ἐκάκωσε. τοῦτό τε οὖν τὸ χωρίον κατέσχε καὶ ἐνετειχίσατο, καὶ ἕτερον ἐπὶ θάτερα τῆς πόλεως, τὸν Λαβιῆνον ἐπʼ αὐτοῦ κρατήσας, ἔλαβε· κἀκ τούτου καὶ πᾶσαν αὐτὴν ἀπετείχισεν. ὁ γὰρ Σκιπίων δείσας μὴ προαναλωθῇ, ἐς μάχην μὲνοὐκέτʼ αὐτῷ ᾔει, τὸν δὲ Ἰόβαν μετεπέμπετο, καὶ αὐτῷ, ἐπειδὴ μὴ ὑπήκουέν οἱ, πάντα τὰ ἐν τῇ Ἀφρικῇ τοῖς Ῥωμαίοις ὄντα χαρίσασθαι ὑπέσχετο. καὶ ὁ μὲν ἐκ τούτου τῷ μὲν Σιττίῳ ἄλλους ἀντέταξεν, αὐτὸς δὲ ἐπὶ τὸν Καίσαρα αὖθις ὥρμησεν.ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, ὁ Καῖσαρ ἐπείρασε μὲν πάντα τρόπον ἐς χεῖρας τὸν Σκιπίωνα ὑπαγαγέσθαι, μὴ δυνηθεὶς δὲ λόγους τε φιλίους ἐς τοὺς στρατιώτας αὐτοῦ καθῆκε καὶ βιβλίαβραχέα διέρριψεν, ὑπισχνούμενος διʼ αὐτῶν τῷ μὲν ἐπιχωρίῳ τά τε οἰκεῖα ἀκέραια τηρήσειν καὶ αὐτοὺς ἐλευθέρους ἀφήσειν, τῷ δὲ Ῥωμαίῳ τήν τε ἄδειαν καὶ τὰ γέρα ἃ καὶ τοῖς συνοῦσίν οἱ ὤφειλε δώσειν· καὶ συχνούς γε ἐκ τούτουπροσεποιήσατο. Σκιπίων δὲ ἐπεχείρησε μὲν καὶ αὐτὸς καὶ βιβλία καὶ λόγους ἐς τοὺς ἐναντίους ἐσβαλεῖν ὡς καὶ σφετερισόμενός τινας, οὐ μέντοι καὶ μεταστῆσαι αὐτοὺς ἠδυνήθη, οὐχ ὅτι οὐκ ἂν καὶ τὰ ἐκείνου τινὲς ἀνθείλοντο, εἴπερτι τῶν ὁμοίων ἐπηγγέλλετο, ἀλλʼ ὅτι ἆθλον μέν σφισιν οὐδὲν ὑπισχνεῖτο, τὸν δὲ δὴ δῆμον τὸν τῶν Ῥωμαίων τήν τε γερουσίαν ἄλλως ἐλευθερῶσαι αὐτοὺς παρεκάλει. καὶ οὕτως, ἐν ᾧ δὴ τὰ εὐπρεπέστερα τῷ λόγῳ μᾶλλον ἢ τὰ χρησιμώτερα τοῖς παροῦσιν ᾑρεῖτο, οὐδένα αὐτῶν ᾠκειώσατο.μέχρι μὲν οὖν μόνος ὁ Σκιπίων ἐν τῷ στρατοπέδῳ ἦν, ταῦθʼ οὕτως ἐγίγνετο, ἐπεὶ δὲ καὶ ὁ Ἰόβας ἐπῆλθεν, ἠλλοιώθη. ἐκεῖνοι μὲν γὰρ καὶ προεκαλοῦντο τοὺς ἐναντίους ἐς μάχην, καὶ μὴβουλομένους συμβαλεῖν ἐλύπουν, τῷ τε ἱππικῷ τοὺς ἀποσκεδαννυμένους σφῶν ἰσχυρῶς ἔβλαπτον· ὁ δὲ δὴ Καῖσαρ οὔτε ἐς χεῖρας αὐτοῖς ἑκὼν ᾔει, καὶ τὴν περιτείχισιν ἐπέσχε, καὶ τὴν τροφὴν ἀγαπητῶς ἥρπαζε, καὶ δυνάμεις ἄλλαςοἴκοθεν προσμετεπέμπετο. καὶ ὀψὲ μὲν καὶ χαλεπῶς ἐλθούσας αὐτάς (οὔτε γὰρ ἀθρόαι ἦσαν ἀλλὰ κατὰ βραχὺ συνελέγοντο, καὶ πλοίων ὥσθʼ ἅμα περαιωθῆναι ἠπόρουνʼ — ἐλθούσας δʼ οὖν ποτε προσλαβὼν ἀνεθάρσησεν αὖθις, καὶ ἐπεξαγαγὼνπαρετάξατο πρὸ τῆς ταφρείας. ἰδόντες δὲ τοῦτο οἱ ἐναντίοι ἀντιπαρετάξαντο μέν, οὐ μὴν καὶ συνέβαλόν σφισιν. καὶ τοῦτο ἐπὶ πλείους ἡμέρας ἐγένετο· πλὴν γὰρ ὅτι τοῖς ἱππεῦσιν ἐπὶ βραχὺ συμμιγνύντες ἀνεχώρουν, οὐδὲν οὐδέτεροι μέγα παρέβαλον.