ἐς φυλακὴν αὐτοῦ καταλελειμμένος, ἦλθον μὲν ὡς φίλοι, ἐπεβούλευσαν δὲ ἀνοσίως, καὶ ἐκ τούτου προστρόπαιον καὶ ἑαυτοῖς καὶ τῇ Αἰγύπτῳ πάσῃ προσέθεντο· αὐτοί τε γὰρ οὐκ ἐς μακρὰν ἀπώλοντο, καὶ οἱ Αἰγύπτιοι τὸ μὲν πρῶτον τῇ Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα ἐβούλοντο, παρεδόθησαν, ἔπειτα δὲ καὶ ἐς τὸ τῶν Ῥωμαίων ὑπήκοον ἐσεγράφησαν.ἐν δʼ οὖν τῷ τότε Σεπτίμιος καὶ Ἀχιλλᾶς ὁ στρατίαρχος, ἄλλοι τε μετʼ αὐτῶν ὄντες, ἑτοίμως ἔφασαν ἐσδέξεσθαι τὸν Πομπήιον, ὅπως ὡς ῥᾷστα ἀπατηθεὶς ἁλοίη· καὶ τούς τε ἐλθόντας παρʼ αὐτοῦ προέπεμψαν, θαρσεῖν σφας ἔνιοι κελεύσαντες, καὶ αὐτοὶ μετὰ τοῦτο ἀκατίων ἐπιβάντες προσέπλευσαν αὐτῷ,καὶ τά τε ἄλλα ἐφιλοφρονήσαντο αὐτὸν καὶ ἠξίωσαν πρὸς ἑαυτοὺς μετεκβῆναι, λέγοντες μήτε τινὰ ναῦν δύνασθαι ὑπὸ τοῦ μεγέθους διὰ τὰ βράχη πρὸς τὴν γῆν προσσχεῖν, καὶ τὸν Πτολεμαῖον ἐν πολλῇ ἐπιθυμίᾳ εἶναι θᾶσσον αὐτὸνἰδεῖν. καὶ ὁ μὲν οὕτω, καίτοι πάντων οἱ τῶν σύμπλων ἀπαγορευόντων, πιστεύσας αὐτοῖς τοσοῦτον μόνον εἰπών, ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ·οἱ δὲ ἐπειδὴ ἐγγὺς τῆς γῆς ἐγένοντο, φοβηθέντες μὴ καὶ ἐντυχὼν τῷ Πτολεμαίῳ σωθῇ εἴτε ὑπʼ αὐτοῦ ἐκείνου ἢ καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ ἢ καὶ ὑπὸ τῶν Αἰγυπτίων (καὶ γὰρ εὔνοιαν αὐτοῦ μεγάλην εἶχονʼ, ἀπέκτειναν αὐτὸν πρὶν καταπλεῦσαι, μηδὲν μήτʼ εἰπόντα μήτʼὀδυράμενον. ὡς γὰρ τάχιστα τῆς τε ἐπιβουλῆς ᾔσθετο, καὶ ἔγνω ὅτι οὔτʼ ἀμύνασθαί σφας οὔτε διαφυγεῖν δυνήσεται, συνεκαλύψατο.τοιοῦτον μὲν τὸ τέλος τῷ Πομπηίῳ ἐκείνῳ τῷ μεγάλῳ ἐγένετο, ὥστε καὶ διὰ τούτου τήν τε ἀσθένειαν καὶ τὴν ἀτοπίαν τοῦ ἀνθρωπείου γένουςἐλεγχθῆναι. προμηθείας τε γὰρ οὐδὲν ἐλλείπων, ἀλλὰ πρὸς τὸ κακουργῆσαί τε δυνάμενον ἀσφαλέστατος ἀεί ποτε γενόμενος ἠπατήθη, καὶ νίκας πολλὰς μὲν ἐν τῇ Ἀφρικῇ πολλὰς δὲ καὶ ἐν τῇ Ἀσίᾳ τῇ τε Εὐρώπῃ παραδόξους καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐκ μειρακίου ἀνελόμενος ἡττήθη παραλόγως ὀκτώ τε καὶπεντηκοντούτης ὤν, τήν τε θάλασσαν τὴν τῶν Ῥωμαίων πᾶσαν ἡμερώσας ἐν αὐτῇ ἐκείνῃ διώλετο, καὶ χιλίων ποτὲ νεῶν, ὡς ὁ λόγος ἔχει, ἄρξας ἐν πλοιαρίῳ τινί, πρός τε τῇ Αἰγύπτῳ καὶ πρὸς τοῦ Πτολεμαίου τρόπον τινὰ οὗ ποτε τὸν πατέρα ἔς τε ἐκείνην ἅμα καὶ ἐς τὴν βασιλείαν κατήγαγε,διεφθάρη· ὃν γάρ τοι καὶ τότε ἔτι στρατιῶται Ῥωμαῖοι διὰ τὴν τοῦ Πομπηίου χάριν ὑπὸ τοῦ Γαβινίου, διὰ τὸ τῶν Αἰγυπτίων ἐς τὸν πατέρα αὐτοῦ μῖσος, καταλειφθέντες ἐφρούρουν, οὗτος αὐτὸν διʼ αὐτῶν ἐκείνων ἑκατέρων