πράξειν ὑπέσχετο. καὶ μετὰ τοῦτο ἐς ἐκκλησίαν ἐσελθὼν τόν τε Πτολεμαῖον καὶ τὴν Κλεοπάτραν παρεστήσατο, καὶ τὰς διαθήκας τοῦ πατρὸς αὐτῶν ἀνέγνω, ἐν αἷς ἐκείνους μὲν συνοικῆσαί τε ἀλλήλοις κατὰ τὰ τῶν Αἰγυπτίων πάτρια καὶ βασιλεύειν ἅμα, τὸν δὲ δὴ τῶν Ῥωμαίων δῆμον τὴν ἐπιτροπείαν σφῶν ἔχειν ἐγέγραπτο.πράξας δὲ τοῦτο, καὶ ἐπειπὼν ὅτι ἑαυτῷ, δικτάτορι ὄντι καὶ πᾶν τὸ τοῦ δήμου κράτος ἔχοντι, τήν τε ἐπιμέλειαν τῶν παίδων ποιεῖσθαι καὶ τὰ δόξαντα τῷ πατρὶ αὐτῶν ἐπιτελεῖν προσήκει, ἐκείνοις τε τὴν βασιλείαν ἀμφοτέροις ἔδωκε, καὶ τῇ Ἀρσινόῃ τῷ τε Πτολεμαίῳ τῷ νεωτέρῳ, τοῖς ἀδελφοῖς σφων, Κύπρον ἐχαρίσατο.τοσοῦτον γάρ που δέος αὐτὸν ἔσχεν ὥστε μὴ μόνον μηδὲν τῶν τῆς Αἰγύπτου προσλαβεῖν, ἀλλὰ καὶ τῶν οἰκείων τι αὐτοῖς προσδοῦναι.τότε μὲν οὕτως ἐπαύσαντο, αὖθις δὲ οὐ πολλῷ ὕστερον ἐκινήθησαν ὥστε καὶ πολεμῆσαι. ὁ γὰρ Ποθεινὸς ὁ τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένος (εὐνοῦχος δὲ ἦν καὶ τοὺς Αἰγυπτίους ἐν τοῖς μάλιστασυνετεταράχεἰ, δείσας μὴ καὶ δίκην ποτὲ ἐπὶ τούτῳ δῷ, πέμπει κρύφα πρὸς τὸν Ἀχιλλᾶν περὶ τὸ Πηλούσιον ἔτι καὶ τότε ὄντα, καὶ αὐτὸν ἐκφοβήσας τε ἅμα καὶ ἐπελπίσας προσηταιρἵ??ʼ σατο, καὶ μετὰ τοῦτο καὶ τοὺς ἄλλους τοὺςτὰ ὅπλα ἔχοντας ᾠκειώσατο. πᾶσί τε γὰρ ὁμοίως δεινὸν ἐδόκει εἶναι ὑπὸ γυναικὸς ἄρχεσθαι, ὑποψίᾳ τοῦ τὸν Καίσαρα τότε μὲν ἐπὶ τῇ καταστάσει σφῶν ἀμφοτέροις δῆθεν αὐτοῖς τὴν βασιλείαν δεδωκέναι, προϊόντος δὲ δὴ τοῦ χρόνουμόνῃ τῇ Κλεοπάτρᾳ αὐτὴν προσθήσειν· καὶ ἀντίπαλοι τῷ τότε παρόντι αὐτοῦ στρατῷ ἐνόμιζον εἶναι. καὶ οἱ μὲν ἐπὶ τὴν Ἀλεξάνδρειανεὐθὺς ἄραντες ἤλασαν· πυθόμενος δὲ τοῦτο ὁ Καῖσαρ, καὶ καταδείσας τό τε πλῆθος αὐτῶν καὶ τὰς τόλμας, ἔπεμψέ τινας πρὸς τὸν Ἀχιλλᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ τοῦ Πτολεμαίου ὀνόματι, κελεύοντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν. καὶ ὃς συνιεὶς ὅτι οὐ τοῦ παιδὸς ἀλλʼ ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ ὅπως οὐκἐπήκουσεν αὐτοῦ, ἀλλὰ καὶ προσκαταφρονήσας ὡς καὶ φοβουμένου τούς τε στρατιώτας συνήγαγε, καὶ πολλὰ μὲν ὑπὲρ τοῦ Πτολεμαίου πολλὰ δὲ καὶ κατὰ τοῦ Καίσαρος τῆς τε Κλεοπάτρας εἰπών, τέλος καὶ ἐπὶ τοὺς πεμφθέντας καίπερ Αἰγυπτίους ὄντας παρώξυνεν αὐτούς, ὅπως τοῦ τε φόνου σφῶν ἀναπλησθῶσι καὶ ἐς ἀνάγκηνἀσπείστου πολέμου καταστῶσι. μαθὼν οὖν ταῦτα ὁ Καῖσαρ τούς τε ἐκ τῆς Συρίας στρατιώτας μετεπέμψατο, καὶ τὰ βασίλεια τά τε ἄλλα τὰ πλησίον αὐτῶν οἰκοδομήματα