τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ δευτέρῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Πομπήιος ἡττηθεὶς ἐν Θεσσαλίᾳ ἔφυγεν εἰς Αἴγυπτον καὶ ἀπέθανεν. β. ὡς Καῖσαρ Πομπήιον ἐπιδιώκων εἰς Αἴγυπτον ἦλθεν. γ. ὡς ἠγγέλθη τὰ κατὰ Καίσαρα καὶ Πομπήιον εἰς Ῥώμην καὶ ἃ ἐψηφίσαντο τῷ Καίσαρι. δ. ὡς ἐστασίασαν οἱ ἐν Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀποδημίαν. ε. ὡς Καῖσαρ Αἰγυπτίοις πολεμήσας κατεστρέψατο αὐτοὺς καὶ τῇ Κλεοπάτρᾳ ἐχαρίσατο. ζ. ὡς Καῖσαρ Φαρνάκην ἐνίκησεν. η. ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐν αὐτῇ κατεστήσατο. θ. ὡς Καῖσαρ ἐς Ἀφρικὴν ἐστράτευσεν. χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γ. Ἰουλίου Καίσαρος τὸ β καὶ Πουπλίου Σερουιλίου Ἰσαυρικοῦ ὑπατείας καὶ ἄλλο ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ β μ. Ἀντώνιος Μ. υἱ. ἵππαρχος ὑπάτω δὲ κ. Φούφιος Κ. υἱ. Καλῆνος π. Οὐατίνιος π. υἱ.ἡ μὲν οὖν μάχη τοιαύτη δή τις ἐγένετο, καὶ ἀπʼ αὐτῆς ὁ Πομπήιος πάντων τῶν ἑαυτοῦ πραγμάτων παραχρῆμα ἀπέγνω, καὶ οὐκέτʼ οὔτε τῆς ἰδίας ἀρετῆς οὔτε τοῦ τῶν λοιπῶν στρατιωτῶν πλήθους οὔθʼ ὅτι πολλάκις ἡ τύχη διʼ ἐλαχίστου τοὺς πταίσαντας ἀναλαμβάνει λογισμόν τινα ἐποιήσατο, καίπερ ἐν τῷ πρόσθεν χρόνῳ πλεῖστον μὲν τὸ εὔθυμον πλεῖστον δὲ τὸ εὔελπι παρὰ πάντα ὅσα ἐσφάλη ἀεί ποτε σχών.αἴτιον δὲ ὅτι ἐν μὲν ἐκείνοις ἀντίπαλος ὡς πλήθει τοῖς ἐναντίοις ὢν οὐ προελάμβανε τῇ γνώμῃ τὴν νίκην, ἀλλʼ ἐπʼ ἀμφότερα τὴν ἔκβασιν τῶν πραγμάτων, ἔν τε τῷ θαρσοῦντι καὶ πρὶν ἐς κατάπληξίν τινα ἀφικέσθαι, προσκοπῶν οὐκ ἠμέλει τῆς τοῦ χείρονος θεραπείας, καὶ διὰ τοῦτʼ οὔθʼ ὑπείκειν ταῖς συμφοραῖς ἠναγκάζετο καὶ ἀναμάχεσθαι ῥᾳδίως ἐδύνατο, τότε δὲ πολλῷ τοῦ Καίσαρος περισχήσειν ἐλπίσας οὐδὲν προείδετο.οὔκουν οὐδὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο, οὐδʼ ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε· τρῖψαί τε δυνηθεὶς ἂν τὰ πράγματα, κἀκ τούτου ἀμαχεὶ κρατῆσαι (στρατός τε γὰρ καθʼ ἑκάστην ἡμέραν αὐτῷ προσεγίγνετο, καὶ τὰ ἐπιτήδεια ἄφθονα ἅτε ἔν τε φιλίᾳ τῇ πλείστῃ χώρᾳ ὢν καὶ ναυκρατῶν εἶχενʼ, ὅμως, εἴτε ἐθελοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸτῶν συνόντων ἐκβιασθείς, συνέβαλε. καὶ διὰ ταῦτʼ, ἐπειδὴ τάχιστα ἐνικήθη, δεινῶς ἐξεπλάγη καὶ οὔτε τι βούλευμα καίριον οὔτʼ ἐλπίδα βεβαίαν ἐς τὸ ἀνακινδυνεῦσαι ἔσχεν. ὅταν γάρ τι ἀπροσδοκήτως τέ τινι καὶ μετὰ πλείστου παραλόγου προσπέσῃ, τό τε φρόνημα αὐτοῦ ταπεινοῖ καὶ τὸ λογιζόμενον ἐκπλήσσει, ὥστʼ αὐτὸν κάκιστόν τε καὶ ἀσθενέστατον τῶνπρακτέων κριτὴν γενέσθαι· οὐ γὰρ ἐθέλουσιν οἱ λογισμοὶ τοῖς φόβοις συνεῖναι, ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς ἀπωθοῦνται, ἂν δʼ ὑστερήσωσιν, ἡττῶνται.