ἔπειτα δὲ αἰσθόμενος τὸν ὅμιλον ἑαυτοῦ μὲν μηδὲν προτιμῶντα τῷ δὲ Δολοβέλλᾳ μόνῳ προσκείμενον, ἠχθέσθη καὶ μετεβάλετο, ἄλλως τε καὶ ὅτι τῆς μὲν παρὰ τοῦ πλήθους χάριτος οὐκ ἐκοινώνει οἱ, τῆς δὲ παρὰ τῶν βουλευτῶναἰτίας τὸ πλεῖστον μετελάμβανε. καὶ τῷ μὲν λόγῳ ἐν μέσῳ ἀμφοῖν ἔστη, τῷ δὲ ἔργῳ τὸν Τρεβέλλιον κρύφα ἀνθείλετο, καὶ τά τε ἄλλα αὐτῷ συνηγωνίζετο καὶ στρατιώτας λαβεῖν ἐπέτρεψεν. καὶ ὁ μὲν θεατὴς ἐκ τούτου καὶ ἀγωνοθέτης αὐτῶν ἐγίγνετο, ἐκεῖνοι δὲ ἐμάχοντο, καὶ τῆς τε πόλεως τὰ ἐπικαιρότατα ἀντικατελάμβανον καὶ φόνους τε καὶ ἐμπρήσεις ἐποίουν, ὥστε καὶ τὰ ἱερά ποτε ἐκ τοῦ Ἑστιαίου ὑπὸ τῶνἀειπαρθένων ἐκκομισθῆναι. αὖθίς τε οὖν φυλακὴν οἱ βουλευταὶ τῆς πόλεως ἀκριβεστέραν τῷ ἱππάρχῳ ἐψηφίσαντο, καὶ στρατιωτῶν ἅπασαὡς εἰπεῖν ἡ πόλις ἐπληρώθη. οὐ μέντοι καὶ παῦλά τις ἐγένετο. ὁ γὰρ Δολοβέλλας ἀπογνοὺς συγγνώμης τινὸς παρὰ τοῦ Καίσαρος τεύξεσθαι, μέγα τι κακὸν ἐπεθύμει δράσας ἀπολέσθαι ὡς καὶ ὄνομα ἐκ τούτου ἐς ἀεὶ σχήσων· ἤδη γάρ τινες καὶ τῶν κακίστων ἔργων ἐρασταὶ ἐπὶ τῇ φήμῃ γίγνονται. ὑφʼ οὗπερ καὶ ἐκεῖνος τά τε ἄλλα ἐτάραττε, καὶ τοὺς νόμους, τόν τε περὶ τῶν χρεῶν καὶ τὸν περὶ τῶν ἐνοικίων, ἐν ῥητῇ τινι ἡμέρᾳθήσειν ὑπέσχετο. ὡς οὖν τοῦτό τε προεπήγγελτο καὶ ὁ ὄχλος τά τε περὶ τὴν ἀγορὰν ἀποφράξας καὶ πύργους ἔστιν ᾗ ξυλίνους ἐπικαταστήσας ἕτοιμος παντὶ τῷ ἐναντιωθησομένῳ σφίσιν ἐπιχειρῆσαι ἐγένετο, ἐνταῦθʼ ὁ Ἀντώνιος στρατιώτας ἅμα τῇ ἡμέρᾳ πολλοὺς ἐκ τοῦ Καπιτωλίου καταγαγὼν τάς τε σανίδας τῶν νόμων κατέκοψε, καί τινας καὶ μετὰ τοῦτο ταραχώδεις ἀπʼ αὐτοῦ τοῦ Καπιτωλίου κατεκρήμνισεν.οὐ μέντοι καὶ ἐπαύσαντο διὰ τοῦτο στασιάζοντες, ἀλλʼ ὅσῳ πλείους αὐτῶν ἀπώλλυντο, τόσῳ μᾶλλον οἱ περιλιπεῖς ἐθορύβουν, νομίζοντες τὸν Καίσαρα μεγίστῳ τε καὶ δυσχερεστάτῳ πολέμῳ συμπεπλέχθαι. οὐδὲ ἐπέσχον πρὶν αὐτὸν ἐκεῖνονἐξαπιναίως σφίσιν ὀφθῆναι. οὕτω δὲ καὶ ἄκοντες ἡσύχασαν. καὶ οἱ μὲν πᾶν ὅ τι ποτὲ ἐνεδέχετο πείσεσθαι προσεδόκων, λόγος τε ἐπʼ αὐτοῖς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν ἦν, τῶν μὲν τά, τῶν δὲ τὰ δικαιούντων· ὁ δὲ δὴ Καῖσαρ τῷ συνήθει οἱ τρόπῳ καὶ τότε ἐχρήσατο. τῇ τε γὰρ παρούσῃ αὐτῶν καταστάσει ἠρκέσθη, καὶ οὐδὲν τῶν προγενομένων ἐπολυπραγμόνησεν, ἀλλὰ πάντων τε ἐφείσατο καί τινας αὐτῶν καὶ ἐτίμησεν, ἄλλουςτε καὶ τὸν Δολοβέλλαν. εὐεργεσίαν γάρ τινα αὐτῷ ὀφείλων οὐκ ἠξίωσεν αὐτῆς ἐκλαθέσθαι· οὐ γὰρ ὅτι ἠδικήθη, διὰ τοῦτο καὶ ἐκείνης ὠλιγώρησεν, ἀλλʼ ἐξ ὧν εὖ ἐπεπόνθει, καὶ ἐπὶ τούτῳ οἱ συνέγνω, καὶ τά τε ἄλλα αὐτὸν ἐν τιμῇ ἤγαγεν, καὶ ὕπατον οὐ πολλῷ ὕστερον μηδὲ στρατηγήσαντα ἀπέδειξε.