ἐπεί τε ὁ καιρὸς ἐλάμβανε, προσῆλθέ τις αὐτῷ ὡς καὶ χάριν τινὰ γιγνώσκων, καὶ τὸ ἱμάτιον αὐτοῦ ἀπὸ τοῦ ὤμου καθείλκυσε, σημεῖόν τι τοῦτο κατὰ τὸ συγκείμενον τοῖς συνωμόταις αἴρων· κἀκ τούτου προσπεσόντες αὐτῷ ἐκεῖνοιπολλαχόθεν ἅμα κατέτρωσαν αὐτόν, ὥσθʼ ὑπὸ τοῦ πλήθους αὐτῶν μήτʼ εἰπεῖν μήτε πρᾶξαί τι τὸν Καίσαρα δυνηθῆναι, ἀλλὰ συγκαλυψάμενον σφαγῆναι πολλοῖς τραύμασι. ταῦτα μὲν τἀληθέστατα· ἤδη δέ τινες καὶ ἐκεῖνο εἶπον, ὅτι πρὸς τὸν Βροῦτον ἰσχυρῶς πατάξαντα ἔφη “καὶ σύ, τέκνον;”θορύβου δʼ οὖν πολλοῦ παρὰ τῶν ἄλλων τῶν τε ἔνδον ὄντων καὶ τῶν ἔξωθεν προσεστηκότων πρός τε τὸ αἰφνίδιον τοῦ πάθους, καὶ ὅτι ἠγνόουν τούς τε σφαγέας καὶ τὸ πλῆθος τήν τε διάνοιαν αὐτῶν, γενομένου πάντες ὡς καὶ κινδυνεύσοντεςἐταράσσοντο, καὶ αὐτοί τε ἐς φυγὴν ὥρμησαν ᾗ ἕκαστος ἐδύνατο, καὶ τοὺς προστυγχάνοντάς σφισιν ἐξέπλησσον, σαφὲς μὲν οὐδὲν λέγοντες, αὐτὰ δὲ ταῦτα μόνον βοῶντες, “φεῦγε, κλεῖε,κλεῖε.” καὶ αὐτὰ καὶ οἱ λοιποὶ παραλαμβάνοντες παρʼ ἀλλήλων ὡς ἕκαστος διεβόων, καὶ τήν τε πόλιν θρήνων ἐπλήρουν, καὶ αὐτοὶ ἔς τε τὰ ἐργαστήρια καὶ ἐς τὰς οἰκίας ἐσπίπτοντες ἀπεκρύπτοντο, καίτοι τῶν σφαγέων ἔς τε τὴν ἀγορὰν ὥσπερ εἶχον ὁρμησάντων, καὶ τοῖς τε σχήμασιν ἐνδεικνυμένων καὶ προσεκβοώντων μὴ φοβεῖσθαι.ἐκεῖνοι μὲν γὰρ τοῦτό τε ἅμα ἔλεγον καὶ τὸν Κικέρωνα συνεχῶς ἀνεκάλουν, ὁ δὲ ὅμιλος οὔτʼ ἄλλως ἐπίστευέ σφισιν ἀληθεύειν οὔτε ῥᾳδίως καθίστατο· ὀψὲ δʼ οὖν ποτε καὶ μόλις, ὡς οὔτε τις ἐφονεύετο οὔτε συνελαμβάνετο, θαρσήσαντεςἡσύχασαν. καὶ συνελθόντων αὐτῶν ἐς ἐκκλησίαν πολλὰ μὲν κατὰ τοῦ Καίσαρος πολλὰ δὲ καὶ ὑπὲρ τῆς δημοκρατίας οἱ σφαγεῖς εἶπον, θαρσεῖν τέ σφας καὶ μηδὲν δεινὸν προσδέχεσθαι ἐκέλευον· οὔτε γὰρ ἐπὶ δυναστείᾳ οὔτʼ ἐπʼ ἄλλῃ πλεονεξίᾳ οὐδεμιᾷ ἀπεκτονέναι αὐτὸν ἔφασαν, ἀλλʼ ἵνʼ ἐλεύθεροί τε καὶ αὐτόνομοι ὄντες ὀρθῶς πολιτεύωνται.τοιαῦτα ἄττα εἰπόντες τοὺς μὲν πολλοὺς κατέστησαν, καὶ μάλισθʼ ὅτι οὐδένα ἠδίκουν· αὐτοὶ δὲ δὴ φοβούμενοι καὶ ὣς μή τις σφίσιν ἀντεπιβουλεύσῃ, ἀνῆλθον ἐς τὸ Καπιτώλιον ὡς καὶ τοῖς θεοῖς προσευξόμενοι, καὶ ἐκεῖ τήν τε ἡμέραν καὶτὴν νύκτα ἐνδιέτριψαν. καὶ αὐτοῖς καὶ ἄλλοι τινὲς τῶν πρώτων ἀφʼ ἑσπέρας, τῆς μὲν ἐπιβουλῆς οὐ συμμετασχόντες, τῆς δὲ ἀπʼ αὐτῆς δόξης, ὡς καὶ ἐπαινουμένους σφᾶς ἑώρων, καὶ τῶν ἄθλων ἃπροσεδέχοντο μεταποιησόμενοι, συνεγένοντο. καὶ συνέβη γε αὐτοῖς ἐς τοὐναντίον τὸ πρᾶγμα δικαιότατα περιστῆναι· οὔτε γὰρ τὸ ὄνομα τοῦ ἔργου ἅτε μηδὲν αὐτοῦ προσκοινωνήσαντες ἔλαβον, καὶ τοῦ κινδύνου τοῦ τοῖς δράσασιν αὐτὸ συμβάντος ὡς καὶ συνεπιβουλεύσαντές σφισι μετέσχον.