τότε οὐκ ἂν ὑπέμειναν καταθέσθαι· εἰπόντων δὲ αὐτῶν πολλὰ μὲν περὶ ὧν καὶ ἐπόνησαν καὶ ἐκινδύνευσαν, πολλὰ δὲ καὶ περὶ ὧν ἤλπισαν ἀξίους τέ σφας τυχεῖν ἔφασκον εἶναι, καὶ μετὰ τοῦτο ἀφεθῆναί τε τῆς στρατείας ἀξιούντων καὶδεινῶς διὰ τοῦτʼ αὐτῷ ἐγκειμένων, οὐχ ὅτι καὶ ἰδιωτεῦσαι ἐβούλοντο (ἥκιστα γάρ, ἅτε καὶ συνήθεις ταῖς πλεονεξίαις ἐκ πολλοῦ γεγονότες, τοῦτʼ ἤθελονʼ ἀλλʼ ὅτι καταπλήξειν τε ἐξ αὐτοῦ τὸν Καίσαρα καὶ πᾶν ὁτιοῦν καταπράξειν, ἅτε καὶ ὑπογύου οἱ τῆς ἐς τὴν Ἀφρικὴν στρατείαςοὔσης, ἐνόμιζον, περὶ μὲν τῶν ἄλλων οὐδέν σφισι τὸ παράπαν ἀπεκρίνατο, αὐτὰ δὲ ταῦτα εἰπὼν μονα “ἀλλʼ ὀρθῶς γε, ὦ Κυιρῖται, λέγετε· καὶ γὰρ κεκμήκατε καὶ κατατέτρωσθε” πάντας αὐτοὺς παραχρῆμα ὡς μηδὲν δῆθεν αὐτῶν δεόμενος διῆκε, καὶ τοῖς τὸν τεταγμένον χρόνον ἐστρατευμένοις καὶ τὰ γέρα ἐντελῆ δώσειν ὑπέσχετο.λεχθέντων δὲ τούτων κατεπλάγησαν ἔκ τε τῆς ἄλλης αὐτοῦ διανοίας, καὶ μάλιστα ὅτι Κυιρίτας ἀλλʼ οὐ στρατιώτας σφᾶς ὠνόμασε, καὶ ταπεινωθέντες φοβηθέντες τε μὴ πάθωσί τι δεινὸν μετεβάλοντο, καὶ πολλὰ μὲν ἱκετεύοντες αὐτὸν εἶπον, πολλὰ δὲ καὶ ἐπαγγελλόμενοι καὶ συστρατεύσειν οἱ ἐθελονταὶ καὶ τὸν πόλεμον μόνοι διαπολεμήσεινὑπέσχοντο. ὡς οὖν ἐνταῦθα ἦσαν, καί τις καὶ τῶν στρατιαρχῶν ἐν τοσούτῳ, ἢ καὶ ἀφʼ ἑαυτοῦ γνώμης ἢ χαριζόμενος τῷ Καίσαρι, διελέχθη τέ τινα ὑπὲρ αὐτῶν καὶ ἐδεήθη, “ἀφίημι μέν” ἔφη “καὶ ὑμᾶς τοὺς παρόντας καὶ τοὺς ἄλλουςπάντας, ὅσοις τὰ τῆς στρατείας ἔτη ἐξήκει· οὐδὲ γὰρ οὐδὲ δέομαί τι ὑμῶν· τὰ μέντοι γέρα καὶ ὣς ὑμῖν ἀποδώσω, ἵνα μήποτέ τις εἴπῃ ὅτι ἐγὼ χρησάμενος ὑμῖν ἐν τοῖς κινδύνοις ἔπειτα ἀχάριστος ἐγενόμην, εἰ καὶ τὰ μάλιστα καὶ τοῖς σώμασιν ἐρρωμένοι καὶ πάντα καὶ τὰ λοιπὰ προσδιαπολεμῆσαι δυνάμενοι οὐκ ἠθελήσατέ μοι συστρατεῦσαι.”καὶ ὁ μὲν ταῦτά τε σοφιζόμενος εἶπε (πάνυ γὰρ αὐτῶν ἔχρῃζἐ καὶ χώραν ἔκ τε τῆς δημοσίας καὶ ἐκ τῆς ἑαυτοῦ δὴ πᾶσί σφισιν ἔνειμεν, ἄλλους ἄλλῃ, καὶ πάνυ πόρρω ἀπʼ ἀλλήλων, ἀπαρτήσας, ὥστε μήτε τοῖς ὁμοχώροις σφᾶς φοβεροὺς μήτʼ αὖ πρὸς νεωτερισμὸν ἑτοίμους, καθʼ ἕν πουσυνοικοῦντας, γενέσθαι. τῶν τε ἐποφειλομένων σφίσι χρημάτων, ἃ πολλὰ καὶ καθʼ ἑκάστην ὡς εἰπεῖν πρᾶξιν ὑπέσχητο δώσειν, τὰ μὲν εὐθὺς ἀπαλλάξειν, τὰ δὲ οὐκ ἐς μακρὰν καὶ σὺν τόκῳ γε διαλύσειν ἐπηγγείλατο. εἰπὼν δὲ ταῦτα, καὶ δουλωσάμενος αὐτοὺς ὥστε μήτε τι θρασύνεσθαι καὶ προσέτι καὶ χάριν εἰδέναι, προσεπεῖπεν“ἀπέχετε μὲν παρʼ ἐμοῦ πάντα, καὶ οὐδένα ἔθʼ ὑμῶν ἀναγκάσω στρατεύσασθαι· εἰ μέντοι τις ἑκούσιος ἐθέλοι καὶ τὰ λοιπά μοι