οἱ ὑπὸ τοῦ Πτολεμαίου εἶδεν. οὕτω δὴ ἐς μὲν τὴν ἤπειρον θαρσούντως προσέσχεν, ἀγανακτήσεως δὲ ἐπὶ τοῖς ῥαβδούχοις αὐτοῦ παρὰ τοῦ πλήθους γενομένης αὐτὸς μὲν ἀγαπητῶς ἐς τὰ βασίλεια προκατέφυγε, τῶν δὲ δὴ στρατιωτῶν τινες τὰ ὅπλα ἀφῃρέθησαν, καὶ διὰ τοῦθʼ οἱ λοιποὶ ἀνωρμίσαντο αὖθις, ἕως πᾶσαι αἱ νῆες ἐπικατήχθησαν.ὁ δʼ οὖν Καῖσαρ τὴν τοῦ Πομπηίου κεφαλὴν ἰδὼν κατεδάκρυσε καὶ κατωλοφύρατο, πολίτην τε αὐτὸν καὶ γαμβρὸν ὀνομάζων, καὶ πάνθʼ ὅσα ποτὲ ἀλλήλοις ἀνθυπουργήκεσαν ἀναριθμούμενος. τοῖς τε ἀποκτείνασιν αὐτὸν οὐχ ὅπως εὐεργεσίαν τινὰ ὀφείλειν ἔφη, ἀλλὰ καὶ ἐπεκάλει, καὶ ἐκείνην κοσμῆσαί τε καὶ εὐθετῆσαι καὶ θάψαι τισὶνἐκέλευσε. καὶ ἐπὶ μὲν τούτῳ ἔπαινον ἔσχεν, ἐπὶ δὲ δὴ τῇ προσποιήσει γέλωτα ὠφλίσκανε· τῆς γὰρ δυναστείας δεινῶς ἀπʼ ἀρχῆς ἐφιέμενος, καὶ ἐκεῖνον καὶ ὡς ἀνταγωνιστὴν καὶ ὡς ἀντίπαλον ἀεί ποτε μισήσας, καὶ τά τε ἄλλα ἐπʼ αὐτῷπάντα πράξας καὶ τὸν πόλεμον τόνδε οὐκ ἐπʼ ἄλλο τι παρασκευάσας ἢ ἵνα ἀπολομένου αὐτοῦ πρωτεύσῃ, τότε τε ἐς τὴν Αἴγυπτον οὐ διʼ ἄλλο τι ἐπειχθεὶς ἢ ἵνα αὐτόν, εἰ περιείη, προσκατεργάσαιτο, ποθεῖν τε αὐτὸν ἐπλάττετο καὶ ἀγανακτεῖν τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο.καὶ ὁ μὲν μηδὲν ἔτι πολέμιον ὑπεξῃρημένου οἱ ἐκείνου καταλείπεσθαι νομίζων, ἐν τῇ Αἰγύπτῳ ἐνεχρόνισεν ἀργυρολογῶν καὶ τὰ τοῦ Πτολεμαίου καὶ τὰ τῆς Κλεοπάτρας διάφορα διακρίνων· πόλεμοι δὲ ἐν τούτῳ ἕτεροι αὐτῷ παρεσκευάσθησαν.ἥ τε γὰρ Αἴγυπτος ἐνεόχμωσε, καὶ ὁ Φαρνάκης ἤρξατο μὲν εὐθύς, ἐπειδὴ πρῶτον τόν τε Πομπήιον καὶ τὸν Καίσαρα ἐκπεπολεμῶσθαι ἔμαθε, τῆς πατρῴας ἀρχῆς ἀντιποιεῖσθαι (χρονιεῖν τε γὰρ αὐτοὺς ἐν τῇ στάσει καὶ τὰς δυνάμεις τῶν Ῥωμαίων αὐτὰς περὶ αὑταῖς ἀναλώσεινἤλπισενʼ, εἴχετο δὲ καὶ τότε τῶν προκειμένων, ὅτι τε ἅπαξ ἐκεκίνητο καὶ ὅτι πόρρω τὸν Καίσαρα ὄντα ἐπύθετο, καὶ πολλά γε χωρία προκατέλαβε. κἀν τούτῳ καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων, οἵ τε ἄλλοι οἱ τὴν αὐτήν σφισι γνώμην ἔχοντες, καὶ ἐμφύλιον καὶ ὀθνεῖον ἐν τῇ Ἀφρικῇ πόλεμον ἤγειραν.ἔσχε γὰρ οὕτως. ὁ Κάτων ἐν τῷ Δυρραχίῳ πρὸς τοῦ Πομπηίου τά τε ἐκ τῆς Ἰταλίας ἐπιτηρεῖν, ἄν τις διαβαίνῃ, καὶ τοὺς Παρθινοὺς κατείργειν, ἄν τι παρακινῶσι, καταλειφθεὶς τὸμὲν πρῶτον ἐκείνοις ἐπολέμει, ἡττηθέντος δὲ τοῦ Πομπηίου τὴν μὲν Ἤπειρον ἐξέλιπεν, ἐς δὲ Κέρκυραν μετὰ τῶν ὁμογνωμονούντων οἱ κομισθεὶς ἐνταῦθα τούς τε ἐκ τῆς μάχης διαφυγόντας καὶ τοὺς ἄλλους τοὺς τὰ αὐτὰ φρονοῦντας ἐδέχετο. Κικέρων μὲν γὰρ καὶ ἄλλοι τινὲς τῶν βουλευτῶνἐς τὴν Ῥώμην παραχρῆμα ἀπῆραν· οἱ δὲ δὴ πλείους μετά τε τοῦ Λαβιήνου καὶ μετὰ τοῦ Ἀφρανίου, ἅτε μηδεμίαν ἐν τῷ Καίσαρι ἐλπίδα, ὁ μὲν ὅτι ηὐτομολήκει, ὁ δὲ ὅτι σωθεὶς ὑπʼ αὐτοῦ αὖθίς οἱ ἐπεπολεμήκει, ἐχόντων, πρός τε τὸν Κάτωνα ἦλθον καὶ ἐκεῖνον προστησάμενοι ἐπολέμουν.