ὁ οὖν Καῖσαρ ἐννοήσας ὅτι οὐκ ἂν δύναιτο ἄκοντας αὐτοὺς ὑπὸ τῶν χωρίων ἐς χεῖρας ἐλθεῖν ἀναγκάσαι, πρὸς Θάψον ὥρμησεν, ἵνʼ ἢ προσβοηθησάντων αὐτῶν τῇ πόλει συμβάλῃ σφίσιν,ἢ περιιδόντων ἐκείνην γε ἕλῃ. ἡ δὲ δὴ Θάψος κεῖται μὲν ἐν χερρονήσῳ τρόπον τινά, ἔνθεν μὲν τῆς θαλάσσης ἔνθεν δὲ λίμνης παρηκούσης, στενὸν δὲ δὴ τὸν ἰσθμὸν καὶ ἑλώδη διὰ μέσου οὕτως ἔχει ὥστε διχῇ μὲν διʼ ἐλαχίστου δὲ ἐφʼ ἑκάτερα τοῦ ἕλους παρʼ αὐτὴν τὴν ῥαχίανἀμφοτέρωθεν παριέναι. πρὸς ταύτην οὖν τὴν πόλιν ὁ Καῖσαρ εἴσω τῶν στενῶν χωρήσας ἐτάφρευε καὶ ἐσταύρου. καὶ ἐκεῖνοι μὲν οὐδὲν πρᾶγμα αὐτῷ παρεῖχον (οὐ γὰρ ἦσαν ἀξιόμαχοἰ, ὁ δὲ δὴ Σκιπίων καὶ ὁ Ἰόβας ἐπεχείρησαν τὸ στόμα τοῦ ἰσθμοῦ, καθʼ ὃ πρὸς τὴν ἤπειρον τελευτᾷ, σταυρώμασι καὶ ταφρεύμασι διχῇ διαλαβόντεςἀνταποτειχίσαι. ἐν ἔργῳ δὲ αὐτῶν ὄντων καὶ πολὺ καθʼ ἑκάστην ἡμέραν ἀνυόντων (ὅπως γάρ τοι θᾶσσον διατειχίσωσι, τούς τε ἐλέφαντας καθʼ ὃ μηδέπω διετετάφρευτο ἀλλʼ εὐέφοδόν τι τοῖς πολεμίοις ἦν προσέταξαν, καὶ τὰ λοιπὰ πάντεςεἰργάζοντὀ ἐπέθετο ὁ Καῖσαρ αἰφνίδιον τοῖς ἐτέροις τοῖς περὶ τὸν Σκιπίωνα, καὶ τοὺς ἐλέφαντας πόρρωθεν σφενδόναις καὶ τοξεύμασιν ἐκταράξας ἐφέσπετό τε αὐτοῖς ἀναχωρήσασι, καὶ παρὰ δόξαν τοῖς ἐργαζομένοις προσμίξας καὶ ἐκείνους ἐτρέψατο, καί σφισι φυγοῦσιν ἐςτὸ ἔρυμα συνεσπεσὼν αὐτοβοεὶ αὐτὸ εἷλεν. ἰδὼν δὲ ταῦτα ὁ Ἰόβας οὕτως ἐξεπλάγη καὶ ἔδεισεν ὡς μήτε ἐς χεῖράς τινι ὑπομεῖναι ἐλθεῖν μήτετὸ στρατόπεδον διὰ φυλακῆς ποιήσασθαι. ἐκεῖνος μὲν οὖν φυγὼν καὶ οἴκαδε ἐπειχθείς, ἔπειτʼ ἐπειδὴ μηδεὶς αὐτόν, ἄλλως τε καὶ τοῦ Σιττίου τοὺς ἀντικαταστάντας οἱ προνενικηκότος, ἐδέξατο, ἀπέγνω τε τὴν σωτηρίαν, καὶ τῷ Πετρεΐῳ μηδεμίαν μηδʼ αὐτῷ ἐλπίδα ἀδείας ἔχοντι ἐμονομάχησεκαὶ συναπέθανε. Καῖσαρ δὲ τό τε σταύρωμα εὐθὺς μετὰ τὴν φυγὴν αὐτοῦ ἔλαβε, καὶ φόνον πλεῖστον τῶν προστυχόντων ἁπάντων σφίσιν ἐποίησεν· οὐδὲ γὰρ τῶν μεταστάντων ἐφείσατο. κἀκ τούτου τάς τε ἄλλας πόλειςμηδενὸς ἀνθισταμένου παρεστήσατο, καὶ τοὺς Νομάδας λαβὼν ἔς τε τὸ ὑπήκοον ἐπήγαγε καὶ τῷ Σαλουστίῳ λόγῳ μὲν ἄρχειν ἔργῳ δὲ ἄγειν τε καὶ φέρειν ἐπέτρεψεν. ἀμέλει καὶ ἐδωροδόκησε πολλὰ καὶ ἥρπασεν, ὥστε καὶ κατηγορηθῆναικαὶ αἰσχύνην αἰσχίστην ὀφλεῖν, ὅτι τοιαῦτα συγγράμματα συγγράψας καὶ πολλὰ καὶ πικρὰ περὶ τῶν ἐκκαρπουμένων τινὰς εἰπὼν οὐκ ἐμιμήσατο τῷ ἔργῳ τοὺς λόγους. ὅθεν εἰ καὶ τὰ μάλιστα ἀφείθη ὑπὸ τοῦ Καίσαρος, ἀλλʼ αὐτός γε ἑαυτὸν καὶ πάνυ τῇ συγγραφῇ ἐστηλοκόπησε.τοῦτό τε οὖν οὕτως ἐγένετο, καὶ τὰ ἔθνη τὰ ἐν τῇ Λιβύῃ ταῦτα τὸ μὲν περὶ τὴν Καρχηδόνα, ὃ δὴ καὶ Ἀφρικὴν καλοῦμεν, παλαιόν, ὅτι ἐκ πολλοῦ κατείργαστο, τὸ δὲ δὴ τῶν Νομάδων νέον, ὅτι