καὶ βρέφη τινὰ τὰς ἀριστερὰς ἐπὶ τῆς κεφαλῆς χεῖρας ἔχοντα ἐγεννήθη, ὥστε ἔκ τε τῶν ἄλλων μηδὲν ὑγιὲς ὑποπτεύεσθαι, καὶ ἐκ τούτων μάλιστα τὴν τῶν ὑποδεεστέρων κατὰ τῶν προτετιμημένων ἐπανάστασιν τούς τε μάντεις προειπεῖν καὶ τὸν δῆμον προσδέχεσθαι.ταῦτα μὲν οὕτως ὑπὸ τοῦ δαιμονίου προδειχθέντα ἐτάραττεν αὐτούς· συνεπελάβετο δέ σφισι τοῦ φόβου καὶ ἡ ὄψις αὐτὴ τῆς πόλεως καὶ δεινὴ καὶ ἀήθης ἔν τε τῇ νουμηνίᾳ καὶ ἔπειτα ἐπὶ πολὺγενομένη. ὕπατος μὲν γὰρ οὐδεὶς οὐδὲ στρατηγὸς οὐδέπω ἦν, ὁ δὲ δὴ Ἀντώνιος τῆς μὲν ἐσθῆτος ἕνεκα (τῇ γὰρ περιπορφύρῳ ἐχρῆτὀ καὶ ῥαβδούχων (τοὺς γὰρ ἓξ μόνους εἶχἐ τοῦ τε τὴν βουλὴν ἀθροίζειν εἰκόνα τινὰ τῆς δημοκρατίας παρείχετο, τῷ δὲ δὴ ξίφει ὃ παρέζωστο καὶ τῷ πλήθει τῶν συνόντων οἱ στρατιωτῶν τοῖς τε ἔργοις αὐτοῖς ὅτιμάλιστα τὴν μοναρχίαν ἐνεδείκνυτο· καὶ γὰρ ἁρπαγαὶ καὶ ὕβρεις καὶ σφαγαὶ πολλαὶ ἐγίγνοντο. καὶ ἦν οὐ τὸ παρὸν μόνον τοῖς Ῥωμαίοις χαλεπώτατον, ἀλλʼ ὅτι καὶ ἐς τὸν Καίσαρα πολὺ πλείω καὶ δεινότερα ὑπωπτεύετο· ὅπου γὰρ ὁ ἵππαρχος οὐδὲ ἐν ταῖς πανηγύρεσι τὸ ξίφος κατετίθετο (τὰς γὰρ πλείους ταῖς τοῦ Καίσαρος παρασκευαῖςἐπετέλεσεν· ὀλίγας γάρ τινας καὶ οἱ δήμαρχοι ἐποίησανʼ, τίς οὐκ ἂν αὐτὸν τὸν δικτάτορα ὑπετόπησεν; εἰ γάρ τις καὶ τὴν χρηστότητα αὐτοῦ, ὑφʼ ἧς πολλῶν καὶ ἀντιπολεμησάντων οἱ ἐπέφειστο, ἐνενόει, ἀλλʼ οὔτοι καὶ ἐπὶ τῶν ὁμοίων τούς τε ἐφιεμένους ἀρχῆς καὶ τοὺς καταπράξαντας αὐτὴν μένοντας ἰδόντες καὶ ἐκεῖνον ἀλλοιωθήσεσθαιπροσεδόκων. ἐλυποῦντό τε οὖν, καὶ πολλὰ πρὸς ἀλλήλους, οἷς γε καὶ ἀσφάλειά τις ἦν, διελάλουν. οὐ γάρ που καὶ πᾶσιν ἀδεῶς συγγίγνεσθαι ἐδύναντο· καὶ γὰρ οἱ πάνυ φίλοι δοκοῦντές τινων εἶναι, συγγενεῖς τε ἕτεροι, διέβαλλόν σφας, τὰ μὲν παρατρέποντες τὰ δὲ καὶπαντάπασι καταψευδόμενοι. ὅθεν οἱ λοιποὶ καὶ κατὰ τοῦτο οὐχ ἥκιστα ἐκακοπάθουν, ὅτι μήτε προσολοφύρασθαι μήτʼ ἐπικοινῶσαι ἔχοντες οὐδʼ ἀπαλλαγῆναί ποτε αὐτοῦ ἐδύναντο. ἡ μὲν γὰρ πρὸς τοὺς ὁμοπαθεῖς συνουσία ἔφερέ τινα αὐτοῖςκούφισιν, καί τις ἀσφαλῶς ἐκλαλήσας τέ τι καὶ ἀντακούσας οἷα ἔπασχον ῥᾴων ἐγίγνετο· ἡ δὲ δὴ πρὸς τοὺς οὐχ ὁμοήθεις ἀπιστία καθείργνυ τε ἐν ταῖς ψυχαῖς αὐτῶν τὴν ἀνίαν καὶ ἐπὶ πλεῖον αὐτὰς ἐξέκαε, μήτʼ ἀποφυγὴν μήτʼ ἀνάπαυσίν τιναλαμβανούσας. πρὸς γὰρ τῷ κατεχόμενα ἔνδον τὰ παθήματά σφας τηρεῖν, καὶ εὐλογεῖν αὐτὰ καὶ θαυμάζειν, ἑορτάζειν τε καὶ βουθυτεῖν εὐθυμεῖσθαί τε ἐπʼ αὐτοῖς ἠναγκάζοντο.