συγκατεργάσασθαι, ἡδέως αὐτὸν δέξομαι.” ἀκούσαντες δὲ τοῦτο ἐκεῖνοι ὑπερήσθησαν καὶ πάντες ὁμοίωςἀναστρατεύσασθαι ἠθέλησαν. ὁ οὖν Καῖσαρ τοὺς ταραχώδεις αὐτῶν, οὐ πάντας ἀλλʼ ὅσοι μετρίως πως συνόντες γεωργίαις ζῆν ἐδύναντο, ἀπολέξας τοῖς λοιποῖς ἐχρήσατο. καὶ τοῦτο καὶἐπὶ τῶν ἄλλων στρατιωτῶν ἐποίησεν· τοὺς γὰρ πάνυ τε θρασεῖς καὶ ἱκανοὺς μέγα τι κακὸν δρᾶσαι ἐκ μὲν τῆς Ἰταλίας ἐξήγαγεν, ὅπως μηδὲν ἐκεῖ καταλειφθέντες νεοχμώσωσιν, ἐν δὲ δὴ τῇ Ἀφρικῇ καὶ μάλα ἡδέως, ἄλλους κατʼ ἄλλην πρόφασιν, ἀνάλωσε· τούς τε γὰρ ἐναντίους ἅμα δι’ αὐτῶν κατειργάζετο καὶ ἐκείνων ἀπηλλάττετο.φιλανθρωπότατός τε γὰρ ἀνδρῶν ὤν, καὶ πολλὰ κεχαρισμένα τοῖς τε ἄλλοις καὶ τοῖς στρατιώταις μάλιστα ποιῶν, δεινῶς τοὺς στασιάζοντάς σφων ἐμίσει καὶ ἰσχυρότατα αὐτοὺς ἐκόλαζε.ταῦτά τε ἐν ἐκείνῳ τῷ ἔτει, ἐν ᾧ δικτάτωρ μὲν ὄντως αὐτὸς τὸ δεύτερον ἦρξεν, ὕπατοι δὲ ἐπʼ ἐξόδῳ αὐτοῦ ἀποδειχθέντες ὅ τε Καλῆνοςκαὶ ὁ Οὐατίνιος ἐλέγοντο εἶναι, ἐποίησε, καὶ ἐς τὴν Ἀφρικὴν καίτοι τοῦ χειμῶνος ἐνεστηκότος ἐπεραιώθη. καὶ οὐκ ὀλίγα δὲ ἐκ τούτου, ἀνέλπιστος τοῖς ἐναντίοις προσπεσών, κατώρθωσε· πλεῖστον γὰρ παρὰ πάντα καὶ τῷ τάχει καὶ ταῖς ἐκ τοῦ ἀπροσδοκήτου στρατείαις κατέπραττεν, ὥστʼ εἴ τις ἐκλογίζοιτο ὅτῳ τοσοῦτον τῶν καθʼ ἑαυτὸν ἐν τοῖς πολεμίοις ὑπερήνεγκεν, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον ὂνἔμπροσθε παραβαλὼν εὕροι. ἡ δὲ δὴ Ἀφρικὴ ἦν μὲν οὐδὲ ἐν τῷ πρόσθεν χρόνῳ φίλη τῷ Καίσαρι, μετὰ δὲ δὴ τὸν τοῦ Κουρίωνος θάνατον καὶ πάνυ ἐχθρὰ ἐγένετο. ὅ τε γὰρ Οὐᾶρος καὶ ὁ Ἰόβας τὰ πράγματα εἶχον, καὶ προσέτι καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων οἵ τε ἄλλοι οἱ μετʼ αὐτῶν ὄντες ἐκεῖσε, ὥσπερ εἶπον, συγκατέφυγον,κἀκ τούτου κοινωσάμενοι τὸν πόλεμον τά τε ἐν τῇ ἠπείρῳ ἐξηρτύσαντο καὶ τῇ τε Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐπίπλους ἐποιοῦντο, καὶ τάς τε πόλεις ἐλύπουν καὶ τὰ πλοῖα κατῆγον, καὶ ἀπʼ αὐτῶν καὶ ὅπλα τόν τε σίδηρον τὸν ἄλλον, οὗπέρπου καὶ μόνου ἔχρῃζον, ἐπόριζον, τελευτῶντές τε ἐς τοῦτο καὶ τῆς παρασκευῆς καὶ τῆς διανοίας, οἷα μήτε στρατοῦ σφίσιν ἐναντιουμένου καὶ τοῦ Καίσαρος ἔν τε τῇ Αἰγύπτῳ καὶ ἐν τῷ ἄστει χρονίσαντος, ἀφίκοντο ὥστε καὶ ἐς τὴν Ἰβηρίαν τὸν Πομπήιον ἀποστεῖλαι. στασιάζειν τε γὰρ αὐτὴν πυνθανόμενοι, καὶ ἐκεῖνον ἑτοίμως ἅτε τοῦ Πομπηίου τοῦ Μάγνου παῖδα ὄντα δέξεσθαι νομίσαντες, παρεσκευάζοντο ὁ μὲν ὡς τήν τε Ἰβηρίαν διὰ βραχέων κατασχήσων καὶ πρὸς τὸ ἄστυ ἐκεῖθεν ὁρμήσων, οἱ δὲ ὡς τὸν πλοῦν