ἦν συνήγαγεν, ἄλλα τε προσκατεσκεύασε, καὶ πάντα αὐτὰ ἐς τὴν θάλασσαν διὰ τῶν διωρύχων κομίσας τοῖς τε Ῥωμαίοις μὴ προσδεχομένοις προσέβαλε, καὶ τὰς μὲν κατέπρησε τῶν ὁλκάδων αὐτῶν τὰς δὲ ἀνεδήσατο, καὶ μετὰ τοῦτο τόν τε ἔσπλουν τοῦ λιμένος ἐξεκάθηρε, κἀνταῦθαναυλοχῶν πολλά σφας ἐλύπει. τηρήσας οὖν ποτε αὐτοὺς ὁ Καῖσαρ ἀμελῶς ὑπὸ τοῦ κρατεῖν ἔχοντας ἔς τε τὸν λιμένα αἰφνιδίως ἐπεσέπλευσε, καὶ συχνὰ πλοῖα καύσας ἔς τε τὴν Φάρον ἀπέβη καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ἐφόνευσεν. ἰδόντες δὲ τοῦτο οἱ ἐν τῇ ἠπείρῳ Αἰγύπτιοι κατά τε τὰς γεφύρας ἐπεβοήθησαν αὐτοῖς, καὶ συχνοὺς τῶν Ῥωμαίων ἀνταποκτείναντες τοὺς λοιποὺςἐς τὰς ναῦς ἐσήραξαν. καὶ αὐτῶν ὁπουδήποτε καὶ ἀθρόως ἐσβιαζομένων ἐς αὐτὰς ἄλλοι τε πολλοὶ ἐς τὴν θάλασσαν ἐξέπεσον καὶ ὁ Καῖσαρ. κἂν διέφθαρτο κακῶς, ὑπό τε τῶν ἱματίων βαρυνόμενος καὶ ὑπὸ τῶν Αἰγυπτίων βαλλόμενος (ἁλουργῶν γὰρ αὐτῶν ὄντων ἐστοχάζοντὀ, εἰ μὴ καὶ ἐκεῖνα ἀπερρίφει καὶ μετὰ τοῦτο διανεύσαςπῃ ἐς ἀκάτιον ἐσεβεβήκει. καὶ ὁ μὲν οὕτως ἐσώθη, μηδὲν τῶν γραμμάτων βρέξας ἃ πολλὰ ἐν τῇ ἀριστερᾷ χειρὶ ἀνέχων ἐνήξατο· τὴν δὲ δὴ ἐσθῆτα αὐτοῦ οἱ Αἰγύπτιοι λαβόντες πρὸς τὸ τρόπαιον, ὃ ἔστησαν τῆς τροπῆς ταύτης, ἀνεκρέμασαν ὡς καὶ αὐτὸν ἐκεῖνον ᾑρηκότες. καὶ ἤδη γὰρ καὶ τὰ στρατεύματα ἃ ἀπὸ τῆς Συρίας μετεπέπεμπτο ἐπλησίασε, τάς τε κατάρσεις ἐτήρουνκαὶ πολλὰ αὐτοὺς ἔβλαπτον. τοῖς μὲν γὰρ πρὸς τὴν Λιβύην σφῶν προσπίπτουσιν ὁ Καῖσαρ τρόπον τινὰ ἤμυνε· συχνοὺς δὲ δὴ περὶ τὰς τοῦ Νείλου ἐκβολὰς πυρσοῖς ὡς καὶ Ῥωμαῖοι ὄντες ἠπάτων τε καὶ συνελάμβανον, ὥστε τοὺς λοιποὺς μηκέτι τολμᾶν παρακομίζεσθαι, μέχρις οὗ Τιβέριος Κλαύδιος Νέρων ἐς αὐτὸν τότε τὸν ποταμὸν ἀναπλεύσας ἐκείνους τε μάχῃ ἐκράτησε καὶ τοῖς σφετέροις ἀδεέστερον τὸν πρόσπλουν ἐποίησε.κἀν τούτῳ Μιθριδάτης ὁ Περγαμηνὸς ἐπικληθεὶς ἐπεχείρησε μὲν ἐς τὸ στόμα τοῦ Νείλου τὸ κατὰ Πηλούσιον ταῖς ναυσὶν ἀναβῆναι, ἀποφραξάντων δὲ τῶν Αἰγυπτίων τοῖς πλοίοις τὸν ἔσπλουν προσεκομίσθη νυκτὸς ἐπὶ τὴν διώρυχα,καὶ ναῦς ἐς αὐτὴν ὑπερενεγκών (οὐ γὰρ ἐξίησιν ἐς τὴν θάλασσανʼ οὕτω διὰ ταύτης ἐς τὸν Νεῖλον ἀνέπλευσε, καὶ μετὰ τοῦτο αἰφνίδιον ἔκ τε τῆς θαλάσσης καὶ ἐκ τοῦ ποταμοῦ ἅμα τοῖς φρουροῦσι τὸ στόμα αὐτοῦ προσμίξας τήν τε ἀπόκλεισίνσφων ἔλυσε, καὶ τὸ Πηλούσιον τῷ τε πεζῷ ἅμα καὶ τῷ ναυτικῷ προσβαλὼν εἷλε. προχωρῶν τε ἐπὶ τὴν Ἀλεξάνδρειαν, καὶ πυθόμενος Διοσκουρίδην τινὰ ἀπαντήσειν σφίσιν, ἐνήδρευσέ τε αὐτὸν καὶ κατειργάσατο.