οὕτω μὲν οἱ Ῥωμαῖοι οἱ ἐν τῇ πόλει τότε ὄντες διετίθεντο· ὥσπερ δὲ οὐκ ἀποχρῶν αὐτοῖς ὑπὸ τοῦ Ἀντωνίου κακοῦσθαι, Λούκιός τέ τις Τρεβέλλιος καὶ Πούπλιος Κορνήλιος Δολοβέλλας δήμαρχοι ἐστασίασαν. οὗτος μὲν γὰρ τοῖς ὀφείλουσιν, ἐξ ὧν καὶ αὐτὸς ἦν, διὸ καὶ ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπὶ τῇ δημαρχίᾳμετέστη, συνηγωνίζετο· ἐκεῖνος δὲ ἔλεγε μὲν τῶν ἀμεινόνων προΐστασθαι, ἐκ δὲ δὴ τοῦ ὁμοίου αὐτῷ καὶ γράμματα ἐξετίθει καὶ σφαγαῖς ἐχρῆτο. ταραχή τε οὖν καὶ ἐκ τούτων πολλὴ ἐγίγνετο, καὶ ὅπλα πολλὰ καὶ πανταχοῦ ἑωρᾶτο, καίτοι τῶν τε βουλευτῶν ἀπαγορευσάντων μηδὲν πρὸ τῆς τοῦ Καίσαρος ἀφίξεως καινοτομηθῆναι, καὶ τοῦ Ἀντωνίου μηδένα ἐν τῷ ἄστει ἰδιώτην ὁπλοφορεῖν.καὶ οὐ γὰρ ἐσήκουον, ἀλλὰ πάντα δὴ πάντως καὶ ἐπʼ ἀλλήλοις καὶ ἐπʼ ἐκείνοις ἐποίουν, τρίτη στάσις τοῦ τε Ἀντωνίου καὶ τῆς γερουσίας ἐγένετο· ἵνα γὰρ καὶ παρʼ αὐτῆς τά τε ὅπλα καὶ τὴν ἐξουσίαν τὴν ἀπʼ αὐτῶν, ᾗ φθάσας ἐχρῆτο, προστεθεῖσθαι νομισθείη, στρατιώτας τε ἐντὸς τοῦ τείχους τρέφειν καὶ τὴν πόλιν διὰ φυλακῆς μετὰ τῶν ἄλλωνδημάρχων ποιεῖσθαι ἔλαβε. κἀκ τούτου Ἀντώνιος μὲν ἐν νόμῳ δή τινι πάνθʼ ὅσα ἐπεθύμει ἔδρα, Δολοβέλλας δὲ καὶ Τρεβέλλιος ὄνομα μὲν βιαίου πράξεως εἶχον, ἀντηγωνίζοντο δὲ ὑπό τε τῆς θρασύτητος καὶ ὑπὸ τῆς παρασκευῆς καὶ ἀλλήλοις καὶ ἐκείνῳ, ὥσπερ τινὰ καὶ αὐτοὶ ἡγεμονίαν παρὰ τῆς βουλῆς εἰληφότες.κἀν τούτῳ Ἀντώνιος πυθόμενος τὰ στρατόπεδα, ἃ μετὰ τὴν μάχην ὁ Καῖσαρ ἐς τὴν Ἰταλίαν ὡς καὶ ἐφεψόμενός σφισι προέπεμψε, μηδὲν ὑγιὲς δρᾶν, καὶ φοβηθεὶς μή τι νεωτερίσωσι, τὸ μὲν ἄστυ τῷ Καίσαρι τῷ Λουκίῳ ἐπέτρεψε, πολίαρχον αὐτὸν ἀποδείξας, ὃ μηπώποτε πρὸς ἱππάρχου ἐγεγόνει, αὐτὸς δὲ πρὸς τοὺς στρατιώταςἐξώρμησεν. οἱ οὖν δήμαρχοι οἱ ἀντιστασιάζοντές σφισι τοῦ τε Λουκίου διὰ τὸ γῆρας κατεφρόνησαν, καὶ πολλὰ καὶ δεινά, μέχρις οὗ τὸν Καίσαρα τά τε ἐν τῇ Αἰγύπτῳ διῳκηκότα καὶ ἐς τὴν Ῥώμην ὡρμηκότα ἐπύθοντο, καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλουςἐξειργάσαντο. ὡς γὰρ οὐκέτʼ αὐτοῦ ἐπανήξοντος, ἀλλʼ ἐκεῖ που πρὸς τῶν Αἰγυπτίων, ὥσπερ που ἤκουον, ἀπολουμένου, διεφέροντο. τότε δὲ χρόνον μέν τινα ἐμετρίασαν, ἐπεὶ δὲ ἐπὶ τὸν Φαρνάκην ἐκεῖνος πρότερον ἐπεστράτευσεν, ἐστασίασαν αὖθις.ὁ οὖν Ἀντώνιος μήτε ἐπισχεῖν αὐτοὺς δυνάμενος, καὶ τῷ πλήθει διὰ τὴν πρὸς τὸν Δολοβέλλαν ἐναντίωσιν προσκρούων, τὰ μὲν πρῶτα τούτῳ προσέθετο, καὶ τὸν Τρεβέλλιον ἄλλα τε ἐπῃτιᾶτο καὶ ὅτι τοὺς στρατιώτας σφετερίζοιτο·