τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τρίτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Καῖσαρ Σκιπἱωνα καὶ Ἰόβαν ἐνίκησεν. β. ὡς Νουμιδίαν οἱ Ῥωμαῖοι ἔσχον. γ. ὡς Κάτων ἑαυτὸν ἀπέκτεινεν. δ. ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐπινίκια ἔπεμψε καὶ τἆλλα κατεστήσατο. ε. ὡς ἥ τε ἀγορὰ Καίσαρος καὶ ὁ ναὸς ὁ τῆς Ἀφροδίτης καθιερώθη. ζ. ὡς Καῖσαρ τὸν ἐνιαυτὸν ἐς τὸν νῦν τρόπον κατεστήσατο. η. ὡς Καῖσαρ Γναῖον Πομπήιον τὸν τοῦ Πομπηίου υἱὸν ἐν Ἰβηρίᾳ ἐνίκησεν. θ. ὡς πρῶτον ὕπατοι ἐς οὐχ ὅλον τὸ ἔτος ἀπεδείχθησαν. ι. ὡς Καρχηδὼν καὶ Κόρινθος ἀπῳκίσθη. ια. ὡς οἱ Κερεάλιοι ἀγορανόμοι κατεστάθησαν. χρόνου πλῆθος ἔτη τρία, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ γ μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ γ μετὰ Αἰμιλίου Λεπίδου γ. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ δ μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ δ μόνος γ. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ ε μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ ε μετὰ Μ. Ἀντωνίου.τότε μὲν ταῦτʼ ἔπραξε, τῷ δὲ ἐχομένῳ ἔτει καὶ ἐδικτατόρευσεν ἅμα καὶ ὑπάτευσε, τρίτον ἑκάτερον, τοῦ Λεπίδου οἱ ἀμφοτέρωθι συνάρξαντος. ἐπειδὴ γὰρ δικτάτωρ ὑπʼ αὐτοῦ τὸ πρῶτον ἐλέχθη, παραχρῆμά τε αὐτὸν μετὰ τὴν στρατηγίαν ἐς τὴν Ἰβηρίαν τὴν πλησιαιτέραν ἔστειλε,καὶ ἐπανελθόντα ἐπινικίοις, μήτε τινὰς νικήσαντα μήτʼ ἀρχὴν μαχεσάμενόν τισιν, ἐτίμησε, πρόφασιν ὅτι τοῖς ὑπό τε τοῦ Λογγίνου καὶ ὑπὸ τοῦΜαρκέλλου πραχθεῖσι παρεγένετο. οὔκουν οὐδὲ ἔπεμψέ τι ἐπʼ ἀληθείας, πλὴν τῶν χρημάτων ἃ τοὺς συμμάχους ἐσεσυλήκει. τούτοις τε οὖν αὐτὸν ἤγηλε, καὶ μετὰ τοῦτο καὶ συνάρχοντα ἑκατέρωθι προσείλετο.καὶ αὐτῶν ἀρχόντων ἤδη οἵ τε ἐν τῇ Ῥώμῃ ἐταράχθησαν ὑπὸ σημείων· λύκος τε γὰρ ἐν αὐτῇ ὤφθη, καὶ χοῖρος ἐλέφαντι πλὴν τῶν ποδῶν ὅμοιος ἐγεννήθη· κἀν τῇ Ἀφρικῇ ὅ τε Πετρεΐος καὶ ὁ Λαβιῆνος τηρήσαντες τὸν Καίσαρα πρὸςκώμας ἐπὶ σῖτον ἐξεληλυθότα. τήν τε ἵππον αὐτοῦ μηδέπω καλῶς ἐκ τῆς θαλάσσης ἐρρωμένην ἐς τοὺς πεζοὺς τοῖς Νομάσι κατήραξαν, καὶ συνταραχθείσης πρὸς τοῦτο τῆς ἀσπίδος πολλοὺς μὲν αὐτῶν ἐν χερσὶν ἀπέκτειναν, πάντας δʼ ἂν καὶ τοὺς λοιποὺς ἀνειληθέντας ἐπὶ μετέωρόντι ἐξέκοψαν, εἰ μὴ ἰσχυρῶς ἐτρώθησαν. ἐπὶ πλεῖον δʼ οὖν καὶ ὥς, τούτου συμβεβηκότος, τὸν Καίσαρα κατέπληξαν. λογιζόμενος μὲν γὰρ ὡς ὑπὸ ὀλίγων ἔπταισε, προσδεχόμενος δὲ καὶ τὸν Σκιπίωνα τόν τε Ἰόβαν πάσαις, ὥσπερ ἠγγέλλοντο, ταῖς δυνάμεσιν εὐθὺς ἀφίξεσθαι, διηπόρεικαὶ οὐκ εἶχεν ὅ τι πράξῃ· τόν τε γὰρ πόλεμον μηδέπω καλῶς διενεγκεῖν δυνάμενος, καὶ τὴν ἐν ταὐτῷ μονὴν χαλεπήν, κἂν οἱ πολέμιοί σφων ἀπέχωνται, διὰ τὴν τῆς τροφῆς ἀπορίαν, τήν τε ἀνάστασιν ἀδύνατον τῶν πολεμίων καὶ ἐκ τῆς ἠπείρου καὶ ἐκ τῆς θαλάσσης ἐπικειμένων οἱ ὁρῶν οὖσαν, ἠθύμει.