αἰσθόμενοι δὲ ταῦθʼ οἱ Αἰγύπτιοι τὸν μὲν πόλεμον οὐδʼ ὣς κατελύσαντο, ἀχθεσθέντες δὲ τῇ τοῦ εὐνούχου καὶ τῆς γυναικὸς ἀρχῇ, καὶ νομίσαντες, ἂν τὸν Πτολεμαῖον προστήσωνται,καθυπέρτεροι τῶν Ῥωμαίων ἔσεσθαι, ἔπειτʼ ἐπειδὴ οὐδένα τρόπον ἐξαρπάσαι αὐτὸν ἠδυνήθησαν (δεινῶς γὰρ ἐφυλάσσετὀ, ἐπλάσαντο ταῖς τε συμφοραῖς πεπονῆσθαι καὶ τῆς εἰρήνης ἐπιθυμεῖν, καὶ ἔπεμψαν πρὸς τὸν Καίσαρα ἐπικηρυκευόμενοί τε καὶ τὸν Πτολεμαῖον αἰτοῦντες, ὅπως δὴ σὺν αὐτῷ περὶ τῶν σπονδῶν, ἐφʼ οἷς γενήσοιντο,βουλεύσωνται. ὁ οὖν Καῖσαρ ἐνόμισε μὲν καὶ ὡς ἀληθῶς αὐτοὺς μεταβεβλῆσθαι (ἄλλως τε γὰρ καὶ δειλοὺς καὶ ὀξυρρόπους ὄντας ἤκουε, καὶ τότε πρὸς τὰ πταίσματα καταπεπληγμένους ᾔσθετὀ εἰ δὲ δὴ καὶ τεχνάζοιντό τι, ἀλλʼ ὅπως μὴ διὰ τοῦτʼ ἐμποδίζων τὴν εἰρήνην νομισθῇ, συνεπαινεῖν τέ σφισιν ἔφη καὶ τὸν Πτολεμαῖον ἔπεμψεν.οὔτε γὰρ ἐν ἐκείνῳ τι ἰσχυρὸν ἔκ τε τῆς ἡλικίας καὶ ἐκ τῆς ἀπαιδευσίας ἐνεώρα ὄν, καὶ τοὺς Αἰγυπτίους ἤτοι συναλλαγήσεσθαί οἱ ἐφʼ οἷς ἐβούλετο ἢ δικαιότερον καὶ καταπολεμηθήσεσθαι καὶ καταστραφήσεσθαι ἤλπισεν, ὥστε ἀπʼ εὐλόγου δή τινος προφάσεως τῇ Κλεοπάτρᾳ παραδοθῆναι·οὐ γάρ που καὶ ἡττηθήσεσθαί ποτε ὑπʼ αὐτῶν, ἄλλως τε καὶ τῆς δυνάμεώς οἱ προσγεγενημένης,προσεδόκησε. παραλαβόντες δὲ τὸ παιδάριον οἱ Αἰγύπτιοι τῶν μὲν σπονδῶν οὐδὲν ἐφρόντισαν, ἐπὶ δὲ τὸν Μιθριδάτην παραχρῆμα ὥρμησαν ὡς δὴ καὶ μέγα τι ἔν τε τῷ ὀνόματι καὶ ἐν τῷ γένει τῷ τοῦ Πτολεμαίου κατορθώσοντες· καὶ αὐτὸν πρὸς τῇ λίμνῃ ἐν μέσῳ τοῦ τε ποταμοῦ καὶ τῶνἑλῶν ἀπολαβόντες ἐθορύβουν. ὁ οὖν Καῖσαρ ἐκείνους μὲν οὐκ ἐπεδίωξεν, δεδιὼς μὴ λοχισθείη· ἀναχθεὶς δὲ νυκτὸς ὡς πρὸς ἐκβολήν τινα τοῦ Νείλου ἐπειγόμενος, καὶ φῶς, ὅπως ἐπὶ πλεῖστον ταύτῃ προϊέναι νομισθῇ, πάμπολυ καθʼ ἑκάστην ναῦν ἀνάψας, τὸ μὲν πρῶτον ἐπιπλεῖν ὥρμητο,ἔπειτα δὲ ἀποσβέσας αὐτὸ ἀνεκομίσθη, καὶ παραπλεύσας τὴν πόλιν πρός τε τὴν χερρόνησον τὴν πρὸς τῇ Λιβύῃ οὖσαν κατῆρε, κἀνταῦθα τοὺς στρατιώτας ἐκβιβάσας περιῆλθέ τε τὴν λίμνην, καὶ τοῖς Αἰγυπτίοις ἀπροσδόκητος ὑπὸ τὴν ἕω πῥ??ʼπεσὼν εὐθύς τε αὐτοὺς κατέπληξεν ὥστεκαὶ ἐπικηρυκεύσασθαι, καὶ μετὰ τοῦτο (τὴν γὰρ ἱκετείαν αὐτῶν οὐκ ἐδέξατὀ μάχῃ τε ὀξείᾳ κατεκράτησε καὶ παμπληθεῖς ἐφόνευσε· καί τινες καὶ ἐν τῷ ποταμῷ μετὰ τοῦ Πτολεμαίου, σπουδῇ διʼ αὐτοῦ φυγόντες, ἐφθάρησαν.οὕτω μὲν τὴν Αἴγυπτον ὁ Καῖσαρ ἐχειρώσατο, οὐ μέντοι καὶ ὑπήκοον αὐτὴν τῶν Ῥωμαίων ἐποιήσατο, ἀλλὰ τῇ Κλεοπάτρᾳ, ἧσπερ ἕνεκα καὶ