διὰ μὲν δὴ ταῦτα καὶ ὁ Πομπήιος, ὡς οὐδὲν αὐτῶν προενόησε, καὶ γυμνὸς καὶ ἄφρακτος εὑρέθη, τάχʼ ἂν μὴ χαλεπῶς, εἴπερ τι προεώρατο, πάντα διὰ ταχέων ἀνακτησάμενος. τῶν τε γὰρ μεμαχημένων συχνοὶ περιεγεγόνεσαν, καὶ ἑτέρας δυνάμεις οὐ σμικρὰς εἶχε· τό τε μέγιστον καὶ χρήματα πολλὰ ἐκέκτητο καὶ τῆς θαλάσσης ἁπάσης ἐκράτει, αἵ τε πόλεις καὶ αἱ αὐτοῦ καὶ αἱ ἐν τῇ Ἀσίᾳ καὶ δυστυχήσαντα αὐτὸνἠγάπων. νῦν δʼ ἐπειδήπερ ἐφʼ ᾧ μάλιστα ἐθάρσει κακῶς ἀπήλλαξεν, οὐδὲ ἐκείνων οὐδενὶ ὑπὸ τῆς αὐτίκα τοῦ φόβου προσβολῆς ἐχρήσατο, ἀλλὰ τό τε ἔρυμα εὐθὺς ἐξέλιπε καὶ πρὸς Λάρισσανμετʼ ὀλίγων ἔφυγε. καὶ ἐς μὲν τὴν πόλιν οὐκ ἐσῆλθε καίτοι τῶν Λαρισσαίων ἐσκαλούντων, φοβηθεὶς μή τινα αἰτίαν ἐκ τούτου ὄφλωσιν· ἀλλʼ ἐκείνους μὲν τῷ κρατοῦντι προσχωρῆσαι ἐκέλευσεν, αὐτὸς δὲ τά τε ἐπιτήδεια λαβὼν καὶ ἐπὶ τὴν θάλασσαν καταβὰς ἐς Λέσβον ὁλκάδι πρός τε τὴν γυναῖκα τὴν Κορνηλίαν καὶ πρὸς τὸν υἱὸντὸν Σέξτον ἔπλευσε. καὶ αὐτοὺς παραλαβὼν καὶ μηδὲ ἐς τὴν Μυτιλήνην ἐσελθὼν ἐς Αἴγυπτον ἀπῆρε, συμμαχίαν παρὰ τοῦ Πτολεμαίου τοῦ βασιλεύοντος αὐτῆς σχήσειν ἐλπίσας· τοῦ τε γὰρ Πτολεμαίου τοῦ διὰ τοῦ Γαβινίου τὴν βασιλείαν παρʼ αὐτοῦ ἀπολαβόντος υἱὸς ἦν, καὶ διὰ τοῦτο καὶ τὸ ναυτικὸν ἐς ἐπικουρίαν οἱ ἐπεπόμφει.ἤκουσα μὲν γὰρ ὅτι καὶ ἐς Πάρθους φυγεῖν ἐβουλεύσατο, οὐ μέντοι καὶ πιστεύειν ἔχω. ἐκεῖνοί τε γὰρ τούς τε Ῥωμαίους πάντας, ἀφʼ οὗ σφισιν ὁ Κράσσος ἐπεστράτευσε, καὶ τὸν Πομπήιον μάλιστα ἅτε καὶ προσήκοντα αὐτῷ, οὕτως ἐμίσουν ὥστε καὶ τὸν πρεσβευτὴν αὐτοῦ πρὸς τὴν αἴτησιν τῆς βοηθείας ἐλθόντα δῆσαικαίπερ βουλευτὴν ὄντα· καὶ ὁ Πομπήιος οὐκ ἄν ποτε τοῦ πολεμιωτάτου, οὗ γε εὖ πράττων οὐκ ἐτετυχήκει, ἱκέτης ὑπέμεινε δυστυχήσας γενέσθαι.Ἀλλʼ ἐς τὴν Αἴγυπτον διʼ ἅπερ εἶπον ὥρμησε, καὶ παρὰ τὴν ἤπειρον μέχρι Κιλικίας κομισθεὶς ἐκεῖθεν πρὸς τὸ Πηλούσιον ἐπεραιώθη, ὅπου ὁ Πτολεμαῖος Κλεοπάτρᾳ τῇ ἀδελφῇ πολεμῶνἐστρατοπεδεύετο. τάς τε ναῦς ἀνοκωχεύσας ἔπεμψέ τινας, τῆς τε πατρῴας αὐτὸν εὐεργεσίας ἀναμιμνήσκων καὶ δεόμενος ἐπὶ ῥητοῖς τέ τισι καὶ βεβαίοις καταχθῆναι· ἐκβῆναι γὰρ πρὶνἀσφάλειάν τινα λαβεῖν οὐκ ἐθάρσησε. καὶ αὐτῷ ὁ μὲν Πτολεμαῖος οὐδέν (παῖς γὰρ ἔτι κομιδῇ ἦνʼ ἀπεκρίνατο, τῶν δὲ δὴ Αἰγυπτίων τινὲς καὶ Λούκιος Σεπτίμιος ἀνὴρ Ῥωμαῖος, συνεστρατευκὼς μέν ποτε τῷ Πομπηίῳ, συγγεγονὼς δὲ τῷ Γαβινίῳ καὶ πρὸς ἐκείνου τῷ Πτολεμαίῳ μετὰ στρατιωτῶν