ἅμα τὸν ἐς τὴν Ἰταλίαν ποιησόμενοι. κατʼ ἀρχὰς μὲν γὰρ διατριβή τις αὐτοῖς ἐγένετο, τοῦ τε Οὐάρου τῷ Σκιπίωνι τῆς ἡγεμονίας ἀμφισβητήσαντος, ἐπειδὴ αὐτὸς ἐκ πλείονος ἐν τοῖς ταύτῃ χωρίοις ἦρχε, καὶ τοῦ Ἰόβου τῇ νίκῃ ἐπαιρομένου καὶτὰ πρῶτα διʼ αὐτὴν ἀξιοῦντος φέρεσθαι· συμφρονήσαντες δὲ ὅ τε Σκιπίων καὶ ὁ Κάτων, οἷα ὁ μὲν τῇ ἀξιώσει ὁ δὲ τῇ συνέσει πολὺ πάντων σφῶν προήκοντες, τούς τε ἄλλους προσεποιήσαντο καὶ ἐκείνους ἔπεισαν τῷ Σκιπίωνι πάντα ἐπιτρέψαι. ὁ γὰρ Κάτων δυνηθεὶς ἂν ἐξ ἴσουαὐτῷ ἢ καὶ μόνος ἄρξαι οὐκ ἠθέλησε, τὸ μὲν ὅτι βλαβερώτατον τοῖς τοιούτοις ἡγεῖτο εἶναι, τὸ δὲ ὅτι τῷ πολιτικῷ ἀξιώματι ἠλαττοῦτο αὐτοῦ· πολὺ γὰρ ἄλλως τε καὶ ἐν τοῖς στρατιωτικοῖς ἑώρα δυνάμενον τὸ τὸν ἄρχοντα καὶ νόμῳ δή τινι τῶν ἄλλων προκεκρίσθαι, καὶ διὰ τοῦτο τῆς τε ἀρχῆς ἑκὼν αὐτῷ παρεχώρησε, καὶ προσέτικαὶ τὰ στρατεύματα ἃ ἐπηγάγετο παρέδωκε. καὶ ὁ μὲν ἐκ τούτου τήν τε Οὐτικήν, ὑποπτευθεῖσαν τὰ τοῦ Καίσαρος φρονεῖν καὶ ὀλίγου καὶ ἀνάστατον ὑπὸ τῶν ἄλλων ἐπὶ τούτῳ γενομένην, ἐξαιτησάμενος ἐς φυλακὴν ὑπεδέξατο, καὶ τὴν χώραν τήν τε θάλασσαν τὴν ταύτῃ πᾶσαν φρουρεῖν ἐπετράπη· τῶν δὲ ἄλλων ὁ Σκιπίων αὐτοκράτωρἦρχε. καὶ αὐτοῦ καὶ τὸ ὄνομα πολὺ πάντας τοὺς ὁμογνωμονοῦντάς οἱ ἐπερρώννυε, νομίζοντας οὐκ οἶδʼ ὅπως ἀλόγῳ τινὶ πίστει μηδένα ἂν Σκιπίωνα ἐν τῇ Ἀφρικῇ κακῶς πρᾶξαι.μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ, καὶ ἰδὼν ὅτι καὶ οἱ μεθʼ ἑαυτοῦ στρατευόμενοι πεπεισμένοι τε αὐτὸ οὕτως ἔχειν εἰσὶ καὶ φοβοῦνται, προσπαρέλαβέ τινα ἔκ τε τοῦ γένους τοῦ τῶν Σκιπιώνων ὄντα καὶ τὴν προσηγορίαν ταύτην φέροντα(ἐπεκαλεῖτο δὲ Σαλουτίων ʼ,ʼ καὶ οὕτω τόν τε πλοῦν πρὸς Ἀδρύμητον ἐποιήσατο (τὰ γὰρ ἐν τῇ Οὐτικῇ ἰσχυρῶς ἐφρουρεῖτὀ, καὶ ἔλαθεν αὐτοὺς ἀνέλπιστος ὑπὸ τοῦ χειμῶνος περαιωθείς. ἐκβάντι δὲ αὐτῷ τῆς νεὼς συντυχία τοιάδε ἐγένετο, ὑφʼ ἧς εἰ καί τι φοβερὸν ὑπὸ τοῦ δαιμονίου σφίσιν ἐσημαίνετο, ἀλλὰ καὶ αὐτόγε ἐκεῖνο ἐς ἀγαθὸν ἔτρεψεν· ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισε, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν καὶ δυσανασχετήσαντες ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλʼ ἐκτείνας τὼ χεῖρε τήν τε γῆν, ὡς καὶ ἑκὼν δὴ πεσών, περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν “ἔχω σε,Ἀφρική.” ἐκ δὲ τούτου προσέβαλε μὲν τῷ Ἁδρυμήτῳ, ἀποκρουσθεὶς δὲ καὶ προσέτι καὶ ἐκ τοῦ στρατοπέδου βιαίως ἐκβληθεὶς μετέστη πρὸς πόλιν ἑτέραν Ῥούσπινα, καὶ δεχθεὶς ὑπʼ αὐτῶν χειμάδιόν τε ἐν αὐτῇ κατεσκευάσατο. καὶ ἐκεῖθεν ὁρμώμενος ἐπολέμει.