ἀπεκτονέναιἔδοξε. Πομπήιος μὲν δὴ κράτιστος πρότερον Ῥωμαίων νομισθείς, ὥστε καὶ Ἀγαμέμνονα αὐτὸν ἐπικαλεῖσθαι, τότε καθάπερ τις καὶ αὐτῶν τῶν Αἰγυπτίων ἔσχατος, πρός τε τῷ Κασίῳ ὄρει καὶ ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ποτε τά τε τοῦ Μιθριδάτου καὶ τὰ τῶν καταποντιστῶν ἐπινίκια ἤγαγεν, ἐσφάγη,ὥστε μηδὲν μηδὲ ἐν τούτῳ ὁμολογηθῆναι· ἔν τε γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ τὰ λαμπρότατα πρὶν πράξας τότε τὰ ἀλγεινότατα ἔπαθε, καὶ ἐς πάντας τοὺς πολίτας τοὺς Κασσίους ἐκ χρησμοῦ τινος ὑποπτεύων πρὸς μὲν ἀνδρὸς Κασσίου οὐδενὸς ἐπεβουλεύθη, παρὰ δὲ δὴ τῷ ὄρει τῷ τὴν ἐπίκλησιν ταύτην ἔχοντι καὶ ἀπέθανε καὶ ἐτάφη.τῶν δὲ δὴ συμπλεόντων αὐτῷ οἱ μὲν αὐτίκα ἑάλωσαν οἱ δὲ καὶ ἔφυγον, ἄλλοι τε καὶ ὁ παῖς ἥ τε γυνὴ αὐτοῦ. καὶ ἡ μὲν καὶ ἐς τὴν Ῥώμην μετὰ ταῦτα ἀδείας τυχοῦσα ἀνεσώθη, ὁ δὲ δὴ Σέξτος ἐς τὴν Ἀφρικὴν πρὸς τὸν ἀδελφὸν τὸν Γναῖον ἐκομίσθη· τούτοις γὰρ δὴ τοῖς ὀνόμασι διακεκρίδαται, ἐπειδὴ τὴν τοῦ Πομπηίου πρόσρησιν ἀμφότεροι εἶχον.Καῖσαρ δὲ ὡς τότε μετὰ τὴν μάχην τὰ κατεπείγοντα διῳκήσατο, τὴν μὲν Ἑλλάδα τά τε λοιπὰ τὰ ταύτῃ ἄλλοις τισὶ καὶ προσποιεῖσθαι καὶ καθίστασθαι προσέταξεν, αὐτὸς δὲ τὸν Πομπήιον ἐπεδίωξε. καὶ μέχρι μὲν τῆς Ἀσίας κατὰ πύστιν αὐτοῦ προϊὼν ἠπείχθη, ἐνταῦθα δέ, ἐπειδὴ μηδεὶςὅπῃ πεπλευκὼς ἦν ἠπίστατο, ἐνδιέτριψεν. οὕτω δʼ οὖν ἐν τύχῃ πάντα αὐτῷ προεχώρει ὥστε καὶ τὸν Ἑλλήσποντον ἐν πορθμείῳ τινὶ περαιούμενος ἐνέτυχε μὲν τῷ τοῦ Πομπηίου ναυτικῷ μετὰ τοῦ Κασσίου τοῦ Λουκίου πλέοντι, οὐ μόνον δὲ οὐδὲν δεινὸν ὑπʼ αὐτῶν ἔπαθεν, ἀλλὰ καὶ προσκαταπλήξαςσφᾶς προσεποιήσατο. κἀκ τούτου καὶ τὰ ἄλλα τὰ ἐκείνῃ, μηδενὸς ἔτʼ ἀνταίροντος, παρελάμβανε καὶ διῴκει, χρημάτων μὲν ἐκλογήν, ὥσπερ εἶπον, ποιούμενος, ἄλλο δὲ μηδὲν μηδένα λυπῶν, ἀλλὰ καὶ εὐεργετῶν πάντας ὅσα ἐνεδέχετο. τοὺς γοῦν τελώνας πικρότατά σφισι χρωμένους ἀπαλλάξας, ἐς φόρου συντέλειαν τὸ συμβαῖνον ἐκ τῶν τελῶν κατεστήσατο.κἀν τούτῳ πυθόμενος τὸν Πομπήιον πρὸς τὴν Αἴγυπτον πλέοντα, καὶ δείσας μὴ προκατασχὼναὐτὴν αὖθις ἰσχύσῃ, ἀφωρμήθη κατὰ τάχος. καὶ ἐκεῖνον μὲν οὐκέτι περιόντα κατέλαβε, τῇ δʼ Ἀλεξανδρείᾳ αὐτῇ μετʼ ὀλίγων πολὺ πρὸ τῶν ἄλλων, πρὶν τὸν Πτολεμαῖον ἐκ τοῦ Πηλουσίου ἐλθεῖν, προσπλεύσας, καὶ τοὺς Ἀλεξανδρέας θορυβουμένους ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ εὑρών, οὐκ ἐθάρσησεν εὐθὺς ἐς τὴν γῆν ἐκβῆναι, ἀλλʼ ἀνορμισάμενος ἀνεῖχε μέχρις οὗ τήν τε κεφαλὴν καὶ τὸν δακτύλιον αὐτοῦ πεμφθέντα