ἰδὼν δὲ ταῦτα ὁ Δολοβέλλας οὐδʼ αὐτὸς ἠξίου τὴν ἡσυχίαν ἄγειν, ἀλλʼ ἔς τε τὴν ὕπατον ἀρχὴν καίπερ μηδέπω οἱ προσήκουσαν ἐσῆλθε, καὶ δημηγορήσας τι περὶ τῶν παρόντων ἐς τὸΚαπιτώλιον ἀνέβη. τούτων δὲ ἐνταῦθα ὄντων, ὁ Λέπιδος μαθὼν τὰ γεγενημένα τήν τε ἀγορὰν μετὰ τῶν στρατιωτῶν τῆς νυκτὸς κατέλαβε, καὶ κατὰ τῶν σφαγέων ἅμα ἕῳ ἐδημηγόρει. ὁ οὖν Ἀντώνιος, καίτοι παραχρῆμα μετὰ τὸν τοῦ Καίσαρος θάνατον φυγὼν καὶ τήν τε ἐσθῆτα τὴν ἀρχικήν, ὅπως διαλάθῃ, ῥίψας καὶ τὴν νύκτακρυφθείς, ὅμως ἐπειδὴ τούς τε σφαγέας ἐν τῷ Καπιτωλίῳ καὶ τὸν Λέπιδον ἐν τῇ ἀγορᾷ ὄντα ᾔσθετο, τήν τε γερουσίαν ἐς τὸ τῆς Γῆς τέμενος ἤθροισε καὶ γνώμας ὑπὲρ τῶν παρόντων προέθηκε. καὶ εἶπον ἄλλοι τε ἄλλα, ὡς ἕκαστος αὐτῶν ἐγίγνωσκε, καὶ ὁ Κικέρων τάδε, οἷσπερ καὶ ἐπείσθησαν·“ἀεὶ μὲν ἔγωγε οἶμαι χρῆναι μηδένα μηδὲν μήτε πρὸς χάριν μήτε πρὸς φιλονεικίαν λέγειν, ἀλλʼ ὃ βέλτιστον ἕκαστος εἶναι νομίζει, τοῦτʼἀποφαίνεσθαι. δεινὸν γὰρ εἰ τοὺς μὲν στρατηγοῦντας τούς θʼ ὑπατεύοντας πάντα ἀπὸ ὀρθῆς τῆς διανοίας ποιεῖν ἀξιώσομεν, κἂν ἄρα πως σφαλῶσιν, εὐθύνας παρʼ αὐτῶν καὶ τῆς τύχης ἀπαιτήσομεν, ἐν δὲ δὴ τῷ βουλεύεσθαι, ἐν ᾧ κυριώτατοι τῆς ἡμετέρας αὐτῶν γνώμης ἐσμέν, τὰ κοινῇ συμφέροντα τῶν ἰδίων ἕνεκα πλεονεξιῶν προησόμεθα.ἀεὶ μὲν δὴ διὰ ταῦτα, ὦ πατέρες, πάντα ἁπλῶς καὶ δικαίως ἡγοῦμαι δεῖν ἡμᾶς συμβουλεύειν ὑμῖν, μάλιστα δὲ ἐν τοῖς παροῦσι πράγμασιν, ἐν οἷς ἂν μὲν μηδὲν πολυπραγμονήσαντες ὁμονοήσωμεν, αὐτοί τε σωθησόμεθα καὶτοὺς ἄλλους ἅπαντας περιποιήσομεν, ἂν δʼ ἀκριβῶς πάντα ἐξετάσαι ἐθελήσωμεν, δέδοικα μὴ κακῶς — δυσχερὲς δʼ οὐδὲν ἀρχόμενος τῶν λόγωνεἰπεῖν βούλομαι. πρότερον μὲν γάρ, οὐκ ὀλίγος ἐξ οὗ χρόνος, οἱ τὰ ὅπλα ἔχοντες καὶ τῆς πολιτείας ἐγκρατεῖς ὡς τὸ πολὺ ἐγίγνοντο, ὥστʼ αὐτοὺς ὅ τι δεῖ βουλεύειν ὑμῖν ἐπιτάττειν, ἀλλʼ οὐχ ὑμᾶς ὅ τι χρὴ πράττειν ἐκείνους προσκοπεῖν·νῦν δʼ ἐς τοῦτο καιροῦ πάνθʼ ὡς εἰπεῖν τὰ πράγματα πάρεστιν ὥστε ἐφʼ ὑμῖν τε αὐτὰ εἶναι καὶ ἐς ὑμᾶς ἀνακεῖσθαι, καὶ παρʼ ὑμῶν ἤτοι τὴν ὁμόνοιαν καὶ μετὰ ταύτης τὴν ἐλευθερίαν, ἢ στάσεις καὶ πολέμους ἐμφυλίους αὖθις καὶἀπʼ αὐτῶν καὶ δεσπότην λαβεῖν. ὅ τι γὰρ ἂν τήμερον ψηφίσησθε, τούτῳ καὶ οἱ ἄλλοι πάντες ἀκολουθήσουσι. τούτων οὖν οὕτως, ὥς γε ἐμαυτὸν πείθω, ἐχόντων φημὶ δεῖν ἡμᾶς τὰς μὲν πρὸς ἀλλήλους ἔχθρας ἢ φιλονεικίας, ἢ ὅπως ἄν τις αὐτὰς ὀνομάσῃ, καταλύσασθαι. πρὸς δὲ δὴ τὴν παλαιὰν ἐκείνην εἰρήνην καὶ