διετάφρευσεκαὶ ἀπετείχισε μέχρι τῆς θαλάσσης. κἀν τούτῳ καὶ ὁ Ἀχιλλᾶς μετά τε τῶν Ῥωμαίων καὶ μετὰ τῶν ἄλλων τῶν ὑπὸ τοῦ Γαβινίου σὺν τῷ Σεπτιμίῳ πρὸς τὴν τοῦ Πτολεμαίου φρουρὰν καταλειφθέντων ἐπελθών (ἐκ γὰρ δὴ τῆς ἐκεῖ διατριβῆς καὶ τοὺς τρόπους ἐς τὸ ἐπιχώριον μετεβεβλήκεσανʼ τῶν τε Ἀλεξανδρέων τὸ πλεῖστον εὐθὺς προσεποιήσατο καὶ τὰ ἐπικαιρόταταἐκρατύνατο. κἀκ τούτου πολλαὶ μὲν μάχαι καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ αὐτοῖς ἐγίγνοντο, πολλὰ δὲ καὶ κατεπίμπρατο, ὥστε ἄλλα τε καὶ τὸ νεώριον τάς τε ἀποθήκας καὶ τοῦ σίτου καὶ τῶν βίβλων, πλείστων δὴ καὶ ἀρίστων, ὥς φασι, γενομένων, καυθῆναι. ἐκράτει δὲ τῆς μὲν ἠπείρου ὁ Ἀχιλλᾶς, χωρὶς ὧν ὁ Καῖσαρ ἐνετετείχιστο, τῆς δὲ δὴ θαλάσσης ἐκεῖνος, ἄνευτοῦ λιμένος. καὶ ναυμαχίᾳ τε ἐνίκησε, καὶ ἐπειδὴ διὰ τοῦτο φοβηθέντες οἱ Αἰγύπτιοι μὴ ἐς τὸν λιμένα σφῶν ἐπεσπλεύσῃ, τὸ στόμα αὐτοῦ πλὴν βραχέος ἔχωσαν, καὶ ἐκεῖνο προσαπέφραξεν, ὁλκάδας λίθων πλήρεις καταποντώσας, ὥστʼ αὐτοὺς μηδʼ εἰ πάνυ τι βούλοιντοἐκπλεῦσαι, δυνηθῆναί ποι ἀπᾶραι. ποιήσας δὲ τοῦτο ῥᾷον τὰ ἐπιτήδεια τά τε ἄλλα καὶ ὕδωρ ἐπήγετο· τὴν γὰρ αὐτόθεν ὑδρείαν ὁ Ἀχιλλᾶς σφας ἀφῄρητο, τοὺς ὀχετοὺς διακόψας.τούτων δὲ οὕτω πραττομένων Γανυμήδης τις εὐνοῦχος τὴν Ἀρσινόην οὐ πάνυ φρουρουμένην ἐς τοὺς Αἰγυπτίους ὑπεξήγαγε· καὶ ταύτην ἐκεῖνοι βασιλίδα ἀποδείξαντες προθυμότερον τοῦ πολέμου, ὡς καὶ προστάτιν τινὰ ἐκ τοῦ τῶν Πτολεμαίωνγένους ἔχοντες, ἀντελάβοντο. ὁ οὖν Καῖσαρ φοβηθεὶς μὴ καὶ ὁ Ποθεινὸς τὸν Πτολεμαῖον ἐκκλέψῃ, τὸν μὲν ἀπέκτεινε, τὸν δὲ οὐκέτʼ ἐπικρυπτόμενος ἀκριβῶς ἐφρούρει. παροξυνθέντων δὲ καὶ ἐπὶ τούτοις τῶν Αἰγυπτίων, καὶ ἐκείνοις μὲν πλειόνων ἀεὶ προσγιγνομένων, τοῖς δὲ δὴ Ῥωμαίοις μηδέπω τῶν στρατιωτῶν ἐκ τῆς Συρίας παρόντων, ἐς φιλίαν αὐτοὺςὑπαγαγέσθαι ἠθέλησε, καὶ τὸν Πτολεμαῖον ἀναβιβάσας που, ὅθεν ἐξακουσθήσεσθαι ἔμελλεν, εἰπεῖν σφισιν ἐκέλευσεν ὅτι οὔτε τι κακὸν ἔχοι οὔτε πολεμεῖν δέοιτο· πρός τε τὰς σπονδὰς αὐτοὺς παρεκάλει, καὶ προσυπισχνεῖτο διαπράξειναὐτάς. καὶ εἴγε ἑκὼν ταῦτα οὕτω διείλεκτο, ἔπεισεν ἄν σφας καταλύσασθαι· νῦν δʼ ὑποτοπήσαντες αὐτὰ ὑπὸ τοῦ Καίσαρος κατεσκευάσθαι οὐκ ἐνέδοσαν.προϊόντος δὲ τοῦ χρόνου στάσις τοῖς περὶ τὴν Ἀρσινόην οὖσιν ἐνέπεσε, καὶ αὐτὴν ὁ Γανυμήδης ἔπεισε τὸν Ἀχιλλᾶν ὡς καὶ τὸ ναυτικὸν προδώσοντα ἀποκτεῖναι. γενομένου δὲ τούτου τήν τε ἡγεμονίαν τῶν στρατιωτῶν παρέλαβε, καὶ τὰ πλοῖα ὅσα ἐν τῷ ποταμῷ καὶ ἐν τῇ λίμνῃ