ταῦτα μὲν ἐν τῇ Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀπουσίαν ἐγένετο· χρόνιος δὲ ἐπʼ αὐτήν, καὶ οὐκ εὐθὺς ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ, ἦλθε διὰ τάδε. οἱ Αἰγύπτιοι ταῖς τῶν χρημάτων ἐσπράξεσι βαρυνόμενοι, καὶ δεινῶς φέροντες ὅτιμηδὲ τῶν ιερῶν τις ἀπείχετο (θρησκεύουσί τε γὰρ πολλὰ περισσότατα ἀνθρώπων, καὶ πολέμους ὑπὲρ αὐτῶν καὶ πρὸς ἀλλήλους, ἅτε μὴ καθʼ ἓν ἀλλὰ καὶ ἐκ τοῦ ἐναντιωτάτου καὶ αὑτοῖς τιμῶντές τινα, ἀναιροῦνταἰ, τούτοις τε οὖν ἀγανακτήσαντες, καὶ προσέτι φοβηθέντες μὴ τῇ Κλεοπάτρᾳ ἅτε μέγα παρὰ τῷ Καίσαρι δυναμένῃπαραδοθῶσιν, ἐταράχθησαν. ἐκείνη τε γὰρ τέως μὲν διʼ ἑτέρων παρʼ αὐτῷ διὰ τὸν ἀδελφὸν ἐδικάζετο, ἔπειτα δὲ ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέμαθεν (ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, συνεγίγνετὀ, πέμπει πρὸς αὐτὸν προδίδοσθαί τε ὑπὸ τῶν φίλων λέγουσα καὶ ἀξιοῦσα αὐτὴ διʼ ἑαυτῆςἀγωνίσασθαι. ἄλλως τε γὰρ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε,καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο, ὥστε λαμπρά τε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα, κἀκ τούτου πάντα τινὰ καὶ δυσέρωτα καὶ ἀφηλικέστερον ἐξεργάσασθαι δυναμένη, πρὸς τρόπου τε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶπάντα ἐν τῷ κάλλει τὰ δικαιώματα ἔθετο. ᾐτήσατό τε οὖν ἐς ὄψιν αὐτοῦ ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησέ τε ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ ἡ μὲν ταῦτα μηχανησαμένη ἔς τε τὴν πόλιν ἅμα (ἔξω γὰρ καὶ ἐκείνης ἦνʼ καὶ ἐς τὰ βασίλειαλάθρᾳ τοῦ Πτολεμαίου νυκτὸς ἐσῆλθεν· ὁ δὲ δὴ Καῖσαρ ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα ὑπό τε τὴν ἕω τόν τε Πτολεμαῖον μεταπέμψασθαι καὶ συναλλάξαι σφᾶς ἐπιχειρῆσαι· ἧς γὰρ δικαστὴς πρότερον ἠξιοῦτο εἶναι, τότε ταύτῃ συνεδίκει.ὁ οὖν παῖς, διά τε τοῦτο καὶ ὅτι τὴν ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπηδήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι, καὶ τέλος τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς περισπάσας ἔρριψε. θορύβου δὲ ἐπὶ τούτῳ μεγάλου συμβάντος ἐκεῖνον μὲν οἱ Καισάρειοι στρατιῶται συνήρπασαν, τὸ δὲ δὴ Αἰγύπτιονἐταράττετο· κἂν αὐτοβοεὶ τὰ βασίλεια καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης ἅμα προσβαλόντες εἷλον (τοῖς γὰρ Ῥωμαίοις οὐδὲν ἀξιόμαχον, ἅτε καὶ φίλων σφῶν δοκούντων εἶναι, παρῆνʼ, εἰ μὴ φοβηθεὶς ὁ Καῖσαρ προῆλθέ τε ἐς αὐτούς, καὶ ἐν τῷ ἀσφαλεῖ στὰς πάντα σφίσιν, ὅσα ἂν ἐθελήσωσι,