καὶ μετὰ τοῦτο καὶ ὁ Ὀκτάουιός σφισι προσεγένετο. ὡς γὰρ τότε τὸν Ἰόνιον ἐσέπλευσε καὶ τὸν Ἀντώνιον τὸν Γάιον συνέλαβεν, ἄλλων μέν τινων χωρίων ἐκράτησε, τὴν δὲ δὴ Σάλωνα, καίπερ ἐπὶ πλεῖστον αὐτὴν πολιορκήσας, οὐχεἷλε. τά τε γὰρ ἄλλα ἰσχυρῶς αὐτὸν ἀπεκρούοντο, βοηθοῦντά σφισι τὸν Γαβίνιον ἔχοντες, καὶ τέλος μετὰ τῶν γυναικῶν ἐπεκδραμόντες μέγα ἔργον εἰργάσαντο· ἐκεῖναί τε γὰρ τάς τε κόμας καθεῖσαι καὶ στολὰς μελαίνας ἐνδυσάμεναι λαμπάδας τε λαβοῦσαι, καὶ τὸ σύμπαν πρὸς τὸφοβερώτατον σχηματισάμεναι, τῷ τε στρατοπέδῳ τῷ πολιορκοῦντί σφας νυκτὸς μέσης προσέμιξαν, καὶ τοὺς προφύλακας ὡς καὶ δαίμονές τινες ἐκ- πλήξασαι τὸ πῦρ ἐς τὸ χαράκωμα ἁπανταχόθεν ἅμα ἐνέβαλον, καὶ αὐτοὶ ἐπισπόμενοί σφισι πολλοὺς μὲν ταραττομένους πολλοὺς δὲ καὶ καθεύδοντας ἐφόνευσαν, καὶ ἐκεῖνό τε εὐθὺς κατέσχον, καὶ τὸ ναύσταθμον ἐν ᾧ ὁ Ὀκτάουιοςηὐλίζετο αὐτοβοεὶ εἷλον. οὐ μέντοι καὶ ἐν ῥᾳστώνῃ τινὶ ἐγένοντο· διαφυγὼν γάρ πως αὐτοὺς δύναμίν τε αὖθις ἤθροισε, καὶ μάχῃ νικήσας προσήδρευε σφίσι. κἀν τούτῳ τοῦ Γαβινίου νόσῳ τελευτήσαντος τῆς τε θαλάσσης τῆς ἐκεῖ πάσηςἐκράτησε, καὶ ἐς τὴν γῆν ἐκβαίνων πολλὰ αὐτῆς ἐκακούργει, μέχρις οὗ ἥ τε πρὸς Φαρσάλῳ μάχη ἐγένετο, καὶ οἱ στρατιῶται αὐτοῦ ἐπιπλευσάντων τινῶν ἐκ τοῦ Βρεντεσίου σφίσι μετέστησαν, μηδὲ ἐς χεῖρας αὐτοῖς ἐλθόντες. τότε γὰρ ἐρημωθεὶς τῶν συμμάχων ἐς τὴν Κέρκυραν ἀπεχώρησε.καὶ ὁ Πομπήιος δὲ ὁ Γναῖος πρότερον μὲν τῷ τῶν Αἰγυπτίων ναυτικῷ περιπλέων τήν τε Ἤπειρον καλουμένην κατέτρεχε καὶ Ὠρικὸν ὀλίγου εἷλε, Μάρκου Ἀκιλίου αὐτὸ κατέχοντος, καὶ τόν τε ἔσπλουν τὸν ἐς τὸν λιμένα πλοίοις λίθων γέμουσι χώσαντος, καὶ περὶ τὸ στόμα αὐτοῦ πύργους ἑκατέρωθεν ἐπί τε τῆςἠπείρου καὶ ἐφʼ ὁλκάδων ἐγείραντος. τούς τε γὰρ λίθους τοὺς ἐν τοῖς σκάφεσιν ἐγκειμένους κολυμβηταῖς ὑφύδροις διασκεδάσας, καὶ αὐτὰ ἐκεῖνα κουφισθέντα ἑλκύσας, τόν τε ἔσπλουν ἠλευθέρωσε, καὶ μετὰ τοῦτο ὁπλίτας ἐφʼ ἑκάτερα τῆς χηλῆς ἐκβιβάσας ἐπεσέπλευσε, καὶ τά τε πλοῖα πάντα καὶ τῆς πόλεως τὸ πολὺκατέκαυσεν. εἷλε δʼ ἂν καὶ τὴν λοιπήν, εἰ μὴ τρωθεὶς δέος τοῖς Αἰγυπτίοις μὴ καὶ ἀποθάνῃ παρέσχε. θεραπευθεὶς δʼ οὖν Ὠρικῷ μὲν οὐκέτι προσέβαλε, τὰ δʼ ἄλλα περιφοιτῶν ἐπόρθει, καί ποτε καὶ αὐτοῦ τοῦ Βρεντεσίου μάτην,