Ἐνταῦθʼ οὖν αὐτῷ ὄντι Πούπλιός τις Σίττιος, εἴγε ἐκεῖνον ἀλλὰ μὴ τὸ δαιμόνιον δεῖ λέγειν, τήν τε σωτηρίαν ἅμα καὶ τὴν ἐπικράτησιν ἔδωκεν. οὗτος γὰρ ἐξέπεσε μὲν ἐκ τῆς Ἰταλίας, παραλαβὼν δὲ συμφυγάδας τινὰς καὶ περαιωθεὶς ἐςΜαυριτανίαν χεῖρά τε ἤθροισε, καὶ παρὰ τῷ Βόκχῳ στρατηγήσας ἐπεχείρησε τῷ Καίσαρι, μήτε τινὰ εὐεργεσίαν αὐτοῦ προέχων μήτʼ ἄλλως ἐν γνώσει οἱ ὤν, τοῦ τε πολέμου συναείρασθαι καὶτὰ παρόντα συγκατεργάσασθαι. κἀκ τούτου αὐτῷ μὲν ἐκείνῳ οὐκ ἐπήμυνε· πόρρω τε γὰρ αὐτὸν ἤκουεν ὄντα, καὶ βραχύ τι ὑφʼ ἑαυτοῦ (οὐ γάρ πω μεγάλην ἰσχὺν εἶχενʼ ὠφελήσεσθαι ἐνόμιζε· τὸν δὲ δὴ Ἰόβαν ἐκστρατεύσαντα τηρησαςἔς τε τὴν Νουμιδίαν ἐνέβαλε, καὶ ταύτην τε καὶ τὴν Γαιτουλίαν μέρος τῆς ἀρχῆς αὐτοῦ οὖσαν ἐλυμήνατο, ὥστε τὸν βασιλέα τῶν τε ἐν χερσὶν ἀφέσθαι καὶ ἐκ μέσης τῆς ὁδοῦ μετὰ τοῦ πλείονος στρατοῦ ἀναστρέψαι· ἔστι γὰρ ὅ τι καὶτῷ Σκιπίωνι ἀπʼ αὐτοῦ συνέπεμψεν. ἐξ οὗπερ καὶ τὰ μάλιστα διεφάνη ὅτι εἰ καὶ ἐκεῖνος ἐληλύθει, οὐκ ἄν ποτε αὐτοῖς ὁ Καῖσαρ ἀντέσχεν. οὔκουν οὐδὲ μόνῳ τῷ Σκιπίωνι συμβαλεῖν εὐθὺς ἐτόλμησε· τά τε γὰρ ἄλλα καὶ τοὺς ἐλέφαντας, τὸ μέν τι καὶ ἐπὶ τῇ μάχῃ, τὸ δὲ δὴ πλεῖον ὅτι τὸἱππικὸν αὐτοῦ ἐτάρασσον, δεινῶς ἐδεδίει. ἐν φυλακῇ οὖν τὸ στρατόπεδον ἐς ὅσον ἐδύνατο ποιῶν ὁ Καῖσαρ στρατιώτας τε ἐκ τῆς Ἰταλίας καὶ ἐλέφαντας μετεπέμπετο, οὐχ ὡς καὶ ἀξιόμαχόν τι διʼ αὐτῶν δράσων (οὐδὲ γὰρ πολλοὶ ἦσανʼ, ἀλλʼ ἵνα οἱ ἵπποι πρός τε τὴν ὄψιν καὶ πρὸς τὴν φωνὴν αὐτῶν ἐκμελετήσωσιν οὐδὲν ἔτι τοὺς τῶν πολεμίων φοβεῖσθαι.κἀν τούτῳ οἵ τε Γαίτουλοι προσεχώρησαν αὐτῷ καὶ ἕτεροί τινες τῶν πλησιοχώρων, τὰ μὲν δι’ ἐκείνους, ἐπειδή σφας μεγάλως τιμηθέντας ἤκουσαν, τὰ δὲ καὶ τῇ τοῦ Μαρίου μνήμῃ, ὅτιπροσήκων αὐτοῦ ἦν. ὡς δὲ ταῦτά τε ἐγένετο, καὶ οἱ ἐκ τῆς Ἰταλίας βραδέως μὲν καὶ ἐπικινδύνως ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ τῶν πολεμίων περαιωθέντες, ὅμως δʼ οὖν ἦλθόν ποτε, οὐκέθʼ ἡσύχασεν, ἀλλὰ καὶ τοὐναντίον ἠπείχθη πρὸς τὴν μάχην, ὅπως πρὶν τὸν Ἰόβαν ἐπελθεῖνφθάσῃ τὸν Σκιπίωνα προκατεργασάμενος. καὶ προχωρήσας ἐπʼ αὐτὸν πρὸς πόλιν Οὐζζίττα ἐπὶ λόφου τινός, ὑπέρ τε ἐκείνης καὶ ὑπὲρ τοῦ στρατοπέδου ἅμα αὐτῶν ὄντος, ἱδρύθη, προεκκρούσας τοὺς κατέχοντας αὐτόν, καὶ μετὰ τοῦτο προσπεσόντα οἱ τὸν Σκιπίωνα ἀπό τε τοῦ μετεώρου ἀπεδίωξε καὶ τοῖς ἱππεῦσιν ἐπικαταδραμὼν