαί τινας νόμους ἀπηξίωσαν, παρέξομαι·καὶ γὰρ αἰσχρὸν ἂν εἴη τοσοῦτον ἡμᾶς καὶ τῇ ῥώμῃ καὶ τῇ γνώμῃ τῶν Ἀθηναίων ὑπερέχοντας χεῖρον αὐτῶν βουλεύεσθαι. ἐκεῖνοι τοίνυν (λέγω δὲ ὃ πάντες ἴστἐ στασιάσαντές ποτε, καὶ ἐκ τούτου καὶ ὑπὸ τῶν Λακεδαιμονίων καταπολεμηθέντες καὶ ὑπὸ τῶν δυνατωτέρων πολιτῶντυραννηθέντες, οὐ πρότερον ἀπηλλάγησαν τῶν κακῶν πρὶν συνθέσθαι καὶ διομολογήσασθαι τῶν τε συμβεβηκότων σφίσι, πολλῶν που καὶ δεινῶν ὄντων, ἐπιλήσεσθαι, καὶ μηδὲν τὸ παράπαν ὑπὲρ αὐτῶν μήτε ἐγκαλέσειν ποτὲ μήτε μνησικακήσειντινί. τοιγάρτοι σωφρονήσαντες οὕτως οὐχ ὅτι τυραννούμενοι καὶ στασιάζοντες ἐπαύσαντο, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν εὐθένησαν καὶ τήν τε πόλιν ἀνεκτήσαντο καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀντεποιήσαντο, καὶ τέλος κύριοι καὶ σῶσαι καὶ ἀπολέσαι καὶ τοὺς Λακεδαιμονίους αὐτοὺς καὶτοὺς Θηβαίους πολλάκις ἐγένοντο. καίτοι εἰ ἠθελήκεσαν ἐκεῖνοι οἱ τὴν Φυλὴν καταλαβόντες καὶ ἐκ τοῦ Πειραιῶς κατελθόντες τιμωρήσασθαι τοὺς ἐκ τοῦ ἄστεως ὑπὲρ ὧν ἠδίκηντο, εὔλογον μὲν ἂν πρᾶγμα πεποιηκέναι ἐδεδόχεσαν, πολλὰ δʼ ἂν καὶ ἐδεδράκεσαν κακὰ καὶ ἐπεπόνθεσαν.ὥσπερ γὰρ κρείττους αὐτῶν παρὰ τὴν ἐλπίδα ἐγένοντο, τάχʼ ἄν τι καὶ ἠλαττώθησαν αὖθις.οὐ γάρ ἐστιν ἐν τοῖς τοιούτοις βέβαιον οὐδέν, οὐδʼ ἐξ ὧν ἰσχύει τις, πρὸς ἐπικράτησιν, ἀλλὰ πάμπολλοι μὲν θαρσοῦντες ἔπταισαν, πάμπολλοι δὲ ζητοῦντες ἀμύνασθαί τινα προσαπώλοντο.οὔτε γὰρ τὸ πλεονεκτούμενον ἔν τινι πάντως εὐτυχεῖ, διότι καὶ ἀδικεῖται, οὔτε τὸ δυνάμει προῦχον πάντως κατορθοῖ, διότι καὶ προήκει, ἀλλʼ ἀμφότερα ἀπὸ τῆς ἴσης καὶ τῷ παραλόγῳ τοῦ ἀνθρωπίνου καὶ τῷ ἀσταθμήτῳ τῆς τύχης ὑποκείμενα, καὶ τὴν ῥοπὴν πολλάκις οὐ πρὸς τὸ σφέτερον εὔελπι ἀλλὰ πρὸς τὸ ἐκείνων ἀδόκητονλαμβάνει. ὅθεν ἔκ τε τούτων καὶ ἐκ τῆς φιλονεικίας (δεινὸν γάρ ἐστιν ἄνθρωπος ἀδικηθεὶς ἢ νομίσας γε ἀδικεῖσθαι ὑπὲρ δύναμιν θρασύνασθαἰ καὶ πολλοὶ πολλάκις καὶ παρὰ τὴν ἰσχὺν ἐπαίρονται διακινδυνεύειν ὡς καὶ κρατήσοντες ἢοὔτι γε καὶ ἀναιμωτὶ διολούμενοι, καὶ οὕτω τὰ μὲν νικῶντες τὰ δὲ ἡττώμενοι, καὶ τοτὲ μὲν ἀντεπικρατοῦντες ἄλλων τοτὲ δὲ ἀντελαττούμενοι, οἱ μὲν πασσυδὶ συναπόλλυνται, οἱ δὲ τήν τε Καδμείαν λεγομένην νίκην νικῶσιν, καὶ ἐν τῷ χρόνῳ, ὅτʼ οὐδὲν ὄφελός ἐστιν, αἰσθάνονται ὅτι κακῶς ἐβουλεύσαντο.καὶ ὅτι ταῦθʼ οὕτως ἔχει, καὶ ὑμεῖς ἔργῳ μεμαθήκατε. σκοπεῖτε δέ· ἴσχυσέ τινα χρόνον ἐν τοῖς στασιωτικοῖς ὁ Μάριος, εἶτʼ ἐκπεσὼν καὶ δύναμιν ἀθροίσας ἴστε οἷα εἰργάσατο. ὁμοίως ὁ Σύλλας, ἵνα μὴ τὸν Κίνναν μηδὲ τὸν Στράβωνα μηδὲ τοὺς ἄλλους τοὺς διὰ μέσου καταλέγω, δυνηθεὶς τὴν πρώτην, εἶτʼ ἐλαττωθείς, ἔπειτα δυναστεύσας οὐδὲν ὅ τι οὐχὶ τῶν δεινοτάτων ἔπραξε. τί γὰρ δεῖ τὸν Μάριον τὸν δεύτερον ἢ τὸν Κίνναν ἐκεῖνον αὐτὸν ἢ τὸν Κάρβωνα ὀνομάζειν;